1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

ΚΕΦΑΛ. Γʹ. Ἀδύνατον δέ τινα τῶν παθῶν τούτων περιγενέσθαι, μὴ παντελῶς βρωμάτων, καὶ χρημάτων, καὶ δόξης ὑπεριδόντα, ἔτι δὲ καὶ τοῦ ἰδίου σώματος διὰ τοὺς ῥαπίζειν αὐτὸ πολλάκις ἐπιχειροῦντας· πᾶσα οὖν ἀνάγκη μιμεῖσθαι τοὺς κινδυνεύοντας, ἐν θαλάττῃ, καὶ τῶν σκευῶν ἐκβολὴν ποιουμένους διὰ τὴν βίαν τῶν ἀνέμων καὶ τῶν ἐπανισταμένων κυμάτων. Ἀλλ' ἐνταῦθα προσεκτέον ἀκριβῶς, μήπως ἐκβολὴν ποιούμενοι τῶν σκευῶν, πρὸς τὸ θεαθεῖναι τοῖς ἀνθρώποις ποιήσωμεν· ἐπεὶ ἀπέχομεν τὸν μισθὸν ἡμῶν, καὶ ἄλλο τοῦ προτέρου χαλεπώτερον διαδέξεται ἡμᾶς ναυάγιον, τοῦ τῆς κενοδοξίας ἡμῖν ἀντιπνεύσαντος δαίμονος. ∆ιὸ καὶ ὁ Κύριος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις, τὸν κυβερνήτην νοῦν παιδεύων, «Προσέχετε, φησὶν, τὴν ἐλεημοσύνην ἡμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθεῖναι αὐτοῖς, εἰ δὲ μήγε μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν· «Ὅταν προσεύχησθε, φησὶν, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταὶ, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» Καὶ πάλιν λέγει· «Ὅταν νηστεύητε, μὴ γίνεσθε, ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.» Ἀλλὰ προσεκτέον ἐνταῦθα τῷ ἰατρῷ τῶν ψυχῶν, πῶς διὰ μὲν τῆς ἐλεημοσύνης τὸν θυμὸν θεραπεύει, διὰ δὲ τῆς προσευχῆς τὸν νοῦν καθαρίζει, καὶ πάλιν διὰ τῆς νηστείας τὴν ἐπιθυμίαν καταμαραίνει, ἐξ ὧν συνίσταται ὁ νέος ἄνθρωπος, ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ἐν ᾧ οὐκ ἔστι διὰ τὴν ἁγίαν ἀπάθειαν ἄρσεν, καὶ θῆλυ, οὐδὲ διὰ τὴν μίαν πίστιν, καὶ ἀγάπην, Ἕλλην, καὶ Ἰουδαῖος, περιτομὴ, καὶ ἀκροβυστία, Βάρβαρος, Σκύθης, δοῦλος, καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός.

ΚΕΦΑΛ. ∆ʹ. Ζητητέον δὲ πῶς ἐν ταῖς καθ' ὕπνον φαντασίαις τυποῦσιν ἡμῶν

τὸ ἡγεμονικὸν καὶ σχηματίζουσιν οἱ δαίμονες· τὸ γὰρ τοιοῦτον ἔοικε συμβαίνειν τῷ νῷ, ἢ δι' ὀφθαλμῶν ὁρῶντι, ἢ δι' ἀκοῆς ἀκούοντι, ἢ πάλιν δι' αἰσθήσεως ποιᾶς, ἢ ἀπὸ τῆς μνήμης ἤτις τυποῖ μὲν τὸ ἡγεμονικὸν, οὐ διὰ τοῦ σώματος, πλὴν ἅπερ διὰ τοῦ σώματος ἔσχε, ταῦτα κινεῖ. Οἱ οὖν δαίμονες ἐοίκασί μοι τὴν μνήμην κινοῦντες, τυποῦν τὸ ἡγεμονικόν· τὸ γὰρ ὄργανον ὑπὸ τοῦ ὕπνου κατέχεται ἀνενέργητον. Πῶς οὖν πάλιν τὴν μνήμην κινοῦσι ζητητέον, ἢ τάχα διὰ τῶν παθῶν; καὶ τοῦτο δῆλον ἐκ τοῦ μηκέτι τοὺς καθαροὺς, καὶ ἀπαθεῖς πάσχειν τι τοιοῦτον. Ἔστι δὲ καὶ κίνησίς τις ἁπλῆ ὑφ' ἡμῶν γινομένη, ἢ ὑπὸ ἁγίων δυνάμεων, καθ' ἣν ἁγίοις τε συντυγχάνομεν ἐν τοῖς ὕπνοις καὶ ὁμιλοῦμεν, καὶ συνεστιώμεθα. Πλὴν προσεκτέον, ὅτι ἅπερ μετὰ τοῦ σώματος ἡ ψυχὴ εἰσδέχεται εἴδωλα, 79.1205 ταῦτα ἄνευ τοῦ σώματος ἡ μνήμη κινεῖ καὶ τοῦτο σαφὲς ἐκ τοῦ πολλάκις, καὶ ἐν τοῖς ὕπνοις πάσχειν ἡμᾶς τοῦτο ἠρεμοῦντος τοῦ σώματος. Ὥσπερ ἔστι γὰρ μνημονεῦσαι ὕδατος, καὶ μετὰ δίψης, καὶ ἄνευ δίψης· οὕτως ἔστι μνημονεῦσαι χρυσίου μετὰ πλεονεξίας, καὶ ἄνευ πλεονεξίας, καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ὡσαύτως. Τὸ δὲ τοιάσδε ἢ τοιάσδε εὑρίσκειν φαντασιῶν διαφορὰς τὸν νοῦν, τῆς ἐκείνων κακοτεχνίας ἐστὶ γνώρισμα. Ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι καὶ τοῖς ἔξωθεν πράγμασι κέχρηνται πρὸς τὰς φαντασίας οἱ δαίμονες, ὡς ἐπὶ τῶν πλεόντων τῷ ἤχῳ τῶν κυμάτων. Σφόδρα τῷ σκοπῷ τῶν δαιμόνων ὁ θυμὸς ἡμῶν συμβάλλεται παρὰ φύσιν κινούμενος, καὶ πρὸς πᾶσαν αὐτῶν κακομηχανίαν γίνεται χρησιμώτατος, ὅθεν νύκτωρ, καὶ μεθ' ἡμέραν ταράσσειν τοῦτον οὐδεὶς αὐτῶν παραιτεῖται, ἀλλ' ὅταν ἴδωσιν αὐτὸν δεθέντα πραότητι, τὸ τηνικαῦτα ἐπὶ δικαίαις προφάσεσιν εὐθὺς αὐτὸν ἀπολύουσιν, ἵνα ὀξύτερος γεγονὼς, καὶ πρὸς τοὺς θηριώδεις λογισμοὺς αὐτῶν χρησιμεύῃ, διόπερ ἀνάγκη, μήτε δικαίοις, μήτε ἐπ' ἀδίκοις πράγμασιν αὐτὸ ἐρεθίζειν, μήτε κακὸν ξίφος