Fragmenta in epistulam ad Romanos

 φῆσαι ἀλλὰ μεταδῶ· πολὺ γὰρ ἐκείνου τοῦτο δήπουθεν. ὑφείμενος ἰάσατο δὲ πάλιν εἰς τὸ στηριχθῆναι ὑμᾶς εἰπών· ἐσπούδακα γάρ, φησίν, οὐχ ὥς τι καινὸν ὑμ

 πίστιν τὸ μὴ περὶ ἐκείνου μόνου ἀλλ' ἐξ ἐκείνου καὶ περὶ ἑαυτῶν ὡς ἀναστησο μένων πιστεῦσαι. τὸ σύμπαν οὖν νόημα τοῦ προκειμένου τί οὗτό ἐστιν; ὅτι τὸ

 μὲν καὶ μεταβαλλόμενον ὅτιπερ ὑπὸ θεοῦ γέγονεν, ἀϊδίου τε ὄντως αὐτοῦ καὶ ἀναλλοιώτου, διδάσκει συνεστῶτα δὲ κἂν ταῖς συνεχέσι κινήσεσι καὶ μὴ καταφθε

 γνώσεως. Τὸν μὲν οὖν δεσπότην θεόν, φησίν, οὐδὲν τὰ τῆς ἀγνοίας τούτων παρέβλαψεν, ἀλλ' ἀνενδεὴς ὢν καὶ φύσιν ἔχων, πῶς ἂν εἴποι τις· αὐτὸς φύσει μακα

 ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόν

 ἁμαρτήσαν τας· οἱ γὰρ οὔτε πράξεως οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντός, 363 πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κό

 σπουδαζόμενον καί φησιν· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς καὶ τὰ ἑξῆς. τῷ γὰρ συνδέσμῳ νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο· ε

 αὐτοῦ. ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν, ἐπειδὴ καὶ τὸ νόμου ἔ

 ἀποσχομένους ἐκείνων παντάπασιν τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησίν, ἐν ᾧ τοῖς ἁμαρτίας ἐπιτάγμασιν ὑ

 δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα· μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης ἀλλ' ὅροις τακτοῖ

 προκειμένων πολλάκις· οἷόν ἐστι καὶ τὸ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ἔοικε δὲ τῷ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐν τοῖς ἔμπροσθεν εἰρημένῳ καὶ τῷ παρὰ τῷ προ

 καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι διὰ τοῦ θείου νόμου παιδευόμενος, ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς, ἐν εργῆσαι δὲ αὐτὴν κωλυόμ

 ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς θεόν. {Rom 8,7-8} Ἀμήχανον γάρ, φησί, τοῖς τοῦ θεοῦ θελήμασι τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν τὸ θέλημα

 οἰκείου θανάτου θάνατον, ἀπηλ λάγημεν μὲν τοῦ χαλεπωτάτου δέους ἐκείνου, τῆς δὲ ἀνακαινώσεως ἀξιούμενοι τὸν θεὸν ἔχομεν ἀψευδῶς ἐπικαλεῖσθαι πατέρα. {

 προτέρων τὰ δεύτερα. τοιοῦτόν τί φησι καὶ ὁ εὐαγ γελιστὴς περὶ τῶν μαθητῶν τοῦ κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δ

 ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχήν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ το

 τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων· οἱ γὰρ μὴ ἁμαρτάνοντες ἐν τοῖς διδο μένοις μενοῦμεν ἀεί, ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν ε

 περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.

 σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. πρότερον μὲν οὖν οὕτω διεκείμην, νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθείς, καὶ γνο

 δὴ καὶ ἀνιῶμαι διηνεκῶς· οὐ μήν ἐστιν εἰπεῖν διὰ τὸ μὴ προσίεσθαι τούτους τὸ εὐαγγέλιον, ὅτι ὁ λόγος τοῦ θεοῦ, ἵνα εἴπῃ ἡ ὑπόσχεσις τοῦ θεοῦ ψευδὴς ἐξ

 ζητήσεως, ἤδει μάτην τὰ λοιπὰ τῆς προκειμένης ἀπολογίας ἐρῶν· οὐ γὰρ ἔμελλεν ἔτι δυνήσεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις ὁ ἀκροατὴς προσέξειν τὸν νοῦν, ἐ

 δέ, οἶμαι, Χριστῷ καὶ τῇ ἀληθείᾳ συν ηγορῶν οὐδεμίαν τοῖς ἐναντίοις εἰς διαβολὴν τοῦ εὐσεβοῦς δόγματος ὑπολείπεται πρόφασιν, ἀλλ' ὥσπερ τῶν ἄλλων πασῶ

 τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοί μασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς; πληρώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν το

 τούτου σημαίνων ὅτι τοῦτο δὲ ἴσον ἐστὶν οἷον ἂν εἰ καὶ πρὸς ἡμᾶς ἐλέγετο μὴ χρῆναι διαπιστεῖν ἢ περὶ τῆς ἐξ οὐρανῶν τοῦ σωτῆρος καθόδου ἢ περὶ τῆς ἐκ

