1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

συγχωρῶν. ἀλλ' οὐ πάντες Ἰουδαῖοι ἐδέξαντο τὸν Χριστὸν οὐδὲ τὴν παρ' αὐτοῦ χάριν ἀλλὰ τὸ κατάλειμμα, οἱ δὲ λοιποὶ ὥσπερ φιλονεικήσαντες μηδέποτε σωθῆναι, ἐξωθήσαντο τὴν χάριν ἐπὶ τὰ ἔθνη. καὶ διὰ τοῦ παραπτώματος αὐτῶν τὸν πλοῦτον ἐδωρήσαντο τῷ κόσμῳ, τοῦτ' ἔστι 104 πλῆθος τῶν σωζομένων. εἰ δὲ τὰ ἐπιστρέψαντα ἔθνη ἐπλούτησεν ὁ θεός, πῶς οὐκ ἂν εἴη μεῖζόν τι ἀγαθὸν καὶ πλοῦτος τελειότατος τῷ κόσμῳ, εἰ μεταγνόντων Ἰουδαίων τὸ ἐλλεῖπον αὐτῶν προστεθείη πλήρωμα, ὥστε καὶ τὰ ἔθνη καὶ Ἰουδαίους πρὸς μίαν τελείαν εὐσέβειαν συνδραμεῖν· πλήρωμα γὰρ ἔθος τῷ ἀποστόλῳ λέγειν τὸ σύστημα τὸ πεπληρωμένον εὐσεβείας καὶ θεογνωσίας. Rom 11,16 Ἀπαρχὴ μὲν καὶ ῥίζα εἰσὶν οἱ πατριάρχαι, ὁ νομοθέτης, οἱ προφῆται· φύραμα δὲ καὶ κλάδοι τὸ σύμπαν τῶν Ἰουδαίων ἔθνος. Rom 11,25-26 Τί ἐστι καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται; ὥσπερ πάντα τὸν κόσμον καὶ πάντα τὰ ἔθνη σώζεσθαι φαμὲν διὰ τὸ πανταχόθεν καὶ ἐκ πάντων τῶν ἐθνῶν εἶναι τοὺς τῇ πίστει προσιόντας, οὕτω καὶ τὸ πᾶς Ἰσραὴλ σωθήσεται οὐ πανδημεὶ τοὺς πάντας σημαίνει, ἀλλ' ἤτοι τοὺς ὑπὸ τοῦ Ἠλία καταλαμβανομένους ἢ τῶν ἁπανταχοῦ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένων τοὺς μέλλοντας προσιέναι τῇ πίστει. Rom 11,30-32 Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ μηδὲν πρὸς τὴν τῶν ἐθνῶν πίστιν ἐνεπόδισεν ἡ προτέρα τούτων ἀπείθεια, οὐδὲ Ἰουδαίοις ἄρα νῦν ἀπειθήσασιν ἡ πρὸς τὸ μέλλον ἀποκλείεται τῆς μετανοίας ἐξουσία. τὸ δὲ ἵνα 105 καὶ αὐτοὶ ἐλεηθῶσιν οὐ τοῦτο δηλοῖ, ὅτι διὰ τοῦτο ἐξεπίτηδες ἥμαρτον ἵνα ἐλεηθῶσιν ὡς καὶ ὑμεῖς, ἀλλ' ὅτι καὶ ἁμαρτόντες ἄξιοί εἰσιν ἐλεηθῆναι ὡς καὶ ὑμεῖς. ὥσπερ δὲ ἐπὶ τοῦ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας καὶ ἐπὶ τοῦ ἐτύφλωσεν ὁ θεὸς τὰ νοήματα τῶν ἀπίστων, οὐχ ὡς τοῦ θεοῦ κακοποιοῦντος δεχόμεθα τὸν λόγον, ἀλλ' ὡς συγχωροῦντος τοῖς ἀνθρώποις πράττειν ἃ βούλονται διὰ τὴν τῆς αὐτεξουσιότητος ἐλευθερίαν· οὕτω καὶ νῦν τὸ συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν νοητέον, ὅτι τοὺς βουληθέντας ἀπειθεῖν εἴασεν ἀπειθεῖν, συγχωρῶν δι' ὅλου τῷ ἀνθρώπῳ τὸ ἐφ' ἑαυτῷ ἔχειν πράττειν ἃ βούλεται. συνέκλεισεν οὖν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, τοῦτ' ἔστι συνεχώρησεν ἀπειθεῖν, οὐχ ἵνα κατακρίνῃ παραμείναντας τοῖς ἁμαρτήμασιν, ἀλλ' ἵνα τῷ χρόνῳ αἰσθομένους ὧν ἁμαρτάνουσι καὶ μεταγνόντας καὶ ἐπιστρέψαντας ἐλεήσῃ. ἢ καὶ τὸ συνέκλεισεν εἰς ἀπείθειαν ἀντὶ τοῦ διήλεγξεν ἀπειθοῦντάς ἐστιν, καὶ οἷον ἀπέκλεισεν αὐτοῖς πᾶσαν ἀπολογίαν, ἵνα αἴσθωνται ὅτι οὐκ ἐξ ἔργων λοιπόν, ἀλλ' ἐκ φιλανθρωπίας θεοῦ καὶ ἐλέου διασώζονται.

