Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
φῆσαι ἀλλὰ μεταδῶ· πολὺ γὰρ ἐκείνου τοῦτο δήπουθεν. ὑφείμενος ἰάσατο δὲ πάλιν εἰς τὸ στηριχθῆναι ὑμᾶς εἰπών· ἐσπούδακα γάρ, φησίν, οὐχ ὥς τι καινὸν ὑμᾶς παρὰ Πέτρον αὐτὸς εὐαγγελιζόμενος, ἀλλ' ὡς ἐν αὐτοῖς οἷς παρειλήφατε βεβαιώσων ὑμᾶς. καὶ ἔτι πλέον ἀποσκευαζόμενος τὴν τοιαύτην ὑπόνοιαν, τοῦτο δέ ἐστι, φησί, συμπαρακληθῆναι ἐν. ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ἔφην ὑμῶν, φησί, τῆς θέας ἐφίεσθαι, καὶ βούλεσθαί τινος χαρίσματος ὑμῖν μεταδοῦναι πνευματικοῦ πρὸς ὑμετέραν βεβαίωσιν, εἰδὼς ὂν τὸ ἐντεῦθεν κέρδος κοινόν, οὐκ ἐξ ἐμοῦ μᾶλλον ὑμῶν, ἢ ἐξ ὑμῶν ἐμοῦ κομιουμένου παράκλησιν. { Rom 1,13-15} Ἐμὸν ἦν κέρδος ἡ πρὸς ὑμᾶς παρουσία λέγων· τῶν γὰρ ἐθνῶν οἱ τῷ εὐαγγελίῳ δι' ἐμοῦ προσαγόμενοι ἐμοὶ δῆλον ὅτι τὸν πλοῦτον ἐπαύξουσιν. οὐκ ἂν οὖν ἑκὼν ὠφελείας κατημέλουν οἰκείας οὐδὲ ζημίας τοσαύτης ἐθελοντὴς ὑφιστάμην· οὐδὲ γὰρ ἂν ἔχοι λόγον τὸν ἕκαστα τῶν ἄλλων ἐθνῶν σπουδαίως οὕτως διὰ τὸ κέρδος μεταδιώκοντα τοῦτον ὑμῶν καταφρονῆσαι μὴ κατὰ πολλὴν ἀνάγκην ἀπολειπόμενον. καὶ οὐ διὰ τοῦτο μόνον ἀλλὰ καὶ διότι παρ' Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτως τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγε λίσασθαι. οὐ γὰρ τῶν μὲν προεβλήθην ἀπόστολος τῶν δὲ οὔ, ἀλλὰ κηρῦξαι πᾶσιν ἁπλῶς τὸν Χριστὸν ἐπετάγην, ὥστε καὶ χρέως ἔκ τινος οὐ χάριν διδοὺς τὸ ὡς ἑκάστους ἐλθεῖν, οὐκ ἂν οὐδὲ ὑμῶν ἀπελείφθην, εἴπερ ἦν ἐγχωροῦν. συχνοῖς δὲ καὶ γενναίοις ἄρτι τούτου λογισμοῖς τὴν ἐπὶ τῇ μελήσει κατηγορίαν ἀποδυσάμενος καὶ ἔτι πρὸ τούτων αὐτάρκως θεραπεύσας αὐτοὺς καὶ τὴν ὡς περὶ αὐθάδους ἐπιφυομένην κατ' αὐτοῦ διαβολὴν ἀνελὼν συμπεραίνει καὶ τὸ προοίμιον. {Rom 1,16-17} Οἱ τῷ χριστιανικῷ πολεμοῦντες κηρύγματι διέσυρον αὐτὸ κωμῳ δοῦντες ὡς ἐπονείδιστον· οὐ γὰρ εἶναί τι καταγελαστότερον λόγου τοῦ καταγγέλλοντος μὲν ὑπὸ Ἰουδαίων συνειλῆφθαι καὶ συνῃρῆθαι τὸν υἱόν, καὶ οὔτε τὸν σταυρὸν οὔτε τὸν θάνατον ἀρνουμένου, φάσκοντος δὲ αὖθις οὐ μόνον ἐκ νεκρῶν ἐκεῖνον αὐτὸν ἐγηγέρθαι