 ἐκλεγέντος καὶ νῦν ἐκ τοῦ παντὸς γένους ἡμῶν· ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον οὐδ' ἂν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου θ

 νουθετήσας καὶ τὸ κατεπαίρεσθαι τῶν Ἰουδαίων αὐτοῖς ἀπειπών, ἐκκαλύπτει καὶ μυστικόν τινα λόγον 401 αὐτοῖς τοῖς ἄχρις ἐκείνου πᾶσιν ἀπόρρητον· ὡς ἂν γ

 {Rom 12,1} Συμπεράνας τὸν περὶ τοῦ δόγματος ἅπαντα λόγον ἐντεῦθεν ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται, καὶ διὰ τῆς καθόλου συμβουλῆς τῶν 403 πρακτέω

 προθυμίᾳ δια πράττεσθε ὡς δουλείαν τῷ κυρίῳ πληροῦντες, καὶ τὴν ἐλπιζομένην ὑπὲρ τούτων ἀμοιβὴν ἐκδεχόμενοι χαίρετε, ὑπὲρ ἧς καὶ τὰς ἐπαγομένας ὑμῖν θ

 καὶ τὰ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν ὑπισχνούμενον καὶ προσέτι παρ' ἰδιωτῶν καὶ πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων καταγγελλόμενον. τούτου χάριν πολλή τις ἦν ἐν

 ἀπαραιτήτως ἀναγκαῖον ὄφλημα κατατίθεσθε· τῶν μὲν γὰρ ἄλλων ἕκαστον χρεῶν ἀποδεδωκότες ἔχετε μετὰ τὴν ἔκτισιν τὸ ἀνεύθυνον, ἐπὶ δὲ τῆς ἀγάπης τοῦτο οὐ

 σταθήσεται δέ, φησίν, δυνατὸς γὰρ ὁ θεὸς στῆσαι αὐτόν. {Rom 14,6} Ἀμφότεροι γάρ, φησίν, οὗτος κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ, τιμῇ τῇ περὶ τὸν θεόν· ὅ τε

 Χριστῷ καὶ τὴν ἑαυτοῦ πολιτείαν ἐπιδείκνυσθαι τοιαύτην ἐσπουδακώς, ὁ τοιοῦτος καὶ θεῷ προσφιλὴς καὶ ἀνθρώποις ἐπαινετός. 413 {Rom 14,21-22a } Καλόν, φ

 εὐλογηθήσεται πάντα τὰ ἔθνη, γεννηθεὶς αὐτὸς ἐξ αὐτῶν κατὰ σάρκα καὶ γενόμενος ὑπὸ νόμον, καὶ φανερωθεὶς μὲν ἐν σαρκί, δικαιωθεὶς δὲ ἐν πνεύματι πάντα

 εὐαγγελίου τυγχάνοντος· ἶσον γάρ ἐστι τῷ τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ἢ πλήρωμα εὐλογίας τοῦ εὐ

