1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

καὶ λανθανόντων. λέγεται δὲ προφητεία καὶ ὅταν τις τὰ τοῦ προφήτου ἑρμηνεύῃ. διακονία δέ ἐστι τὸ ὑπηρετῆσαι εἰς τὸ τοῦ εὐαγγελίου κήρυγμα. διδασκαλία δὲ ἡ τῶν πρακτέων ὑφήγησις ἣν οἱ ἤδη πεπιστευκότες εἰς Χριστὸν διδάσκονται. παράκλησις δέ ἐστιν ἡ προτροπὴ δι' ἧς τοὺς ἔτι ἐν ἀγνοίᾳ εἰς τὴν τοῦ Χριστοῦ πίστιν παρακαλοῦμεν, μηδέπω μὲν αὐτοῖς ἐκτιθέμενοι τῆς πολιτείας τὸν σκοπόν, ἐπιθυμίαν δὲ αὐτοῖς ἐμβάλλοντες ὅτι αἰωνίων ἀγαθῶν ἀπολαύσουσι πιστεύσαντες τῷ Χριστῷ. Rom 12,13 Ταῖς μνείαις τῶν ἁγίων, φησί, κοινωνοῦντες. τὸ μὲν πρόχειρον τῆς διανοίας ἐστὶ τὸ ἐπὶ τῇ τιμῇ τῶν ἁγίων συνιέναι καὶ μνείας αὐτῶν ἐπιτελεῖν κατὰ τὴν τῆς τελειώσεως αὐτῶν ἡμέραν. ἔστι δὲ κἀκεῖνο εἰπεῖν ὅτι τοῖς τῆς ἀρετῆς ἐφιεμένοις ἁρμόζει μάλιστα κοινωνεῖν ταῖς τῶν ἁγίων μνήμαις, τοῦτ' ἔστι μεμνῆσθαι αὐτῶν καὶ ἔχειν ὑπόδειγμα πολιτείας τὸν ἐκείνων βίον. Rom 12,18 Εἰ δυνατὸν εἰπὼν τὸ ἀδύνατον ἐνέφηνεν· εἰ γὰρ καὶ τὰς ἄλλας ἀπεχθείας διαφύγοιμεν, ἀλλ' ὁ τῆς εὐσεβείας θεσμὸς μῖσος ἡμῖν παρὰ τῶν ἀσεβῶν ἐπισπᾶται, ἢ πρὸς τοὺς ἀσεβεῖς ἡμῶν. Rom 12,19 Ὀργὴν ὀνομάζει τὴν παρὰ τοῦ θεοῦ τιμωρίαν, οὐχ ὡς κατὰ πάθος συμβαίνουσαν τῷ θεῷ, ἀλλ' ὅτι οὐκ ἂν ῥᾳδίως νοήσειαν οἱ ἄνθρωποι ἐκδίκησιν γινομένην παρὰ θεοῦ, μὴ τὴν συνήθη τῆς ὀργῆς ὀνομασίαν ἀκούσαντες· ἐπεὶ γὰρ οἱ ἄνθρωποι θυμῷ καὶ ὀργῇ τοὺς εἰς αὐτοὺς ἁμαρτάνοντας ἐπιστρέφουσιν, ταῦτα τῷ θεῷ περιτίθησιν ἡ γραφή, ὡς ἀκούειν καὶ νοεῖν τοῖς πολλοῖς δυνατόν. φησὶν οὖν μὴ 107 ἑαυτοῖς ἐπιτρέπετε τὴν ἐκδίκησιν, δότε δὲ τόπον καὶ παραχωρήσατε τὴν ἐκδίκησιν τῇ ὀργῇ τοῦ θεοῦ τῇ ὡρισμένῃ τοὺς ἠδικημένους ἐκδικεῖν. Rom 12,-21 Ἐστοχασμένως τῆς τοῦ ἀδικηθέντος ὀργῆς ὁ ἀπόστολός φησιν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. οὐ γὰρ ὡς διδάσκαλος κακῶν ταῦτα εἰσηγεῖται -μὴ γένοιτο-ἀλλὰ τέχνῃ καὶ σοφίᾳ καταστέλλει καὶ ἐξημεροῖ τοῦ θυμουμένου τὴν σφοδρότητα. μέγα μὲν γὰρ καὶ τὸ μὴ ἀδικεῖν, μεῖζον δὲ τὸ ἀδικηθέντα μὴ ἀμύνασθαι, ἀλλ' ὀργὴν ζέουσαν ἀποσβέσαι τῷ τῆς ἀνεξικακίας τρόπῳ, καὶ νόμου διδόντος ἀμύνασθαι τοὺς ἀδικήσαντας ἐπιεικέστερον τῆς ἐξουσίας ὀφθῆναι· τὸ δὲ εὖ ποιεῖν τοὺς ἀδικήσαντας, τοῦτο καὶ τῆς φιλοσοφίας ὑπερβαίνει νόμον. ἵνα οὖν ἐκβιάσηται τοῦ ἀδικηθέντος τὴν ὀργὴν καὶ ἀντὶ τοῦ ἀμύνασθαι εὐεργετῆσαι παρασκευάσῃ, τὰ ἐκ τῆς εὐεργεσίας αὐτοῦ δεινὰ συμβαίνοντα τοῖς ἀδικήσασι δίδωσιν ἐλπίζειν.

