Fragmenta in epistulam ad Romanos

 φῆσαι ἀλλὰ μεταδῶ· πολὺ γὰρ ἐκείνου τοῦτο δήπουθεν. ὑφείμενος ἰάσατο δὲ πάλιν εἰς τὸ στηριχθῆναι ὑμᾶς εἰπών· ἐσπούδακα γάρ, φησίν, οὐχ ὥς τι καινὸν ὑμ

 πίστιν τὸ μὴ περὶ ἐκείνου μόνου ἀλλ' ἐξ ἐκείνου καὶ περὶ ἑαυτῶν ὡς ἀναστησο μένων πιστεῦσαι. τὸ σύμπαν οὖν νόημα τοῦ προκειμένου τί οὗτό ἐστιν; ὅτι τὸ

 μὲν καὶ μεταβαλλόμενον ὅτιπερ ὑπὸ θεοῦ γέγονεν, ἀϊδίου τε ὄντως αὐτοῦ καὶ ἀναλλοιώτου, διδάσκει συνεστῶτα δὲ κἂν ταῖς συνεχέσι κινήσεσι καὶ μὴ καταφθε

 γνώσεως. Τὸν μὲν οὖν δεσπότην θεόν, φησίν, οὐδὲν τὰ τῆς ἀγνοίας τούτων παρέβλαψεν, ἀλλ' ἀνενδεὴς ὢν καὶ φύσιν ἔχων, πῶς ἂν εἴποι τις· αὐτὸς φύσει μακα

 ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόν

 ἁμαρτήσαν τας· οἱ γὰρ οὔτε πράξεως οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντός, 363 πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κό

 σπουδαζόμενον καί φησιν· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς καὶ τὰ ἑξῆς. τῷ γὰρ συνδέσμῳ νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο· ε

 αὐτοῦ. ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν, ἐπειδὴ καὶ τὸ νόμου ἔ

 ἀποσχομένους ἐκείνων παντάπασιν τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησίν, ἐν ᾧ τοῖς ἁμαρτίας ἐπιτάγμασιν ὑ

 δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα· μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης ἀλλ' ὅροις τακτοῖ

 προκειμένων πολλάκις· οἷόν ἐστι καὶ τὸ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ἔοικε δὲ τῷ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐν τοῖς ἔμπροσθεν εἰρημένῳ καὶ τῷ παρὰ τῷ προ

 καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι διὰ τοῦ θείου νόμου παιδευόμενος, ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς, ἐν εργῆσαι δὲ αὐτὴν κωλυόμ

 ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς θεόν. {Rom 8,7-8} Ἀμήχανον γάρ, φησί, τοῖς τοῦ θεοῦ θελήμασι τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν τὸ θέλημα

 οἰκείου θανάτου θάνατον, ἀπηλ λάγημεν μὲν τοῦ χαλεπωτάτου δέους ἐκείνου, τῆς δὲ ἀνακαινώσεως ἀξιούμενοι τὸν θεὸν ἔχομεν ἀψευδῶς ἐπικαλεῖσθαι πατέρα. {

 προτέρων τὰ δεύτερα. τοιοῦτόν τί φησι καὶ ὁ εὐαγ γελιστὴς περὶ τῶν μαθητῶν τοῦ κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δ

 ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχήν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ το

 τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων· οἱ γὰρ μὴ ἁμαρτάνοντες ἐν τοῖς διδο μένοις μενοῦμεν ἀεί, ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν ε

 περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.

 σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. πρότερον μὲν οὖν οὕτω διεκείμην, νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθείς, καὶ γνο

 δὴ καὶ ἀνιῶμαι διηνεκῶς· οὐ μήν ἐστιν εἰπεῖν διὰ τὸ μὴ προσίεσθαι τούτους τὸ εὐαγγέλιον, ὅτι ὁ λόγος τοῦ θεοῦ, ἵνα εἴπῃ ἡ ὑπόσχεσις τοῦ θεοῦ ψευδὴς ἐξ

 ζητήσεως, ἤδει μάτην τὰ λοιπὰ τῆς προκειμένης ἀπολογίας ἐρῶν· οὐ γὰρ ἔμελλεν ἔτι δυνήσεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις ὁ ἀκροατὴς προσέξειν τὸν νοῦν, ἐ

 δέ, οἶμαι, Χριστῷ καὶ τῇ ἀληθείᾳ συν ηγορῶν οὐδεμίαν τοῖς ἐναντίοις εἰς διαβολὴν τοῦ εὐσεβοῦς δόγματος ὑπολείπεται πρόφασιν, ἀλλ' ὥσπερ τῶν ἄλλων πασῶ

 τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοί μασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς; πληρώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν το

 τούτου σημαίνων ὅτι τοῦτο δὲ ἴσον ἐστὶν οἷον ἂν εἰ καὶ πρὸς ἡμᾶς ἐλέγετο μὴ χρῆναι διαπιστεῖν ἢ περὶ τῆς ἐξ οὐρανῶν τοῦ σωτῆρος καθόδου ἢ περὶ τῆς ἐκ