ἀλλὰ καὶ εἰς οὐρανοὺς ὡς ἂν τοῦ παντὸς κύριον ἀνεληλυθέναι καὶ τοὺς λοιποὺς ἅπαντας ἐκ νεκρῶν ἀναστῆναι καὶ τἄλλα πάντα ὁπόσα δὴ καὶ ἐκήρυττον οἱ ἀπόστολοι. ταῦτα χλευάζοντες ἐκεῖνοι καὶ διασύροντες ἐπιστομίζειν τοὺς ἀποστόλους ἐνόμιζον. πρὸς ταύτην οὖν τῶν ἀποστόλων τὴν δόξαν 355 καὶ ὁ μακάριος ἐνυφιστάμενος Παῦλος οὕτως ἄρχεται τοῦ περὶ τοῦ δόγματος λόγου· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον. συνῆθες δὲ αὐτῷ καὶ τοῦτο μὴ προτιθὲν τὰ πολλάκις τὴν ἔνστασιν ἀπ' αὐτῆς ποιεῖσθαι τῆς λύσεως τὴν ἀρχήν, καὶ εἰ μὴ τοῖς αὐτοῖς συντείνας ἀκριβῶς τοῖς ἀποστολικοῖς ῥήμασι προσέχει τὸν νοῦν, ἀποπλανώ μενος αὐτῶν τῆς διανοίας οὐ ῥᾳδίως αἰσθήσεται. τοιοῦτόν ἐστιν ἀμελὲς καὶ τὸ οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ, ἀλλὰ τοῦτο μὲν τότε σαφηνιοῦμεν ὅταν ἐπ' αὐτῷ γενώμεθα σὺν θεῷ, νυνὶ δὲ πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. ἀπαντήσας γὰρ τῷ ἰσχυροτάτῳ τῶν ἐναντίων ὡς ᾤοντο λόγῳ, κατ' ἀναίρεσιν τούτου τῆς τοῦ οἰκείου συστάσεως ἤρξατο· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγ γέλιον ἀντὶ τοῦ· τί γὰρ δεῖ τοῦ πρὸς ἅπαντας ἀνθρώπους ἐκτρέχειν τὸ πρόθυμον; ἐκκόψοιτο ὑμῶν ἡ εὐτέλεια, φήσει τις, τοῦ κηρύγματος. αὐτὴ μὲν οὖν ἐστιν ἡ πλέον ἐπεγείρουσα καὶ νεύρουσά με· τὸ γὰρ ἀσθενὲς ὑπάρχει ἐν τῷ εὐαγγελικῷ λόγῳ δοκοῦν, τοῦτο μάλιστα τὴν τοῦ θεοῦ παρίστησι δύναμιν. τίνα τρόπον; δύναμις γὰρ θεοῦ ἐστι, φησίν, εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι. σώζει ὑμᾶς πάντας ὅσοιπερ αὐτὸν εἶναι πιστεύωσιν ἀληθῆ, καὶ τούτου δεῖται πρό γε τῶν ἄλλων ὁ Ἰουδαῖος, ὁ διὰ τοῦ γραπτοῦ νόμου τὸ πλέον Ἑλλήνων εἰς θεοσέβειαν ἔχειν αὐχῶν. σώζει δὲ πῶς; δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. διὰ μὲν τοῦ δικαιοσύνη τὴν ἀναμαρτησίαν φησίν, διὰ δὲ τοῦ θεοῦ τὸ ἐκ χάριτος θείας, διὰ δὲ τοῦ ἀποκα λύπτεται τὸ κατὰ καιρὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ταύτην γνωσθήσεσθαι, διὰ δὲ τοῦ ἐκ πίστεως τὸ οὐκ ἐξ ἔργων νόμου ἀλλὰ τὸ πιστεῦσαι τῇ ἀναστάσει τοῦ Χριστοῦ, διὰ δὲ τοῦ εἰς