Vitae sophistarum

 ἀκολουθεῖν, ὡς ἀχλύν τινα, σκεδάσασα. αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδιεσπαρμένως καὶ τὸν τοῦ διδασκάλ

 βίον ἀνέγραψεν οὐδὲ εἷς, ὅσα γε [εἰς] ἡμᾶς εἰδέναι· ἀναλεγομένῳ δὲ ἐκ τῶν δοθέντων κατὰ τὴν ἀνάγνωσιν σημείων τοιαῦτα ὑπῆρχε τὰ περὶ αὐτόν. <ΠΟΡΦΥΡΙΟΣ

 καὶ μετὰ ταῦτα ἄλλα πραγ ματεύεται πολλά, ὅπως χρὴ τούτων ποιεῖσθαι τὴν ἐπιμέλειαν. φησὶ δὲ καὶ δαιμόνιόν τινα φύσιν ἀπὸ λουτροῦ τινος διῶξαι καὶ ἐκβα

 ἄφθονος. ὀλίγα μὲν οὖν χωρὶς τῶν ἑταίρων καὶ ὁμιλητῶν ἔπραττεν ἐφ' ἑαυτοῦ, τὸ θεῖον σεβαζόμενος· τὰ δὲ πλεῖστα τοῖς ἑταίροις συνῆν, τὴν μὲν δίαιταν ὢν

 χρυσοειδεῖς αὐτῷ κόμαι τὰ μετάφρενα καὶ τὰ στέρνα περιέστιλβον, καὶ ὅλον ἐῴκει λουομένῳ τε καὶ λελουμένῳ. καταπλαγέντων δὲ τῶν ἑταίρων, ἐπὶ τὴν ἐχομέ

 κάλλους. οὕτω κἀκεῖνος ἐπαινέσαι προελόμενος διὰ τὴν ἀλήθειαν, τὸ μὲν μέγεθος ἐμφαίνει τῶν καθ' ἑαυτὸν ἐν τοῖς δικαστηρίοις κολάσεων καὶ ἀτυχημάτων, α

 ἐπιβουλῆς ἠμέλουν. ὥσπερ οὖν ὅτε ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους ἁπάντων Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε κατηγορίαν καὶ γραφήν,

 δὲ ἐτύγχανε μὲν ἱκανὴ καὶ μαιώσασθαι γυναῖκας ἐπὶ τῷ λοχεύεσθαι. <καὶ> προθεμένης αὐτῆς κύλικα τῷ Αἰγυπτίῳ καὶ τὸν ἠρτυμένον οἶνον καταχεομένης, προσδ

 ἑαυτοῦ χεῖρα καὶ τὰ γεγραμμένα, εὗρε τὸν χρησμὸν ἐπὶ τῆς χειρὸς 6.4.4 γεγραμμένον. ἔστι δὲ οὗτος· δοιῶν Μοιράων ἐπὶ νήμασι νήματα κεῖται εἵνεκα σῆς βι

 εὐκόλως ἀποδείξεων, ἐξελθεῖν μὲν αὐτὸν κελεύει, καὶ ὃς ἐξῄει λόγῳ συνῃρηκὼς τύραννον· ὁ δὲ ἐπὶ τράπεζάν τε εὐθὺς διὰ τῶν θαλαμηπόλων εἰσεκάλει, καί, π

 τέ ἐστιν καὶ τὸν σὸν βίον, δῶρον οὐρανόμηκες καὶ τῶν ἀστέρων ἐφικνούμενον, ἄφες παρ' ἡμῖν τὴν Σωσιπάτραν ταύτην τροφεῦσι καὶ πατράσιν ἀληθεστέροις, κα

 ἐστιν, ὦ τέκνον; ἡ δὲ ἐπισχοῦσα μικρόν, ἀλλὰ νῦν γε ἔφη συνορῶ τὸ λεχθέν. ὡς γὰρ ταῦτα ἐμοὶ δακρύον τες ἐνεχείριζον, σκόπει, ἔφασαν, ὦ τέκνον· ἡμε

