Fragmenta in epistulam ad Romanos

 φῆσαι ἀλλὰ μεταδῶ· πολὺ γὰρ ἐκείνου τοῦτο δήπουθεν. ὑφείμενος ἰάσατο δὲ πάλιν εἰς τὸ στηριχθῆναι ὑμᾶς εἰπών· ἐσπούδακα γάρ, φησίν, οὐχ ὥς τι καινὸν ὑμ

 πίστιν τὸ μὴ περὶ ἐκείνου μόνου ἀλλ' ἐξ ἐκείνου καὶ περὶ ἑαυτῶν ὡς ἀναστησο μένων πιστεῦσαι. τὸ σύμπαν οὖν νόημα τοῦ προκειμένου τί οὗτό ἐστιν; ὅτι τὸ

 μὲν καὶ μεταβαλλόμενον ὅτιπερ ὑπὸ θεοῦ γέγονεν, ἀϊδίου τε ὄντως αὐτοῦ καὶ ἀναλλοιώτου, διδάσκει συνεστῶτα δὲ κἂν ταῖς συνεχέσι κινήσεσι καὶ μὴ καταφθε

 γνώσεως. Τὸν μὲν οὖν δεσπότην θεόν, φησίν, οὐδὲν τὰ τῆς ἀγνοίας τούτων παρέβλαψεν, ἀλλ' ἀνενδεὴς ὢν καὶ φύσιν ἔχων, πῶς ἂν εἴποι τις· αὐτὸς φύσει μακα

 ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόν

 ἁμαρτήσαν τας· οἱ γὰρ οὔτε πράξεως οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντός, 363 πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κό

 σπουδαζόμενον καί φησιν· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς καὶ τὰ ἑξῆς. τῷ γὰρ συνδέσμῳ νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο· ε

 αὐτοῦ. ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν, ἐπειδὴ καὶ τὸ νόμου ἔ

 ἀποσχομένους ἐκείνων παντάπασιν τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησίν, ἐν ᾧ τοῖς ἁμαρτίας ἐπιτάγμασιν ὑ

 δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα· μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης ἀλλ' ὅροις τακτοῖ

 προκειμένων πολλάκις· οἷόν ἐστι καὶ τὸ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ἔοικε δὲ τῷ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐν τοῖς ἔμπροσθεν εἰρημένῳ καὶ τῷ παρὰ τῷ προ

 καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι διὰ τοῦ θείου νόμου παιδευόμενος, ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς, ἐν εργῆσαι δὲ αὐτὴν κωλυόμ

 ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς θεόν. {Rom 8,7-8} Ἀμήχανον γάρ, φησί, τοῖς τοῦ θεοῦ θελήμασι τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν τὸ θέλημα

 οἰκείου θανάτου θάνατον, ἀπηλ λάγημεν μὲν τοῦ χαλεπωτάτου δέους ἐκείνου, τῆς δὲ ἀνακαινώσεως ἀξιούμενοι τὸν θεὸν ἔχομεν ἀψευδῶς ἐπικαλεῖσθαι πατέρα. {

 προτέρων τὰ δεύτερα. τοιοῦτόν τί φησι καὶ ὁ εὐαγ γελιστὴς περὶ τῶν μαθητῶν τοῦ κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δ

 ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχήν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ το

 τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων· οἱ γὰρ μὴ ἁμαρτάνοντες ἐν τοῖς διδο μένοις μενοῦμεν ἀεί, ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν ε

 περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.

 σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. πρότερον μὲν οὖν οὕτω διεκείμην, νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθείς, καὶ γνο

 δὴ καὶ ἀνιῶμαι διηνεκῶς· οὐ μήν ἐστιν εἰπεῖν διὰ τὸ μὴ προσίεσθαι τούτους τὸ εὐαγγέλιον, ὅτι ὁ λόγος τοῦ θεοῦ, ἵνα εἴπῃ ἡ ὑπόσχεσις τοῦ θεοῦ ψευδὴς ἐξ

