αὐτῷ δῶρα <καὶ> θεραπείαν συνέπεμψε πρὸς τὴν ἐπιμέλειαν τῆς Ἑλλάδος ἱερῶν, τὸν Μάξιμον εὐθὺς μετε7.3.10 πέμψατο καὶ τὸν Χρυσάνθιον. καὶ μία γε ἦν ἐπ' ἀμφοῖν ἡ κλῆσις. τοῖς δὲ ἐπὶ τοὺς θεοὺς καταφεύγειν ἐδόκει, καὶ ἄνδρες οὕτω δραστήριοι καὶ πεῖραν ἔχοντες, καὶ συνενεγκόντες εἰς ταὐτὸ τὴν πεῖραν, καὶ τὴν περὶ ταῦτα ὀξυδορκίαν καὶ διάθρησιν τῆς ψυχῆς ἀνεγείραντες καὶ συστησάμενοι, σημείοις 7.3.11 ἐγχρίμπτουσιν ἀπηνέσι καὶ ἀγρίοις (ἐκεῖνοι ᾔδεσαν τὰ φανθέντα σημεῖα). ὁ μὲν οὖν Χρυσάνθιος εὐθὺς καταπλαγεὶς καὶ πρὸς τὴν ὄψιν ὑποπτήξας, τὴν γλῶσσαν ἐνδακών, "οὐ μενετέον" εἶπεν "ἐμοὶ μόνον ἐνταῦθα, ὦ Μάξιμε φίλτατε, 7.3.12 ἀλλὰ καὶ φωλευτέον·" ὁ δὲ ἀναστήσας ἑαυτόν "ἀλλ' ἐπιλελῆσθαί μοι δοκεῖς," εἶπεν "ὦ Χρυσάνθιε, τῆς παιδείας ἣν ἐπαιδεύθημεν, ὡς τῶν ἄκρων γέ ἐστιν Ἑλλήνων καὶ ταῦτα πεπαιδευμένων μὴ πάντως εἴκειν τοῖς πρώτως ἀπαντήσασιν, ἀλλ' ἐκβιάζεσθαι τὴν τοῦ θείου φύσιν ἄχρις ἂν ἐπικλίνῃ πρὸς τὸν θεραπεύοντα." Χρυσανθίου δὲ ὑπολα7.3.13 βόντος, "ἴσως σὺ ταῦτα πράττειν εἶ δεινὸς καὶ τολμηρός, ἐγὼ δὲ τούτοις οὐκ ἂν μαχεσαίμην τοῖς σημείοις" καὶ μετὰ τοὺς λόγους ἀποχωρήσαντος, ὁ μὲν Μάξιμος ἐπέμεινεν ἅπαντα 7.3.14 πράττων, ἔστε ἔτυχεν ὧν ἐβούλετο καὶ κατεπεθύμει· ὁ δὲ Χρυσάνθιος ἀκινητότερος ἐπέμενεν ἀνδριάντος, τοὺς ἐξ ἀρχῆς πεπηγότας παρ' ἑαυτῷ λογισμοὺς μηδὲ κινῆσαι διανοούμενος. πάντες οὖν ἄνθρωποι παρὰ τὸν Μάξιμον ἤδη συνετρόχαζον κατὰ τὴν Ἀσίαν, ὅσοι τε ἦσαν ἐν ἀρχαῖς καὶ ὅσοι 7.3.15 τούτων ἀπελέλυντο, τό τε κρεῖττον τῶν βουλευτηρίων. καὶ δῆμος ἐστενοχώρει τὰς προόδους τῷ Μαξίμῳ μετὰ βοῆς πηδῶντες, ἣν δῆμος, ὅταν τινὰ θεραπεύειν, ἐκ πολλοῦ μεμελέτηκεν· αἵ τε γυναῖκες παρὰ τὴν γυναῖκα τῇ πλαγίᾳ θύρᾳ παρεισεχέοντο, τὴν εὐδαιμονίαν θαυμάζουσαι καὶ μεμνῆσθαι 7.3.16 σφῶν ἀξιοῦσαι· ἡ δὲ φιλοσοφίας ἕνεκεν Μάξιμον <οὔτε νεῖν> οὔτε γράμματα εἰδότα ἀπέφαινεν. ὁ μὲν οὖν Μάξιμος ὑπὸ τῆς Ἀσίας πάσης προσκυνούμενος, ἐπὶ τὴν συντυχίαν ἀνῄει τοῦ βασιλέως, Χρυσάνθιος δὲ ἔμεινε κατὰ χώραν, ἐκεῖνο θεοῦ κατ' ὄναρ, ὡς πρὸς τὸν ταῦτα γράφοντα ἔλεγεν ἐς ὕστερον, εἰπόντος· ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ' ἔκλυον αὐτοῦ. 