ἀκολουθεῖν, ὡς ἀχλύν τινα, σκεδάσασα. αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδιεσπαρμένως καὶ τὸν τοῦ διδασκάλου, καὶ ὅτι γε Ἀμμώνιος Ἀθήνησιν ἐτελεύτα, οὐ βίον προσειπών. καίτοι γε τὸ κάλλιστον αὐτοῦ τῶν συγγραμμάτων εἰσὶν οἱ καλούμενοι παράλληλοι 2.1.8 βίοι τῶν ἀρίστων κατὰ ἔργα καὶ πράξεις ἀνδρῶν· ἀλλὰ τὸ ἴδιον καὶ τοῦ διδασκάλου καθ' ἕκαστον τῶν βιβλίων ἐγκατέσπειρεν, ὥστε, εἴ τις ὀξυδορκοίη περὶ ταῦτα, [καὶ] ἀνιχνεύων κατὰ τὸ προσπίπτον καὶ φαινόμενον, καὶ σωφρόνως τὰ κατὰ μέρος ἀναλέγοιτο, δύνασθαι τὰ πλεῖστα τῶν 2.1.9 βεβιωμένων αὐτοῖς εἰδέναι. Λουκιανὸς δὲ ὁ ἐκ Σαμοσάτων, ἀνὴρ σπουδαῖος ἐς τὸ γελασθῆναι, ∆ημώνακτος φιλοσόφου κατ' ἐκείνους τοὺς χρόνους βίον ἀνέγραψεν, ἐν ἐκείνῳ τε τῷ βιβλίῳ καὶ ἄλλοις ἐλαχίστοις δι' ὅλου σπουδάσας. 2.2.1 Καὶ ταῦτά γε εἰς μνήμην ἐγὼ τίθεμαι, τοῦτο συνορῶν, 2.2.2 ὅτι τὰ μὲν ἔλαθεν ἴσως ἡμᾶς, τὰ δὲ οὐκ ἔλαθεν. ἐκείνου δὲ καίπερ πολλὴν ποιούμενος φροντίδα καὶ σπουδήν, τοῦ συνεχῆ καὶ περιγεγραμμένην εἰς ἀκρίβειαν ἱστορίαν τινὰ λαβεῖν τοῦ φιλοσόφου καὶ ῥητορικοῦ βίου τῶν ἀρίστων ἀνδρῶν, εἶτα οὐ τυγχάνων τῆς ἐπιθυμίας, ταὐτόν τι τοῖς 2.2.3 ἐρῶσιν ἐμμανῶς καὶ περιφλέκτως ἔπαθον. καὶ γὰρ ἐκεῖνοι, τὴν μὲν ἐρωμένην αὐτὴν ὁρῶντες καὶ τὸ περίψυκτον ἐν τῷ φαινομένῳ κάλλος, κάτω νεύουσιν, ὃ ζητοῦσιν ἰδεῖν ἐξασθε2.2.4 νοῦντες, καὶ περιλαμπόμενοι· ἐὰν δὲ πέδιλον αὐτῆς ἢ πλόκιον ἢ ἐλλόβιον ἴδωσιν, ἐκείνων καταθαρσοῦντες, τὴν ψυχήν τε τῇ ὄψει προσαφιᾶσι καὶ κατατήκονται πρὸς τῷ θεάματι, τὰ σύμβολα τοῦ κάλλους μᾶλλον ἢ τὸ κάλλος ὁρᾶν ἀνεχόμενοι 2.2.5 καὶ στέργοντες. κἀγὼ πρὸς ταύτην ἐξώρμησα τὴν γραφήν, †ὅσα ἢ κατὰ ἀκοήν, ἢ κατὰ ἀνάγνωσιν, ἢ κατὰ ἱστορίαν τῶν κατ' ἐμαυτὸν ἀνθρώπων μὴ παρελθεῖν σιωπῇ καὶ βα σκάνως†, ἀλλ', εἰς ὅσον οἷόν τε ἦν ἀληθείας πρόθυρα καὶ πύλας προσκυνήσαντα, παραδοῦναι τοῖς μετὰ ταῦτα ἢ βουλομένοις ἀκούειν ἢ δυναμένοις ἀκολουθεῖν πρὸς τὸ κάλλιστον. 