Rom 12,3α Ἵνα μή τις οἰηθῇ ἀνθρώπινον εἶναι τῆς παραινέσεως τὸν λόγον,

ἔδειξεν ὅτι διὰ τῆς χάριτος καὶ λέγει καὶ διδάσκει. ἐπειδὴ οὖν δεινότατον νόσημα ἡ ἀλαζονεία ᾗ μάλιστα ἐνέχονται Ῥωμαῖοι, εἰσηγεῖται αὐτοῖς μετριάζειν εἰς τὴν ἀρίστην ἕξιν τῆς ταπεινοφροσύνης, αὐτοὺς ἐνάγων ἀκολούθως τῇ τοῦ πνεύματος διδασκαλίᾳ. ὃς τὸ ὑπέροπτον τῆς ἀνθρωπίνης ἐπιστάμενος φύσεως τῶν μαθητῶν ἔνιψε τοὺς πόδας ταπεινοφρονεῖν αὐτοὺς ἐκπαιδεύων, ἵνα μὴ μετασχόντες τῆς χάριτος καὶ σημεῖα ποιήσαντες φυσηθῶσι τῇ χάριτι καὶ ἐκπέσωσι τῆς δωρεᾶς. Rom 12,3β Ἑκάστῳ, φησίν, ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως, ἀντὶ τοῦ ὡς ἑκάστῳ ἐμέτρησεν χάριν κατὰ τὴν πίστιν αὐτοῦ. Rom 12,6-8 Εἴτε προφητείαν, φησί, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. ἐλλειπῶς εἴρηται τοῦτο· λείπει γὰρ τῷ εἴτε προ 106 φητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως τὸ ἐν προφητείᾳ δεικνύομεν τὴν χάριν ἵνα ᾖ τοιοῦτον· ἔχοντες χαρίσματα διάφορα, εἴτε προφητείαν, εἴτε διακονίαν, εἴτε διδασκαλίαν. οἱ μὲν ἔχοντες προφητείαν, ἐν προφητείᾳ δεικνύομεν τὴν χάριν· οἱ δὲ διακονίαν, ἐν διακονίᾳ· οἱ δὲ διδασκαλίαν, ἐν διδασκαλίᾳ· καὶ ἕκαστος ἐν ᾗ ἐγκεχείρισται ὑπουργίᾳ. προφητεία μὲν οὖν ἐστι προηγουμένως μὲν ἡ τῶν ἀφανῶν πραγμάτων φανέρωσις, εἴτε τῶν μελλόντων, εἴτε τῶν παλαιῶν, εἴτε τῶν ἐνεστώτων