ὀνόματα οὐδὲν δέομαι γράφειν· ὁ γὰρ λόγος οὐκ ἐπὶ τοὺς 6.10.6 φαύλους ἀλλ' ἐπὶ τοὺς ἀγαθοὺς φέρειν συνεπείγεται. πλὴν ὅσα εἷς αὐτῆς τῶν παίδων (Ἀντωνῖνος ἦν <ὄνομα> αὐτῷ, οὗ καὶ πρὸ βραχέος ἐπεμνήσθην, ὁ διαβαλὼν ἐς τὴν Ἀλεξάνδρειαν, εἶτα τὸ Κανωβικὸν θαυμάσας τε καὶ ὑπεραγασθεὶς τοῦ Νείλου στόμα, καὶ τοῖς ἐκείνῃ θεοῖς τε καὶ ἀρρήτοις ἱεροῖς ἀναθεὶς καὶ προσαρμόσας ἑαυτόν) ταχὺ μάλα πρὸς τὴν τοῦ θείου συγγένειαν ἐπέδωκεν, σώματός τε περιφρονήσας καὶ τῶν περὶ τοῦτο ἡδονῶν ἀπολυθείς, σοφίαν τε ἄγνωστον τοῖς πολλοῖς ἐπιτηδεύσας· περὶ οὗ προσῆκε 6.10.7 καὶ διὰ μακροτέρων εἰπεῖν. ἐπεδείκνυτο μὲν γὰρ οὐδὲν θεουργὸν καὶ παράλογον ἐς τὴν φαινομένην αἴσθησιν, τὰς βασιλικὰς ἴσως ὁρμὰς ὑφορώμενος ἑτέρωσε φερούσας· τοῦ δὲ τὴν καρτερίαν καὶ τὸ ἄκαμπτον καὶ ἀμετάστατον ἐθαύ6.10.8 μαζον ἅπαντες. καὶ κατῄεσάν γε παρ' αὐτὸν ἐπὶ θάλασσαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν τότε σχολάζοντες, ἡ δὲ Ἀλεξάνδρεια διά γε τὸ τοῦ Σεράπιδος ἱερὸν ἱερά τις ἦν οἰκουμένη· 6.10.9 οἱ γοῦν πανταχόθεν φοιτῶντες ἐς αὐτὴν πλῆθός τε ἦσαν τῷ δήμῳ παρισούμενοι, καί, μετὰ τὰς θεραπείας τοῦ θείου, παρὰ τὸν Ἀντωνῖνον ἔτρεχον, οἱ μὲν διὰ γῆς, ὅσοι γε ἔτρεχον, τοῖς δὲ ἐξήρκει τὰ ποτάμια πλοῖα, μετὰ ῥᾳστώνης 6.10.10 ἐπὶ τὴν σπουδὴν ὑποφέροντες. συνουσίας δὲ ἀξιωθέντες, οἱ μὲν λογικὸν πρόβλημα προθέμενοι, ἀφθόνως καὶ αὐθωρὸν τῆς Πλατωνικῆς ἐνεφοροῦντο σοφίας, οἱ δὲ τῶν θειοτέρων τι προβάλλοντες, ἀνδριάντι συνετύγχανον· οὐκοῦν ἐφθέγγετο πρὸς αὐτῶν οὐδένα, ἀλλὰ τὰ ὄμματα στήσας καὶ διαθρήσας εἰς τὸν οὐρανόν, ἄναυδος ἔκειτο καὶ ἄτεγκτος, οὐδέ τις εἶδεν αὐτὸν περὶ τῶν τοιούτων ῥᾳδίως εἰς ὁμιλίαν ἐλθόντα ἀνθρώπων. 