Fragmenta in epistulam ad Romanos

 φῆσαι ἀλλὰ μεταδῶ· πολὺ γὰρ ἐκείνου τοῦτο δήπουθεν. ὑφείμενος ἰάσατο δὲ πάλιν εἰς τὸ στηριχθῆναι ὑμᾶς εἰπών· ἐσπούδακα γάρ, φησίν, οὐχ ὥς τι καινὸν ὑμ

 πίστιν τὸ μὴ περὶ ἐκείνου μόνου ἀλλ' ἐξ ἐκείνου καὶ περὶ ἑαυτῶν ὡς ἀναστησο μένων πιστεῦσαι. τὸ σύμπαν οὖν νόημα τοῦ προκειμένου τί οὗτό ἐστιν; ὅτι τὸ

 μὲν καὶ μεταβαλλόμενον ὅτιπερ ὑπὸ θεοῦ γέγονεν, ἀϊδίου τε ὄντως αὐτοῦ καὶ ἀναλλοιώτου, διδάσκει συνεστῶτα δὲ κἂν ταῖς συνεχέσι κινήσεσι καὶ μὴ καταφθε

 γνώσεως. Τὸν μὲν οὖν δεσπότην θεόν, φησίν, οὐδὲν τὰ τῆς ἀγνοίας τούτων παρέβλαψεν, ἀλλ' ἀνενδεὴς ὢν καὶ φύσιν ἔχων, πῶς ἂν εἴποι τις· αὐτὸς φύσει μακα

 ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόν

 ἁμαρτήσαν τας· οἱ γὰρ οὔτε πράξεως οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντός, 363 πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κό

 σπουδαζόμενον καί φησιν· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς καὶ τὰ ἑξῆς. τῷ γὰρ συνδέσμῳ νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο· ε

 αὐτοῦ. ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν, ἐπειδὴ καὶ τὸ νόμου ἔ

 ἀποσχομένους ἐκείνων παντάπασιν τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησίν, ἐν ᾧ τοῖς ἁμαρτίας ἐπιτάγμασιν ὑ

 δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα· μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης ἀλλ' ὅροις τακτοῖ

 προκειμένων πολλάκις· οἷόν ἐστι καὶ τὸ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ἔοικε δὲ τῷ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐν τοῖς ἔμπροσθεν εἰρημένῳ καὶ τῷ παρὰ τῷ προ

 καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι διὰ τοῦ θείου νόμου παιδευόμενος, ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς, ἐν εργῆσαι δὲ αὐτὴν κωλυόμ

 ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς θεόν. {Rom 8,7-8} Ἀμήχανον γάρ, φησί, τοῖς τοῦ θεοῦ θελήμασι τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν τὸ θέλημα

 οἰκείου θανάτου θάνατον, ἀπηλ λάγημεν μὲν τοῦ χαλεπωτάτου δέους ἐκείνου, τῆς δὲ ἀνακαινώσεως ἀξιούμενοι τὸν θεὸν ἔχομεν ἀψευδῶς ἐπικαλεῖσθαι πατέρα. {

 προτέρων τὰ δεύτερα. τοιοῦτόν τί φησι καὶ ὁ εὐαγ γελιστὴς περὶ τῶν μαθητῶν τοῦ κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δ

 ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχήν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ το

 τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων· οἱ γὰρ μὴ ἁμαρτάνοντες ἐν τοῖς διδο μένοις μενοῦμεν ἀεί, ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν ε

 περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.

 σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. πρότερον μὲν οὖν οὕτω διεκείμην, νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθείς, καὶ γνο

 δὴ καὶ ἀνιῶμαι διηνεκῶς· οὐ μήν ἐστιν εἰπεῖν διὰ τὸ μὴ προσίεσθαι τούτους τὸ εὐαγγέλιον, ὅτι ὁ λόγος τοῦ θεοῦ, ἵνα εἴπῃ ἡ ὑπόσχεσις τοῦ θεοῦ ψευδὴς ἐξ

 ζητήσεως, ἤδει μάτην τὰ λοιπὰ τῆς προκειμένης ἀπολογίας ἐρῶν· οὐ γὰρ ἔμελλεν ἔτι δυνήσεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις ὁ ἀκροατὴς προσέξειν τὸν νοῦν, ἐ

 δέ, οἶμαι, Χριστῷ καὶ τῇ ἀληθείᾳ συν ηγορῶν οὐδεμίαν τοῖς ἐναντίοις εἰς διαβολὴν τοῦ εὐσεβοῦς δόγματος ὑπολείπεται πρόφασιν, ἀλλ' ὥσπερ τῶν ἄλλων πασῶ

 τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοί μασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς; πληρώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν το

 τούτου σημαίνων ὅτι τοῦτο δὲ ἴσον ἐστὶν οἷον ἂν εἰ καὶ πρὸς ἡμᾶς ἐλέγετο μὴ χρῆναι διαπιστεῖν ἢ περὶ τῆς ἐξ οὐρανῶν τοῦ σωτῆρος καθόδου ἢ περὶ τῆς ἐκ