7.4.1 Ὡς δὲ καὶ ὁ Μάξιμος μετὰ τοσαύτης πομπείας ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησέ τε καὶ διὰ ταχέων εἰς αὐτὴν παρελθὼν ἐξέλαμψεν, ὅ τε γὰρ βασιλεὺς καὶ οἱ βασιλευόμενοι πάντα ἦσαν ἐπὶ Μαξίμῳ, νὺξ καὶ ἡμέρα διέφερεν αὐτοῖς οὐδέν, οὕτως ὑπὲρ τῶν παρόντων ἐπὶ τοὺς θεοὺς 7.4.2 ἅπαντα ἀνέφερον· ἐνταῦθα ὁ μὲν Μάξιμος βαρὺς ἦν ἤδη περὶ τὰ βασίλεια, στολήν τε ἁβροτέραν ἢ κατὰ φιλόσοφον περιχεόμενος, καὶ πρὸς τὰς ἐντεύξεις ὢν χαλεπώτερος καὶ 7.4.3 δυσχερέστερος· ὁ δὲ βασιλεὺς ἠγνόει τὰ πραττόμενα. μεταπέμψασθαι γοῦν αὐτοῖς, ἐκβιασαμένου τοῦ βασιλέως, ἔδοξε καὶ τὸν Πρίσκον· ὁ δὲ Μάξιμος ἀπῄτει, προσαναγκάζων, 7.4.4 καὶ τὸν Χρυσάνθιον. καὶ ἄμφω γε ἦσαν μετάπεμπτοι, ὁ μὲν Πρίσκος ἐκ τῆς Ἑλλάδος, Χρυσάνθιος δὲ ἀπὸ Λυδίας καὶ Σάρδεων. καὶ οὕτω γε ἐξεκρέματο τῆς τοῦ ἀνδρὸς συνουσίας ὁ θεσπέσιος Ἰουλιανός, ὥστε τοῖς μὲν ὡς φίλοις ἐπέστελλεν, 7.4.5 καθάπερ θεοὺς ἱκετεύων ἐλθεῖν καὶ συνεῖναι· τῷ δὲ Χρυσανθίῳ καὶ γυναῖκα εἶναι πυθόμενος, Μελιτὴν ὄνομα ἔχουσαν καὶ ὑπ' αὐτοῦ θαυμαζομένην διαφερόντως (τοῦ δὲ ταῦτα γράφοντος ἀνεψιάν), ἰδίᾳ που καθίσας ἑαυτόν, καὶ πρὸς τὴν γυναῖκα ἐπέστελλεν αὐτὸς γράφων, οὐδενὸς εἰδότος, καὶ παντοίας ἀφιεὶς φωνάς, τὸν ἄνδρα πείθειν μηδαμῶς ἀπα7.4.6 γορεῦσαι τὴν ἔξοδον· καὶ τὴν πρὸς Χρυσάνθιον αἰτήσας ἐπιστολήν, εἶτα εἰσβαλὼν ἐκείνην καὶ σφραγῖδα ἀμφοτέραις ἐπιθείς, †ὡς ἂν τὴν μίαν† τοὺς ἄξοντας ἔστελλεν πολλὰ καὶ ἀπὸ στόματος φράσας ἃ χρήσιμα ἐνόμιζεν πρὸς τὸ ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. 7.4.7 ὁ μὲν οὖν Πρίσκος ἦλθε, καὶ ἐλθὼν ἐσωφρόνει· καί τοί γε οὐκ ἐλάττους ἦσαν αὐτὸν οἱ θεραπεύοντες, ἀλλ' ἔμενεν