6.11.1 Ὅτι δὲ ἦν τι θειότερον τὸ κατ' αὐτόν, οὐκ εἰς μακρὰν ἀπεσημάνθη· οὐ γὰρ ἔφθανεν ἐκεῖνος ἐξ ἀνθρώπων ἀπιών, καὶ ἥ τε θεραπεία τῶν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὸ Σεραπεῖον ἱερὸν διεσκεδάννυτο· οὐχ ἡ θεραπεία μόνον, ἀλλὰ καὶ τὰ οἰκοδομήματα, καὶ πάντα ἐγίνετο καθάπερ ἐν 6.11.2 ποιητικοῖς μύθοις, τῶν Γιγάντων κεκρατηκότων. καὶ τὰ περὶ τὸν Κάνωβον ἱερὰ ταὐτὸ τοῦτο ἔπασχον, Θεοδοσίου μὲν τότε βασιλεύοντος, Θεοφίλου δὲ προστατοῦντος τῶν ἐναγῶν, ἀνθρώπου τινὸς Εὐρυμέδοντος ὅς ποθ' ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν, Εὐαγρίου δὲ τὴν πολιτικὴν ἀρχὴν ἄρχοντος, Ῥωμανοῦ δὲ 6.11.3 τοὺς κατ' Αἴγυπτον στρατιώτας πεπιστευμένου· οἵτινες, ἅμα φραξάμενοι κατὰ <τῶν ἱερῶν> λιθ<ίν>ων καὶ λιθοξο<άν>ων, ἐπὶ θυμὸν ταῦτα βαλλόμενοι, πολέμου δὲ μήτε ἀκοὴν <μήτε παρακοὴν> ὑφιστάμενοι, τῷ τε Σεραπείῳ κατελυμήναντο καὶ τοῖς ἀναθήμασιν ἐπολέμησαν, ἀνανταγώνιστον καὶ ἄμα6.11.4 χον νίκην νικήσαντες. τοῖς γοῦν ἀνδριᾶσι καὶ ἀναθήμασι ἐς τοσόνδε γενναίως ἐμαχέσαντο, ὥστε οὐ μόνον ἐνίκων αὐτά, ἀλλὰ καὶ ἔκλεπτον, καὶ τάξις ἦν αὐτοῖς πολεμικὴ τὸ 6.11.5 ὑφελόμενον λαθεῖν. τοῦ δὲ Σεραπείου μόνον τὸ ἔδαφος οὐχ ὑφείλοντο διὰ βάρος τῶν λίθων, οὐ γὰρ ἦσαν εὐμετακίνητοι· συγχέαντες δὲ ἅπαντα καὶ ταράξαντες, οἱ πολεμικώτατοι καὶ γενναῖοι, καὶ τὰς χεῖρας ἀναιμάκτους μέν, οὐκ ἀφιλοχρημάτους δὲ προτείναντες, τούς τε θεοὺς ἔφασαν νενικηκέναι, καὶ τὴν ἱεροσυλίαν καὶ τὴν ἀσέβειαν εἰς ἔπαινον σφῶν αὐτῶν κατελογίζοντο. 6.11.6 Εἶτα ἐπεισῆγον τοῖς ἱεροῖς τόποις τοὺς καλουμένους μοναχούς, ἀνθρώπους μὲν κατὰ τὸ εἶδος, ὁ δὲ βίος αὐτοῖς συώδης, καὶ ἐς τὸ ἐμφανὲς ἔπασχόν τε καὶ ἐποίουν μυρία κακὰ καὶ ἄφραστα. ἀλλ' ὅμως τοῦτο μὲν εὐσεβὲς ἐδόκει, τὸ 6.11.7 καταφρονεῖν τοῦ θείου· τυραννικὴν γὰρ εἶχεν ἐξουσίαν τότε πᾶς ἄνθρωπος μέλαιναν φορῶν ἐσθῆτα, καὶ δημοσίᾳ βουλόμενος ἀσχημονεῖν· εἰς τοσόνδε ἀρετῆς ἤλασε τὸ ἀνθρώπινον. ἀλλὰ περὶ τούτων μὲν καὶ ἐν τοῖς καθολικοῖς 6.11.8 τῆς ἱστορίας συγγράμμασιν εἴρηται. τοὺς δὲ μοναχοὺς τούτους καὶ εἰς τὸν Κάνωβον καθίδρυσαν, ἀντὶ τῶν νοητῶν θεῶν εἰς ἀνδραπόδων θεραπείας, καὶ οὐδὲ χρηστῶν, καταδήσαντες τὸ