 ζητήσεως, ἤδει μάτην τὰ λοιπὰ τῆς προκειμένης ἀπολογίας ἐρῶν· οὐ γὰρ ἔμελλεν ἔτι δυνήσεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις ὁ ἀκροατὴς προσέξειν τὸν νοῦν, ἐ

 δέ, οἶμαι, Χριστῷ καὶ τῇ ἀληθείᾳ συν ηγορῶν οὐδεμίαν τοῖς ἐναντίοις εἰς διαβολὴν τοῦ εὐσεβοῦς δόγματος ὑπολείπεται πρόφασιν, ἀλλ' ὥσπερ τῶν ἄλλων πασῶ

 τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοί μασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς; πληρώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν το

 τούτου σημαίνων ὅτι τοῦτο δὲ ἴσον ἐστὶν οἷον ἂν εἰ καὶ πρὸς ἡμᾶς ἐλέγετο μὴ χρῆναι διαπιστεῖν ἢ περὶ τῆς ἐξ οὐρανῶν τοῦ σωτῆρος καθόδου ἢ περὶ τῆς ἐκ

 ἐκλεγέντος καὶ νῦν ἐκ τοῦ παντὸς γένους ἡμῶν· ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον οὐδ' ἂν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου θ

 νουθετήσας καὶ τὸ κατεπαίρεσθαι τῶν Ἰουδαίων αὐτοῖς ἀπειπών, ἐκκαλύπτει καὶ μυστικόν τινα λόγον 401 αὐτοῖς τοῖς ἄχρις ἐκείνου πᾶσιν ἀπόρρητον· ὡς ἂν γ

 {Rom 12,1} Συμπεράνας τὸν περὶ τοῦ δόγματος ἅπαντα λόγον ἐντεῦθεν ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται, καὶ διὰ τῆς καθόλου συμβουλῆς τῶν 403 πρακτέω

 προθυμίᾳ δια πράττεσθε ὡς δουλείαν τῷ κυρίῳ πληροῦντες, καὶ τὴν ἐλπιζομένην ὑπὲρ τούτων ἀμοιβὴν ἐκδεχόμενοι χαίρετε, ὑπὲρ ἧς καὶ τὰς ἐπαγομένας ὑμῖν θ

 καὶ τὰ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν ὑπισχνούμενον καὶ προσέτι παρ' ἰδιωτῶν καὶ πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων καταγγελλόμενον. τούτου χάριν πολλή τις ἦν ἐν

 ἀπαραιτήτως ἀναγκαῖον ὄφλημα κατατίθεσθε· τῶν μὲν γὰρ ἄλλων ἕκαστον χρεῶν ἀποδεδωκότες ἔχετε μετὰ τὴν ἔκτισιν τὸ ἀνεύθυνον, ἐπὶ δὲ τῆς ἀγάπης τοῦτο οὐ

 σταθήσεται δέ, φησίν, δυνατὸς γὰρ ὁ θεὸς στῆσαι αὐτόν. {Rom 14,6} Ἀμφότεροι γάρ, φησίν, οὗτος κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ, τιμῇ τῇ περὶ τὸν θεόν· ὅ τε

 Χριστῷ καὶ τὴν ἑαυτοῦ πολιτείαν ἐπιδείκνυσθαι τοιαύτην ἐσπουδακώς, ὁ τοιοῦτος καὶ θεῷ προσφιλὴς καὶ ἀνθρώποις ἐπαινετός. 413 {Rom 14,21-22a } Καλόν, φ

 εὐλογηθήσεται πάντα τὰ ἔθνη, γεννηθεὶς αὐτὸς ἐξ αὐτῶν κατὰ σάρκα καὶ γενόμενος ὑπὸ νόμον, καὶ φανερωθεὶς μὲν ἐν σαρκί, δικαιωθεὶς δὲ ἐν πνεύματι πάντα

 εὐαγγελίου τυγχάνοντος· ἶσον γάρ ἐστι τῷ τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ἢ πλήρωμα εὐλογίας τοῦ εὐ