 ἔπραττεν, καὶ τὰ φανέντα ἀνεκάλυψε σημεῖα. τοῦ δὲ πεσόντος ἐπὶ τὴν γῆν ἀχανοῦς, καὶ θεὰν ἄντικρυς εἶναι τὴν Σωσιπάτραν ὁμολογοῦντος, ἀνίστω φησίν ὦ

 ὀνόματα οὐδὲν δέομαι γράφειν· ὁ γὰρ λόγος οὐκ ἐπὶ τοὺς 6.10.6 φαύλους ἀλλ' ἐπὶ τοὺς ἀγαθοὺς φέρειν συνεπείγεται. πλὴν ὅσα εἷς αὐτῆς τῶν παίδων (Ἀντωνῖ

 ἀνθρώπινον. ὀστέα γὰρ καὶ κεφαλὰς τῶν ἐπὶ πολλοῖς ἁμαρτήμασιν ἑαλωκότων συναλίζοντες, οὓς τὸ πολιτικὸν ἐκόλαζε δικαστήριον, θεούς τε ἀπεδείκνυσαν, καὶ

 ἀφῖκτο, καὶ τὸ σῶμα ἔκαμνε· τῆς δὲ ὁμιλίας αὐτοῦ προεστήκεσαν καὶ ἀνὰ τοὺς πρώτους ἐφέροντο Μάξιμός τε, ὑπὲρ οὗ τάδε γράφεται, καὶ Χρυσάνθιος ὁ ἐκ Σάρ

 αἱ λαμπάδες ἀνάψουσιν, ἃς ἐν ταῖν χεροῖν ἡ θεὸς φέρει· καὶ τοὺς λόγους ἔφθανεν τὸ φῶς ταῖς λαμπάσι περιφλεγόμενον. ἡμεῖς μὲν οὖν τὸν θεατρικὸν ἐκεῖνο

 αὐτῷ δῶρα <καὶ> θεραπείαν συνέπεμψε πρὸς τὴν ἐπιμέλειαν τῆς Ἑλλάδος ἱερῶν, τὸν Μάξιμον εὐθὺς μετε7.3.10 πέμψατο καὶ τὸν Χρυσάνθιον. καὶ μία γε ἦν ἐπ'

 ὅμως ἀκίνητος, οὐχ ὑπὸ τῆς βασιλείας ἐπαιρόμενος, ἀλλὰ τὴν βασιλείαν καταφέρων καὶ ὁμαλίζων ἐς τὸ φιλοσοφώτερον. 7.4.8 Ὁ δὲ Χρυσάνθιος οὐδὲ ταύταις ἑά

 πολλὴν εἰς τὰ πράγματα συνέφερεν εὔνοιαν, τῷ τε σώματι παραβαλλόμενος ἐς τοὺς πρώτους κινδύνους, καὶ πρὸς τὸν τῆς αὐλῆς ἔπαρχον ἄντικρυς διαφερόμενος,

 γὰρ αὐτίκα οἵ τε συστησάμενοι καὶ ἀρθμήσαντες· πάντων δὲ πανταχοῦ ἁρπαζομένων καὶ κατακοπτομένων, ὥσπερ ἀλεκτορίδων ἐν ἑορτῇ καὶ συμποσίῳ κοινὴν εὐωχί

 τὸ Πέργαμον, καὶ τῶν ἑταίρων παρῆσαν οἱ τιμιώτεροι· 8.1.6 ὁ δὲ διδάσκαλος ἁρμονίαν τινὰ καὶ ἐπιμέλειαν πρὸς τὸ ἀνθρώπειον ἐμφυτεύων τοῖς μαθηταῖς, ὡς

 τῶν δημοσίων θεάτρων 9.1.6 εἰς μίμησιν, ἀλλὰ ἔλαττον καὶ ὅσον πρέπειν οἰκίᾳ. τοσαύτη γὰρ ἦν Ἀθήνησιν ἡ στάσις τῶν τότε ἀνθρώπων καὶ νέων, καθάπερ τῆς

 (ταῦτα δὲ πρὸς τὸν συγγραφέα Τουσκιανὸς ἐξήγγελλε παρὼν τῇ κρίσει, καὶ εἴσω τῶν κατηγορουμένων) παρελθὼν εἰς μέσους Προαιρέσιος ἄδεσμος, ἐμβοήσαντος α