2.2.6 ἔσχε μὲν οὖν διακοπήν τινα καὶ ῥῆξιν ὁ χρόνος διὰ τὰς κοινὰς συμφοράς· τρίτη δὲ ἀνδρῶν ἐγένετο φορὰ (ἡ μὲν γὰρ δευτέρα μετὰ τὴν Πλάτωνος πᾶσιν ἐμφανὴς ἀνακεκήρυκται ὅτι †κατὰ τοὺς Κλαυδίου καὶ Νέρωνος†· τοὺς γὰρ ἀθλίους καὶ ἐνιαυσίους οὐ χρὴ γράφειν-οὗτοι δὲ ἦσαν οἱ περὶ Γάλβαν, Βιτέλλιον, 2.2.7 Ὄθωνα· Οὐεσπασιανὸς δὲ ὁ ἐπὶ τούτοις καὶ Τίτος καὶ ὅσοι μετὰ τούτους ἦρξαν-, ἵνα μὴ τοῦτο σπουδάζειν δόξωμεν· πλὴν ἐπιτρέχοντί γε καὶ συνελόντι εἰπεῖν, τὸ τῶν ἀρίστων 2.2.8 φιλοσόφων γένος καὶ εἰς Σεβῆρον διέτεινεν). ἀλλὰ εὐτυχές γε ὑπάρχει τοῖς βασιλεῦσι κατὰ τὴν συγγραφήν, ὅτι τὸ κατ' ἀρετὴν ὑπερέχον ἀριθμεῖται τῷ κατὰ τὴν τύχην. νεμεσάτω δὲ μηδὲ εἷς, εἴ γε καὶ ἡμεῖς οὕτως ἀναγράφομεν τοὺς χρόνους· ἀφ' ὧν γε ἦν δυνατὸν συντεκμηριώσασθαι ἢ παραλαβεῖν τὴν προσήκουσαν ἀρχήν, ἀπὸ τούτων εἰς τὸν λόγον ἐπιβησόμεθα. <ΠΛΩΤΙΝΟΣ>. Πλωτῖνος ἦν ἐξ Αἰγύπτου φιλόσοφος. τὸ ἐξ Αἰγύπτου νῦν γράφων, καὶ τὴν πατρίδα προσθήσω. 3.1.2 Λυκὼ ταύτην ὀνομάζουσιν· καίτοι γε ὁ θεσπέσιος φιλόσοφος Πορφύριος τοῦτο οὐκ ἀνέγραψε, μαθητής τε αὐτοῦ γεγενῆσθαι λέγων, καὶ συνεσχολακέναι τὸν βίον ἅπαντα ἢ τὸν 3.1.3 πλεῖστον. τούτου Πλωτίνου θερμοὶ βωμοὶ νῦν, καὶ τὰ βιβλία οὐ μόνον τοῖς πεπαιδευμένοις διὰ χειρὸς ὑπὲρ τοὺς Πλατωνικοὺς λόγους, ἀλλὰ καὶ τὸ πολὺ πλῆθος, ἐάν τι παρα3.1.4 κούσῃ δογμάτων, ἐς αὐτὰ κάμπτεται. τὸν βίον αὐτοῦ πάντα Πορφύριος ἐξήνεγκεν, ὡς οὐδένα οἷόν τε ἦν πλέον εἰσφέρειν· ἀλλὰ καὶ πολλὰ τῶν βιβλίων ἑρμηνεύσας αὐτοῦ φαίνεται. 3.1.5 αὐτοῦ δὲ Πορφυρίου