μὲν καὶ μεταβαλλόμενον ὅτιπερ ὑπὸ θεοῦ γέγονεν, ἀϊδίου τε ὄντως αὐτοῦ καὶ ἀναλλοιώτου, διδάσκει συνεστῶτα δὲ κἂν ταῖς συνεχέσι κινήσεσι καὶ μὴ καταφθειρόμενον ὑπ' αὐτῶν ὅτιπερ ὁ ποιήσας αὐτόν ἐστι δυνατὸς ἐκβοᾶν. ἡμᾶς τε φύσεως τοιαύτης ἐδημιούργησε νοῦν τε καὶ λογισμὸν ἐπιβαλὼν τούτων ἡμῖν δωρησάμενος, ὥστε παρεπομένους ἡμᾶς τῇ διὰ τοῦ κόσμου τούτου διδασκαλίᾳ δύνασθαι νοοῦντας καθορᾶν αὐτοῦ τὰ ἀόρατα. εἰ γὰρ ὅτι γενητός ἐστιν ἐκ τῶν τροπῶν τε καὶ ἀλλοιώσεων αὐτοῦ κατεμάθομεν, δῆλον ὅτι γε γενόμενος ὑπὸ τοῦ πάντως ἀγενήτου καὶ ἀτρέπτου γεγένηται, ὃς ὑπερβολὴν δυνάμενος οὐδὲ ἐν τοσαύτῃ ὄντα μεταβολῇ τῶν στοιχείων διὰ τὸ ἡμῖν χρειῶδες συμφερομένων εἰς ἄλληλα, ἀφίησιν ἀπολέσθαι ἀλλ' ὑφεστῶτα καὶ ἀκατάλυτα ἔτι διακρατεῖ. {ROM 1,β} Τὸ δὲ εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους φησὶν ἀντὶ τοῦ παραιτεῖται αὐτῶν τὴν ἀπολογίαν· τοῦτο ἀποστρέφει τὴν γλῶτταν, ἐμφράττει τὸ στόμα εὔχει, σιωπὰν ποιεῖ. ἔφη δὲ αὐτῷ τῷ αἰτιατικῷ τρόπῳ κατὰ τὸ οἰκεῖον ἰδίωμα· σύνηθες γὰρ τῷ ἀποστόλῳ τὰς τῶν πραγμάτων ἐκβάσεις ὡς τῶν πραγμάτων αἴτια τιθέναι. οὐ γὰρ διὰ τοῦτο τὴν πρώτην ὁ θεὸς τῆς ἑαυτοῦ γνώσεως τοὺς ἀνθρώπους ἠξίωσεν, ἵνα αὐτοῖς μηδ' ἧστινος ἀπολογίας μετείη, ἀλλὰ ταύτην ἐν αὐτοῖς ἐφανέρωσε πρὸς τὸ συμφέρον αὐτοῖς ἵνα ἔχειν τό τε αὐτοῦ καὶ τῆς κηδεμονίας ἀπολαμβάνειν τῆς αὐτοῦ. ἐπειδὴ τὴν δωρεὰν ἐκεῖνοι τὴν θείαν διὰ τῆς αὐτῶν ἐνύβρισαν ῥᾳθυμίας, ἠκολούθησαν ὡς εἰκῶς τὸ ἐκπεσόντας αὐτοὺς τοῦ προσήκοντος πάσης παραιτήσεως ἀποστηρηθῆναι. 358 Rom 1,21-23} Ὅτι μὲν οὖν ἔγνωσαν εἶναι θεόν, δῆλον οὐκοῦν οὐχ ὑπὲρ τούτου δίκην ὑφέξουσιν, ὅτι δὲ οὐκ εἰς δέον τῇ γνώσει κατεχρήσαντο, ὑπὲρ δὲ τούτου τιμωρηθήσονται· θεὸν μὲν γὰρ αὐτὸν ἐδόξαζεν ἕκαστος, καὶ ὅτιπερ ᾤετο θεόν, τοῦτο καὶ ὡς ὑπερέχον ἡγούμενος ἐθεράπευσεν. ἐσφαλμένως δὲ καὶ ἀσυνέτως τὸ πρᾶγμα μετῆλθον· τὴν τοῦ θεοῦ γὰρ ἐπὶ τὴν αὐτοῦ γνῶσιν ὁδὸν καταλιπόντες