 ἐκλεγέντος καὶ νῦν ἐκ τοῦ παντὸς γένους ἡμῶν· ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον οὐδ' ἂν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου θ

 νουθετήσας καὶ τὸ κατεπαίρεσθαι τῶν Ἰουδαίων αὐτοῖς ἀπειπών, ἐκκαλύπτει καὶ μυστικόν τινα λόγον 401 αὐτοῖς τοῖς ἄχρις ἐκείνου πᾶσιν ἀπόρρητον· ὡς ἂν γ

 {Rom 12,1} Συμπεράνας τὸν περὶ τοῦ δόγματος ἅπαντα λόγον ἐντεῦθεν ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται, καὶ διὰ τῆς καθόλου συμβουλῆς τῶν 403 πρακτέω

 προθυμίᾳ δια πράττεσθε ὡς δουλείαν τῷ κυρίῳ πληροῦντες, καὶ τὴν ἐλπιζομένην ὑπὲρ τούτων ἀμοιβὴν ἐκδεχόμενοι χαίρετε, ὑπὲρ ἧς καὶ τὰς ἐπαγομένας ὑμῖν θ

 καὶ τὰ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν ὑπισχνούμενον καὶ προσέτι παρ' ἰδιωτῶν καὶ πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων καταγγελλόμενον. τούτου χάριν πολλή τις ἦν ἐν

 ἀπαραιτήτως ἀναγκαῖον ὄφλημα κατατίθεσθε· τῶν μὲν γὰρ ἄλλων ἕκαστον χρεῶν ἀποδεδωκότες ἔχετε μετὰ τὴν ἔκτισιν τὸ ἀνεύθυνον, ἐπὶ δὲ τῆς ἀγάπης τοῦτο οὐ

 σταθήσεται δέ, φησίν, δυνατὸς γὰρ ὁ θεὸς στῆσαι αὐτόν. {Rom 14,6} Ἀμφότεροι γάρ, φησίν, οὗτος κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ, τιμῇ τῇ περὶ τὸν θεόν· ὅ τε

 Χριστῷ καὶ τὴν ἑαυτοῦ πολιτείαν ἐπιδείκνυσθαι τοιαύτην ἐσπουδακώς, ὁ τοιοῦτος καὶ θεῷ προσφιλὴς καὶ ἀνθρώποις ἐπαινετός. 413 {Rom 14,21-22a } Καλόν, φ

 εὐλογηθήσεται πάντα τὰ ἔθνη, γεννηθεὶς αὐτὸς ἐξ αὐτῶν κατὰ σάρκα καὶ γενόμενος ὑπὸ νόμον, καὶ φανερωθεὶς μὲν ἐν σαρκί, δικαιωθεὶς δὲ ἐν πνεύματι πάντα

 εὐαγγελίου τυγχάνοντος· ἶσον γάρ ἐστι τῷ τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ἢ πλήρωμα εὐλογίας τοῦ εὐ

ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόνοιαν, ἀλλ' ὅτι μὴ παρὰ πόδας τὴν κόλασιν ἐπιφέροι σοι διδοὺς καιρὸν εἰς μετάνοιαν, τούτῳ καταχρήσει πρὸς ἐπίδοσιν τοῦ κακοῦ. καὶ τὸ μακρόθυμον τοῦ θεοῦ περὶ σὲ ἀφορμὴν ποιήσει πάσης ἀνοσιό τητος. οὐκοῦν ἴσθι σαφῶς ὅτι κατὰ τὴν σκληρότητά σου θησαυρίζεις σεαυτῷ ὀργήν. προσέοικεν ὅλον τοῦτο τῷ τοῦ ψαλμωδοῦ· ταῦτα ἐποίησας καὶ ἐσίγησα, ὑπέλαβες ἀνο μίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. τὸ μὲν οὖν θησαυρίζεις ἀπὸ μεταφορᾶς ἔφη τῶν ἐν ἀποκρύφοις μὲν ἐχόντων τοὺς θησαυρούς, αὐξόντων δὲ αὐτοὺς ταῖς κατ' ὀλίγον προσθήκαις. ἡ μέραν δὲ ὀργῆς τὸν τῆς τιμωρίας λέγει καιρόν. καὶ σὺ τοίνυν, φησί, τῷ πλήθει τῶν ἁμαρτημάτων οἷον ἐν ἀφανεῖ τὰ μείω τινί, τῇ μελλούσῃ κρίσει τὴν καθ' ἑαυτοῦ τιμωρίαν ἐπάξεις. ἀποκαλύψεως δὲ ἡμέραν αὐτὴν ὠνόμασε διὰ τὸ πάντα τὰ τελέως λανθάνοντα τότε μέλλειν εἰς τὸ ἐμφανὲς ἐπὶ πάντων προάγεσθαι, δικαιοκρισίας δὲ ὡς ἐνταῦθα μέν, τῆς δικαίας κρίσεως κατὰ πολλοὺς τρόπους ἀδικου μένης, ἢ δι' ἄγνοιαν τῶν κρινόντων ἢ δι' ἄλλην πρόφασιν σαρκικήν, ἐκεῖσε δὲ καθαρᾶς δικαίως καὶ λαμπρᾶς ἐκφερομένης τῆς ψήφου. καὶ οἷαν εἰκὸς τὴν θείαν, ἀνέλαβε μέντοι καὶ διὰ τούτων τὰ ἀποκαλύπτε ται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ, διὰ τῆς ἀρχῆς καὶ τοῦ τέλους, τῷ τῆς τιμωρίας δέει τὴν κατηγορίαν τῆς ἀσεβείας αὐτῶν καὶ τῆς ἀδικίας περιλαβών.