 ἥλιος μακροτέραν ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος (ἐνεβεβήκει γὰρ τῷ Ζυγῷ καὶ τὰ νυκτερεῖα ἔμελλε)· καὶ ὁ ναύκληρος ὤν που καὶ ξένος Προαιρεσίου π

 γέγονε καλός, καὶ θαυμάζειν τὴν τοῦ κάλλους δύναμιν ὅτι πρὸς τοσοῦτο σῶμα 10.3.2 διὰ πάντων εἰς τὴν ἀρίστην πλάσιν ἐξήρκεσεν· τὸ δὲ μέγεθος ἦν ἡλίκον

 διὰ πλοῦτον, Προαιρεσίῳ δὲ ὁ λόγος ἤρκει μόνος, ὥσπερ ὁ Ὁμηρικὸς Ἑρμῆς ἐπὶ τὴν σκηνὴν τὴν Ἀχιλ10.3.17 λέος κἀν τοῖς πολεμίοις παραπέμπων τὸν Πρίαμον.

 μέλλον οὐδεὶς ἠπίστατο· τοῦ δὲ εἰπόντος ὡς καὶ ἕτερον αἰτήσω βαρύτερον, εἶτα κελευ10.5.2 σθέντος εἰπεῖν, κροτείτω με φησί μηδὲ εἷς. ὡς δὲ καὶ το

 ἀριπρεποῦς ἀξιώματος φερόμενος, συλλαβεῖν, καὶ τὸ νοούμενον ἐκ τῶν ἀρχαίων ἰνδαλμάτων φάντασμα ἐπὶ τὴν ὄψιν σπάσαι, 10.6.4 πρὸς τὴν Ἑλλάδα ἔσπευσε. κα

 ὄψιν καὶ τὰ φαινόμενα μεταφέροντες τὴν ἔκπληξιν, τοῦ τε σώματος αὐτοῦ τὸ κάλλος καὶ τὸ ὕψος ἐτεθήπεσαν, ὥσπερ ἐς ἀνδριάντα τινὰ καὶ τὸ κολοσ10.7.2 σὸν

 ταχὺ μάλα ἐπὶ τὴν πολιτικὴν κατεπήδησεν. 10.8.1 Ἰουλιανοῦ δὲ βασιλεύοντος, <ἐν> τόπῳ τοῦ παιδεύειν ἐξειργόμενος (ἐδόκει γὰρ εἶναι χριστιανός) συνορῶν

 φάσκουσιν. ἹΜΕΡΙΟΣ· τὸν ἄνδρα τοῦτον ἤνεγκε μὲν Βιθυνία, οὐκ ἔγνω δὲ αὐτὸν ὁ ταῦτα γράφων· καί τοί γε ἦν κατ' ἐκείνους τοὺς χρόνους. ἀλλὰ πρὸς τὸν αὐτ

 Λιβανίῳ 16.1.10 καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος· ἀλλὰ τό τε ἦθος εὐθὺς οἷός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε τῆς ψυχῆς ἐπί τε τὸ χεῖρ

 τὸ μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς δὲ ἑαυτῷ μαρτυρῶν τὴν 17.1.3 περὶ τὰ λεξείδια <ἐπί>στασιν καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ π

 παιδὸς ἦν ἐπιφανής, πάσης παιδείας μετεσχηκὼς ἣ πρὸς ἀρετὴν συμφέρει τε καὶ τελεῖ. 21.1.2 προϊὼν δὲ ἐς ἡλικίαν, ἀκροατής τε ἐγένετο τοῦ μεγάλου 21.1.3

 ἀκρίβειαν, καὶ φανερῶς ὁμολογεῖν ὅτι συντυγχάνοντες Ἰωνικῷ, τὰ παρὰ τοῖς παλαιοῖς εἰρημένα μανθάνουσιν ἔργῳ, καὶ πρὸς τὴν χρείαν ἐξάγουσιν, ὥσπερ ὀνόμ

 ἔχων τι φιλόνεικον ἐν τῇ φύσει καὶ δυσεκβίαστον, τοῖς φανθεῖσιν σημείοις παρὰ τῶν θεῶν ἀντιβαίνων, ἕτερα 23.2.2 ᾔτει καὶ προσηνάγκαζεν· ὁ δὲ Χρυσάνθιο