προκειμένων πολλάκις· οἷόν ἐστι καὶ τὸ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ἔοικε δὲ τῷ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐν τοῖς ἔμπροσθεν εἰρημένῳ καὶ τῷ παρὰ τῷ προφήτῃ· τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; ἀλλ' ἢ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ τῷ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις λεγομένῳ παρὰ τοῦ σωτῆρος ἡμῶν, ὅτι ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὄντως γὰρ ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. {Rom 7,15} Ἐπειδὴ εἶπεν τὸ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, καὶ διὰ τοῦτο τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο, ἑαυτὸν δὲ ἐν δούλου. πρὸς τοῦτο ἀκολούθως ἐπάγει· ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. τοῦτο γὰρ ἴδιον οἰκετῶν τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους, ἀλλὰ δεσπο τικοῖς ὑπηρετεῖσθαι προστάγμασιν. πολλάκις γοῦν τι, φησίν, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι· τὸ γὰρ οὐ γινώσκω οὐχ ὅτι ἀγνοῶν λέγειπῶς γάρ, εἰ ὃ πράττει τις τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ; ἢ ὅλως ἂν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο; ἀλλὰ τὸ οὐ γινώσκω τοιοῦτόν ἐστιν οἷον τὸ ἐν Εὐαγγελίοις τοῦ σωτῆρος οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε ἀπ' ἐμοῦ, ἀντὶ τοῦ κατεργάζομαί τι πολλάκις οὐκ οἰκειούμενος, οὐδὲ χαίρων, οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν, οὐδὲ ἐμαυτοῦ, συντόμως εἰπεῖν, ἐπακούων ἀλλὰ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησί, δῆλον· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ, τοῦτ' ἔστιν ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι, ποιῶ δὲ τἀναντία καὶ ἃ μισῶν οὐκ ἂν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μὲν τοιούτων τὸν τοῦ σωτῆρος ἐκεῖνον νόμον παραβαίνειν φησίν, τὸν φυσικόν τε καὶ 373 περιεκτικὸν τῶν ἁπάντων, τὸν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. {Rom 7,16} Εἰ τοίνυν, φησίν, ὃ μὴ αὐτὸς θέλω τοῦτο ποιῶ, διὰ τούτου τὸν νόμον εἶναι καλὸν καθομολογῶ· ἃς γὰρ ἐκεῖνος κακίζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ προκατέγνωκα, κἂν μετίω τοῖς ἔργοις αὐτά. {Rom 7,17} ∆ιὰ πάντων τούτων τὸ ἐκ τοῖς ἁγίοις Εὐαγγελίοις λέγει παρὰ τοῦ δεσπότου λεχθέν, ὅτι τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· τὸ γὰρ φθαρτὸν τῆς σαρκὸς καὶ συμπαθὲς τῆς παρανομίας καταιτιᾶται. οὐκ οἰκεῖ γάρ, φησίν, ἐν τῇ σαρκί μου ἀγα θόν, τοῦτ' ἔστιν οὐκ ἔχει τὸ ἀπαθὲς οὐδὲ τὸ τέλειον καὶ ἀνενδεές τε καὶ ἀναμάρτητον, ὅθεν αὐτὴν καὶ σάρκα πολλάκις ἁμαρτίαν καλεῖ, καὶ σῶμα ἁμαρτίας, καὶ σῶμα θανάτου. αἱροῦμαι γοῦν τῷ νῷ τὸ ἀγαθὸν καὶ παρεσκεύασμαι πρὸς τοῦτο κατὰ ψυχήν, ἐπὶ δὲ τῶν διὰ σαρκὸς ἔργων αὐτὸ μετελθεῖν οὐχ εὑρίσκω, ἀλλ' ἐσπούδακα μὲν καὶ ἀγωνίζομαι ποιῆσαι τὸ ἀγαθόν, ὑπάγομαι δὲ παρ' αὐτῆς πράττειν ἃ μὴ προῄρημαι. τὴν οὖν τοιαύτην πρᾶξιν εἰκότως οὐκ ἐμὴν ἀλλ' ἀλλοτρίαν λογίζομαι. {Rom 7,21} Οὐκοῦν, φησίν, ἐκ τούτων δείκνυται βουλόμενος καὶ ὁ νόμος συνῳδὰ τῷ περὶ τὸ καλόν μου θελήματι, ἐξ ὧν καὶ τὸ κακὸν ἀμφοτέροις, ἐμοί τε κἀκείνῳ, ταὐτὸν καταφαίνεται. {Rom 7,22-23} Συνήδομαι γάρ, φησί, τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον καὶ τὰ ἑξῆς. τῷ γὰρ ἀντὶ τοῦ τοίνυν κἀνταῦθα ἐχρήσατο· πάντων γὰρ τῶν ἀπὸ τοῦ οἴδαμεν ὅτι ὁ νόμος πνευ 374 ματικός ἐστιν προειρημένων αὐτῷ, συναγωγὴν ἠβουλήθη ποιήσα σθαι. τῷ μὲν νόμῳ τοίνυν, φησί, συνήδομαι τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπονὀνομάζει τὸ ἐν ἡμῖν νοερόνκαὶ χαίρω καὶ γέγηθα τούτου τοῖς παραγγέλμασιν, βλέπω δὲ νόμον ἕτερον, τὸν τῶν ἐμαυτοῦ μελῶν ἀντιπαραταττόμενον τούτῳ καὶ πρὸς βίαν εἰς ἑαυτὸν ἀποσπῶντά με καὶ οἷον αἰχμαλώτῳ τινὶ παρακεχρημένον μοι· ἃ γὰρ ἐκεῖνος ἐπιτάττει, καὶ ὧν ἐκεῖνος ἔχεσθαί μοι κελεύει, οὗτος ἀπέχεσθαι τούτων ἐπαναγκάζει. νόμον δὲ ἁμαρτίας ἐν τοῖς μέλεσιν αὐτοῦ τὸ βούλημα καὶ τὸν σκοπὸν τῆς παθητῆς λέγει σαρκός, ἐπειδὴ καὶ παντὸς ἴδιον νόμου τὸ τοῖς ὑπ' αὐτὸν τὰ αὐτῷ δοκοῦντα παρακελεύεσθαι. ἐγὼ τοίνυν οὐχ ᾧ χαίρω νόμῳ, φησίν, ὑπακούω, ἀλλ' ᾧ μὴ χαίρω· οὐ πράττω γὰρ ἃ βούλομαι, ἃ δὲ μὴ βούλομαι πράττω, καὶ μᾶλλόν μου τῶν μελῶν ὁ νόμος τοῦ θείου νόμου κατακρατεῖ, καὶ πρὸς αὐτὸν ἀγωνιζόμενος ἀντισχεῖν οὐκ ἀρκῶ. τὸ μὲν γὰρ τὸ