Rom 13,1 Ἐπειδὴ πολλαὶ ἐξουσίαι διαφόρων καὶ ὑποβεβηκότων ἀρχόντων ἐν

ἀνθρώποις εἰσίν, προσθεὶς ὑπερεχούσαις τὰς βασιλικὰς ἐξουσίας ἔδειξεν· ὅτι γὰρ οὐκ ἄνευ οἰκονομίας καὶ βουλήσεως θεοῦ εἰς τὸ ἄρχειν παρέρχονται βασιλεῖς, διδάσκουσιν αἱ Παροιμίαι. δι' ἐμοῦ, φησί, βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. ἡ δέ γε τῶν Ῥωμαίων ἀρχὴ καὶ οἰκονομίας ἐξαιρέτου παρὰ τοῦ θεοῦ τετύχηκεν· μέλλοντος γὰρ τοῦ σωτῆρος ἐπιφαίνεσθαι τοῖς ἀνθρώποις, μικρὸν προλαβὼν ὁ θεὸς εἰς ὑπηρεσίαν ἑαυτοῦ τὴν Ῥωμαϊκὴν προσεβάλλετο, δι' ἧς ἥμερον καὶ εἰρηνικώτερον τῶν ἀνθρώπων τὸν βίον κατέστησεν. τῶν μὲν ἐπ' ἀλλήλων πολέμων ἀπαλλάξας αὐτούς, τοσαύτην δὲ σχολὴν δοὺς τῆς ἑαυτοῦ ἐπιγνώσεως· δεῦτε, γάρ φησι, καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. καὶ ἐπάγει· σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός. ἀνελόντος τοίνυν τοῦ θεοῦ τοὺς συνεχεῖς πολέμους καὶ δόντος ἐπιμιξίαν πόλεσί τε καὶ ἔθνεσι διὰ τὸ τῆς εὐσεβοῦς πολιτείας κήρυγμα, συνεωρακὼς ὁ ἀπόστολος τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν περὶ τὰς βασιλείας παραινεῖ ὑποτάσσεσθαι ταῖς ἐξουσίαις· τοῦ γὰρ θεοῦ τάξαντος αὐτὰς τὸ μὴ πειθαρχεῖν ἀσεβὲς μετὰ τοῦ καὶ ἐν τῷ παρόντι βίῳ ἐπικίνδυνον ἔχειν τὴν ἀπόνοιαν. 108 Rom 13,2 Οἱ δὲ ἀνθεστηκότες, φησίν, ἑαυτοῖς κρίμα λήψονται, τοῦτ' ἔστιν οἱ μὴ ὑπακούοντες