{Rom 3, 19} Εἰς τοῦτο, φησίν, ὁ νόμος ἐλυσιτέλησεν, ἐγνώρισεν ἡμῖν τὴν

ἁμαρ τίαν, οὐ τῷ ἀπαγορεῦσαι μόνον τῶν ἀτόπων τὴν πρᾶξιν ἀλλὰ καὶ τῷ παρακούοντας αὐτοῦ τιμωρήσασθαι· οὐ γὰρ ἂν μὴ κολάσεως τοῖς πταίσμασιν ἐπιφερομένης ὁποῖόν τι τὸ τῆς ἁμαρτίας ἐγνωρίσαμεν, καὶ διὰ τούτων τοίνυν ἁπάντων σφόδρα ἀκριβῶς συστήσας τὸ ὑφ' ἁμαρ τίαν τοὺς πάντας ἐπάγει λοιπόν, δεικνὺς τοῦ οἰκείου λόγου τὸ περιττόν. 362 {Rom 3,22} Εἰς πάντας μὲν τοὺς Ἰουδαίους, φησίν, ὡς οἴκοθεν καὶ ἐξ ἑαυτῶν ἐσχηκότας τῆς σωτηρίας τὸν αἴτιον, ἐπὶ πάντας δὲ τοὺς ἐθνικούς, λέγει, ὡς ἀπὸ τῶν Ἰουδαίων καὶ ἐπὶ τούτους ἐκταθείσης τῆς χάριτος, ὅμως μέντοι καὶ τούτων κἀκείνων μετασχεῖν τῆς χάριτος ἔφησεν. οὐχ ὡς ἁπλῶς ἀλλὰ τοὺς πιστεύοντας· καὶ πάλιν ὅτι κοινὴ δικαίως ἡ χάρις κατὰ πάντων.

{Rom 4,1} Μεθυπέρβατος ἡ ῥῆσίς ἐστιν· ἀκολούθως γὰρ οὕτως, εἴ πως ἂν ἦν

συγκειμένη· τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν κατὰ σάρκα πατέρα ἡμῶν; ἀνέλθωμεν, φησίν, ἐπὶ τὸν ἀρχηγὸν τοῦ κατὰ σάρκα γένους ἡμῶν, ὃν ἐκ πάντων ἐκλέξας ὁ θεὸς τῶν ἐθνῶν εὐλόγησέν τε καὶ εἰς τοὺς ἐξ αὐτοῦ δι' αὐτὸν παραπέμψειν τὰ τῆς εὐλογίας ὑπέσχετο· δῆλον γὰρ ὅτι, ὅπως ἂν ἔχοι τὰ κατ' αὐτόν, οὕτως σχήσει καὶ τὰ ἡμέτερα.

{Rom 5,12-14} Ταύτης ἡμῖν, φησί, τῆς ἐν τούτῳ τῷ κόσμῳ ζωῆς τῆς ἁμαρτεῖν τε καὶ ἀποθανεῖν ἐπιδεχομένης καὶ διὰ τοῦτο καὶ νόμου δεομένης, εἰκότως τοῦ τὴν ἁμαρτίαν ὑποδεικνύντος τε καὶ ἀπαγορεύοντος, ἦρξε πρῶτος ὁ Ἀδάμ, ἅτε πρῶτος καὶ γενόμενος καὶ παρανομήσας. τῶν οὖν ἐξ αὐτοῦ κατὰ διαδοχὰς τικτομένων πάντες ἀπέθνησκον ὡς εἰκὸς τοῦ προπάτορος κληρονομοῦντες τῆς φύσεως· ἀλλὰ τῶν ἀποθνησκόντων τούτων οἱ μὲν δι' ὧν καὶ αὐτοὶ παρηνόμουν, ὑπήγοντο τῷ θανάτῳ, οἱ δὲ διὰ μόνην τοῦ Ἀδὰμ τὴν κατάκρισιν, οἷον ἡ τῶν νηπίων μερίς. διὰ τοῦτο νῦν μέν, φησίν, εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον, ἀντὶ τῶν πολλῶν λέγων τοὺς πάντας ὥσπερ ἐν τοῖς μετὰ ταῦτα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, τοὺς πολλοὺς ἀντὶ τῶν πάντων φησίν. νῦν δὲ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