 ἐκλεγέντος καὶ νῦν ἐκ τοῦ παντὸς γένους ἡμῶν· ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον οὐδ' ἂν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου θ

 νουθετήσας καὶ τὸ κατεπαίρεσθαι τῶν Ἰουδαίων αὐτοῖς ἀπειπών, ἐκκαλύπτει καὶ μυστικόν τινα λόγον 401 αὐτοῖς τοῖς ἄχρις ἐκείνου πᾶσιν ἀπόρρητον· ὡς ἂν γ

 {Rom 12,1} Συμπεράνας τὸν περὶ τοῦ δόγματος ἅπαντα λόγον ἐντεῦθεν ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται, καὶ διὰ τῆς καθόλου συμβουλῆς τῶν 403 πρακτέω

 προθυμίᾳ δια πράττεσθε ὡς δουλείαν τῷ κυρίῳ πληροῦντες, καὶ τὴν ἐλπιζομένην ὑπὲρ τούτων ἀμοιβὴν ἐκδεχόμενοι χαίρετε, ὑπὲρ ἧς καὶ τὰς ἐπαγομένας ὑμῖν θ

 καὶ τὰ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν ὑπισχνούμενον καὶ προσέτι παρ' ἰδιωτῶν καὶ πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων καταγγελλόμενον. τούτου χάριν πολλή τις ἦν ἐν

 ἀπαραιτήτως ἀναγκαῖον ὄφλημα κατατίθεσθε· τῶν μὲν γὰρ ἄλλων ἕκαστον χρεῶν ἀποδεδωκότες ἔχετε μετὰ τὴν ἔκτισιν τὸ ἀνεύθυνον, ἐπὶ δὲ τῆς ἀγάπης τοῦτο οὐ

 σταθήσεται δέ, φησίν, δυνατὸς γὰρ ὁ θεὸς στῆσαι αὐτόν. {Rom 14,6} Ἀμφότεροι γάρ, φησίν, οὗτος κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ, τιμῇ τῇ περὶ τὸν θεόν· ὅ τε

 Χριστῷ καὶ τὴν ἑαυτοῦ πολιτείαν ἐπιδείκνυσθαι τοιαύτην ἐσπουδακώς, ὁ τοιοῦτος καὶ θεῷ προσφιλὴς καὶ ἀνθρώποις ἐπαινετός. 413 {Rom 14,21-22a } Καλόν, φ

 εὐλογηθήσεται πάντα τὰ ἔθνη, γεννηθεὶς αὐτὸς ἐξ αὐτῶν κατὰ σάρκα καὶ γενόμενος ὑπὸ νόμον, καὶ φανερωθεὶς μὲν ἐν σαρκί, δικαιωθεὶς δὲ ἐν πνεύματι πάντα

 εὐαγγελίου τυγχάνοντος· ἶσον γάρ ἐστι τῷ τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ἢ πλήρωμα εὐλογίας τοῦ εὐ

τούτου σημαίνων ὅτι τοῦτο δὲ ἴσον ἐστὶν οἷον ἂν εἰ καὶ πρὸς ἡμᾶς ἐλέγετο μὴ χρῆναι διαπιστεῖν ἢ περὶ τῆς ἐξ οὐρανῶν τοῦ σωτῆρος καθόδου ἢ περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ πάλιν ἀνόδου, ἀλλὰ τελείᾳ καρδίᾳ πεπιστευκότας ὁμολογεῖν καὶ διὰ γλώττης τὴν χάριν· περιγενήσεσθαι γὰρ ἡμῖν τοῦτο ποιοῦσι τὴν διὰ τῆς δικαιώσεως σωτηρίαν συμβῇ. τὸ γὰρ εἰς δικαιοσύνην καὶ τὸ εἰς σωτηρίαν διεῖλε συνήθως, καὶ τὸ μὲν τῇ πίστει τῆς καρδίας, τὸ δὲ τῇ ὁμολογίᾳ τοῦ στόμα τος ἀποδέδωκεν, ἑκατέροις ἁρμόττοντος ἑκατέρου. {Rom 10,14-15} Ἡ μὲν γραφή, φησί, τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ κυρίου λέγει σωθήσεσθαι. οὐχ οἷόν τε δέ τινα τῶν πάντων ἐπικαλέσασθαι μὴ πιστεύσαντα πρότερον, πιστεῦσαι δὲ πάλιν ἀδύνατον μὴ τὸ πιστευθησόμενον προακούσαντα, καὶ μὴν ἀκοῦσαι πλέον ἀμήχανον οὐκ ὄντος τινὸς τοῦ κηρύσσοντος· κηρῦξαι δὲ αὖ πῶς ἐνδεχόμενον οὐκ ἀποσταλέντα εἰς τοῦτο; οὐκοῦν ἡγεῖσθαι δεῖ τῆς μὲν κηρύξεως τὴν ἀποστολήν, τῆς ἀκοῆς δὲ τὴν κήρυξιν, τὴν ἀκοὴν δὲ τῆς πίστεως, τὴν πίστιν δέ γε τῆς ἐπικλήσεως· οὐ γὰρ ἂν γένοιτο τὰ δεύτερα τῶν προτέρων οὐκ ὄντων. εἰ τοίνυν τὸ πρᾶγμα ταύτῃ χρὴ προελθεῖν, ταύτῃ καὶ 397 προὔβη, καὶ οὐκ ἂν ἔχοι τις ἐπισκῆψαι τοῖς ὑπὸ θεοῦ τὸ παράπαν· πέπομφε γὰρ προχειρισάμενος τοῖς ἅπασι περιαγγελοῦντας τὸ κήρυγμα, ὥστε καὶ προσήκειν αὐτοῖς ἐκεῖνο τὸ τῆς γραφῆς· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελι ζομένων τὰ ἀγαθά. {Rom 10,16-17} Τοῦτο θέλει διὰ τούτων εἰπεῖν, ὅτι θαυμαζέτω μηδείς, εἴ τινες πρὸς τὸ εὐαγγέλιον διαμάχονται καὶ τῶν εἰρήνην τε καὶ ἀγαθὰ κηρυττόν των οὐχ ὑπακούουσιν· καὶ γὰρ καὶ τοῦτο αὐτὸ πάλαι προανεφώνησεν Ἡσαΐας. θεὶς δὲ αὐτοῦ τὴν φωνήν· κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; συνίστησι καὶ ἐκ ταύτης τὸ εὖ αὐτῷ προειρῆσθαι· πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν ἀεί· λέγει γάρ· ἄρα ἡ πίστις ἐξ ἀκοῆς. τοῦτο ἐκεῖνό φησιν ὃ μικρῷ πρόσθεν ἐφάσκομεν, ὅτι τὸν πιστεύειν μέλλοντα δεῖ πρότερον τῆς περὶ τοῦ πιστευθησομένου διδασκαλίας ἀκοῦσαι. ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, ἀντὶ τοῦ ἡ μέντοι διδασκαλία δι' ἐνεργείας θείας τοῖς διδάσκουσι παραγίνεται. {Rom 10,18} Ἀλλ' ἄρα, φησίν, ὁ θεὸς μὲν καὶ προεβίβασεν ἀποστόλους καὶ ἀπεκάλυψεν αὐτοῖς ὃ κηρύξουσιν, αὐτοὶ δὲ κατερρᾳθύμησαν. εἶτα τοῖς οὐ πιστεύσασι τὸ μὴ ἀκοῦσαι τοῦ κηρύγματος τῆς ἀπιστίας παρ αίτιον γέγονεν. οὐκ ἔστιν εἰπεῖν οὐδὲ τοῦτο, φησίν· μᾶλλον γὰρ ἐπὶ τούτων ἀληθέστερον γένοιτο τοῦ ∆αυὶδ τὸ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. {Rom 10,19-21} Ἀλλ' ἄρα, φησί, μὴ ἡ τῶν ἐθνῶν κλῆσις ἀγνοουμένη τῷ Ἰσραήλ, ὡς καινοτομηθεῖσα νῦν αὐτὸν ἐσκανδάλισεν; καὶ μὴν ἄνωθεν καὶ ἐξ ἀρχαίου τοῦτο προεπαιδεύοντο, Μωϋσέως μὲν προαπειλοῦντος αὐτοῖς τὸ ἀγνωμονούντων αὐτῶν τὰ ἔθνη προτιμηθήσεσθαι, Ἡσαΐου δὲ πρὸς αὐτοὺς πάλιν ὕστερον ἐλεγκτικώτερόν τε καὶ φανερώτερον λέγοντος, περὶ μὲν τῶν ἐθνῶν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, περὶ δὲ 398 αὐτῶν ἐκείνων τὸ ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

{Rom 11,12a } Τάχα ἂν οὖν, φησίν, εἴποι τις, οὐδὲν ἕτερον τοῖς λόγοις

τούτοις ἢ προδήλως τοῦτο βοᾶν ὅτι τὸν ἑαυτοῦ λαὸν ὁ θεὸς ἀπεώσατο. ἐγὼ δὲ οὐ τοῦτό φημι, ὅς γε καὶ αὐτὸς γνήσιος Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο οὖν ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω· διὰ τῆς ὃν προέγνω προσθήκης ἐμφήνας οὐδὲ λαὸν εἶναι τοὺς ἄλλους θεοῦ, κἂν τὸν αὐτὸν τούτοις ἐπιγράφοιντο κατὰ σάρκα προπάτορα. {Rom 11,2b3} Καὶ ἅμα ἐκ τῆς γραφῆς ταύτης παρίστησι τὸ κἂν τοῖς ἔμπροσθεν χρόνοις πολλοὺς ἐξ αὐτῶν ἀποδοκιμασθῆναι. τὸ μέντοι ἐν τῷ Ἡλίᾳ ἀντὶ τοῦ διὰ τοῦ Ἡλίου εἴρηται. {Rom 11,45} Οὐδὲν οὖν, φησίν, ὡς ἔοικεν, καινὸν οὐδὲ ἐν τῷ παρόντι γεγένηται, λειψάνου τινὸς κατὰ χάριν