 παρόντων, ἐγένετο κίνησις, καὶ συμβαλέσθαι τι τοῖς λεγομένοις ἔδοξεν αὐτῷ, πάντα ἦν ἡσυχίας μεστά, καθάπερ οὐ παρόντων ἀνθρώπων· 23.3.7 οὕτως οὔτε τὰς

 παρῆσαν μὲν ἅπαντες, καὶ ὁ ταῦτα γράφων παρῆν· ὁ δὲ Ἰοῦστος ἐπιστήσας, καὶ τὴν τῶν ὀφθαλμῶν στάσιν ἐπερείσας (ἔκειτο δὲ τὸ ἱερεῖον ἐν ᾧ δήποτε τῷ σχήμ

 ψυχὰς κατέσεισεν εἰς φόβον, μόνος ἔμεινεν ἀσάλευτος, ὥστε εἴκα23.6.2 σέν τις * οὔτε ἐπὶ γῆς εἶναι τὸν ἄνδρα. κατ' ἐκείνους δὴ τοὺς χρόνους καὶ Ἑλλησπό

τὸ μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς δὲ ἑαυτῷ μαρτυρῶν τὴν 17.1.3 περὶ τὰ λεξείδια <ἐπί>στασιν καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ παντὸς ἔμελε μέτρου, ἀλλ' εὐφωνίας τινὸς καὶ μέλους, μήτε Φειδίᾳ τοῦ τὸν δάκτυλον παραλαβεῖν καὶ τὸν παῖδα πρὸς ἔπαινον τῆς θεᾶς, ἀλλὰ τυραννεῖν τὸ μὲν κατὰ τὴν ἀκοήν, <τὸ δὲ κατὰ τὴν ὄψιν>, καὶ τὸ αἴτιον ὑπάρχειν ἀνεύρετον ἢ δύσκριτον, ὥσπερ ἐν τοῖς καλοῖς καὶ ἐρασμίοις σώμασιν, οὐ πάντες τὸ αὐτὸ θαυμάζουσιν, ὁ δὲ ἁλοὺς οὐκ οἶδεν ὅθεν εἴληπται. ὁ μὲν οὖν Ἀκάκιος ἐς τὸ ἄριστον ἀναδραμών, καὶ πολλὴν ἑαυτῷ παρασχὼν δόξαν ὡς τοῦ Λιβανίου κρατήσων, ἀπῄει νέος ὢν ἔτι· οἱ δὲ ἄνθρωποι, ὅσον σπουδαῖον ἐν αὐτοῖς, ἐθαύμαζον αὐτὸν ὥσπερ εἰς γῆρας ἀφιγμένον. ΝΥΜΦΙ∆ΙΑΝΟΣ. Νυμφιδιανὸς δὲ ἦν μὲν ἐκ Σμύρνης, Μάξιμος δὲ ἦν ὁ φιλόσοφος ἀδελφὸς αὐτῷ, καὶ Κλαυδιανὸς ἕτερος, φιλοσοφῶν καὶ αὐτὸς ἄριστα. ἀνὴρ δὲ τῆς μὲν Ἀθήνησι παιδείας καὶ ἀγωγῆς οὐ μετεσχηκώς, γεγονὼς δὲ 18.1.2 εἰς ῥητορικὴν καὶ τοῦ τῶν σοφιστῶν ὀνόματος ἄξιος. ὁ δὲ αὐτοκράτωρ Ἰουλιανὸς αὐτῷ καὶ τὴν βασιλικὴν γλῶτταν ἐπέτρεψε, ταῖς ἐπιστολαῖς ἐπιστήσας, ὅσαι διὰ τῶν ἑλληνικῶν ἑρμηνεύονται λόγων. κρείττων δὲ κατὰ τὰς καλουμένας μελέτας καὶ τὰ ζητήματα, τὰ δὲ ἐν προάγωσιν καὶ τῷ δια18.1.3 λεχθῆναι οὐκ ἔθ' ὅμοιος. τελευτὴ δὲ αὐτῷ συνέβη γενομένῳ πρεσβύτῃ, καὶ μετὰ τὸν ἀδελφὸν Μάξιμον. ΖΗΝΩΝ. Ἰατροὶ δὲ κατὰ τούτους ἤκμαζον τοὺς χρόνους, Ζήνων τε ὁ Κύπριος, διδασκαλίαν τε πολυύμνητον συστησάμενος (ἀλλ' ἐπέβαλε τοῖς χρόνοις Ἰουλιανῷ τῷ σοφιστῇ) καὶ μετ' ἐκεῖνον, κατὰ τοὺς Προαιρεσίου χρόνους, οἱ διάδοχοι Ζή19.1.2 νωνος. ἄμφω δὲ ὁ Ζήνων ἐξήσκητο λέγειν τε καὶ ποιεῖν ἰατρι19.1.3 κήν. τῶν δὲ ὀνομαστῶν ὁμιλητῶν αὐτοῦ διαλαχόντες, οἱ μὲν τὸ ἕτερον, οἱ δὲ ἀμφότερα, κατελείφθησαν· ἐκράτουν δὲ ὅμως καὶ καθ' ὅ τις ἐκληρονόμησεν ἔργου τε καὶ λόγου. ΜΑΓΝΟΣ. Οὗτος ἐκ μὲν Ἀντιοχείας ἦν γεγονώς, τῆς .1.2 ὑπὲρ τὸν Εὐφράτην, ἣν νῦν Νίσιβιν ὀνομάζουσιν· ἀκροατὴς δὲ γενόμενος Ζήνωνος καὶ †τῇ περὶ τῶν σωμάτων τῶν προαιρετικῶν φύσει,† τὸν Ἀριστοτέλην ἐς τὸ δύνασθαι λέγειν συνεφελκυσάμενος σιωπᾶν μὲν ἐν τῷ λέγειν τοὺς ἰατροὺς ἠνάγκαζε, θεραπεύειν δὲ οὐκ ἐδόκει δυνατὸς εἶναι .1.3 καθάπερ λέγειν. ὥσπερ οὖν οἱ παλαιοί φασιν Ἀρχίδαμον, εἰ Περικλέους εἴη δυνατώτερος ἐρωτώμενον "ἀλλὰ κἂν καταβάλω Περικλέα," φάναι "λέγων ἐκεῖνος ὅτι μὴ καταβέβληται, νενίκηκεν," οὕτω καὶ τοὺς θεραπευθέντας ὑφ' ἑτέ.1.4 ρων ἀπεδείκνυ Μάγνος ἔτι νοσοῦντας. οἱ δὲ ὑγιαίνοντες καὶ ἐρρωμένοι χάριν ὡμολόγουν τοῖς θεραπεύσασιν· ἀλλ' ἐκράτει τῶν ἰατρῶν μέχρι τοῦ στόματος καὶ τῶν ἐρωτήσεων. .1.5 καὶ διδασκαλεῖον μὲν ἐξῄρητο κοινὸν αὐτῷ κατὰ τὴν Ἀλεξάνδρειαν, καὶ πάντες ἔπλεον καὶ παρ' αὐτὸν ἐφοίτων, ὡς θαυμάσαντές τι μόνον ἢ ληψόμενοι τῶν παρ' ἐκείνου καλῶν. .1.6 καὶ ἀποτυγχάνειν οὐ συνέβαινεν αὐτοῖς· ἢ γὰρ τὸ λαλεῖν ἐκέρδαινον, ἢ καὶ τὸ δύνασθαι ποιεῖν τι καὶ ἐνεργεῖν διὰ τῆς σφετέρας ἐπιμελείας προσελάμβανον. ὈΡΙΒΑΣΙΟΣ. Ὀριβάσιον δὲ Πέργαμος ἤνεγκε, καὶ τοῦτο εὐθὺς οὕτω συνετέλει πρὸς δόξαν, ὥσπερ τοῖς Ἀθήνησι γεγονόσιν, ὅταν εὐδοκιμῶσι κατὰ τοὺς λόγους, πολὺς ἄνω χωρεῖ λόγος ὅτι Ἀττικὴ Μοῦσα καὶ τὸ ἀγαθὸν οἰκεῖον. ἑκατέρων δὲ εὖ πεφυκώς, ἐκ