καὶ οἰκείαν ἀνατεμόμενοι πρὸς ἐσχάτην μανίαν ἐξώκειλαν, τὸν πλεονασμὸν τῆς ὡς ᾤετο σοφίας αὐτῶν προσθήκην μωρίας κτησάμενοι, μέχρις ἑρπετῶν καὶ ἀψύχων τὸ θεῖον σέβας καταβιβάσαντες, ὥστε ἡ περὶ τοῦ θεοῦ πλάνησις αὐτῶν ἐλέγχεται αὐτοὺς τῷ τὴν περὶ θεοῦ γνῶσιν ἐνυπάρχειν αὐτοῖς, καὶ ἅμα πάσης αὐτοὺς ἀφαιρεῖται συγγνώμης. τοῦ μέντοι γε οὐχ ὡς θεὸν ἐδό ξασαν ἢ ηὐχαρίστησαν ὁ νοῦς οὕτως ἐστίν· τοῦ μὲν ηὐχαρί στησαν, ὅτι μὴ πάντων τῶν ἀγαθῶν αὐτὸν αὐτοῖς εἶναι αἴτιον καὶ χορηγὸν ὡμολόγησαν, τοῦ δὲ ἐδόξασαν, ὅτι ἣν ἐχρῆν αὐτοὺς περὶ θεοῦ ἔχειν ὑπόληψιν, ταύτην οὐκ ἔσχον. γνόντες γοῦν αὐτὸν ἐκ τῆς διὰ τοῦ κόσμου τούτου διδασκαλίας ἀόρατον, ἀΐδιον, ἄφθαρτον, παντοδύναμον, οὐκ ἐνέμειναν τούτοις, οὐδὲ τὴν τοιαύτην περὶ αὐτοῦ δόξαν ἐφύλαξαν, ἀλλ' ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου. ὁμοίωμά γε μὴν εἰκόνος αὐτὴν τὴν εἰκόνα φησίν, ὥσπερ οὖν καὶ ὁμοίωμα σαρκὸς αὐτὴν λέγει τὴν σάρκα, διὸ καὶ σφόδρα βαρύνων τῷ λόγῳ τὸ ἔγκλημα, αὐτό τε τοῦτο προστέθηκε τὸ φθαρτοῦ ἀν θρώπου τοῦτ' ἔστι τῆς φθειρομένης σαρκός. ἐπειδὴ καὶ ταύτης τοῦ ἀνθρώπου μόνης, οὐ μὴν καὶ τῆς ψυχῆς εἰκόνες εἰσὶ τὰ ἐκτυπώματα. διῆλθεν ἑξῆς γενικῶς μέν, ὀνομαστὶ δὲ ὅμως ἐκπομπεύων τὴν πλάνην αὐτήν, πετεινῶν καὶ τετραπόδων φήσας καὶ ἑρπετῶν, τοιοῦτόν ἐστι καὶ τὸ τοῦ ψαλμοῦ· ἤλλαξαν τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον· κἀνταῦθα γὰρ ὁμοίωμα μόσχου τὸν μόσχον φησίν. ποῖον μέντοι μόσχον λέγει, δεδήλωκεν εἰπών· ἐποίησαν μόσχον ἐν Χωρὴβ καὶ προσ εκύνησαν τῷ γλυπτῷ. {Rom 1,24-27} Ἀποδείξας τοίνυν αὐτάρκως ὁ ἀπόστολος δεδόσθαι μὲν τοῖς ἀνθρώ ποις τοῦ θεοῦ γνῶσιν παρὰ θεοῦ τῇ ἐντέχνῳ τοῦ κόσμου τούτου δημιουργίᾳ καὶ τῇ τῆς αὐτῶν φύσεως πρὸς τὴν μάθησιν τούτων ἐπιτη δείᾳ κατασκευῇ, τοὺς δεδεγμένους δὲ ταύτην σαρκικοῖς λογισμοῖς αὐτὴν ἐν ἑαυτῇ διαφθεῖραι καὶ οὐκ εἰς δέον τι χρήσασθαι, λέγει λοιπὸν 359 ἀκολούθως, ὅσων τε καὶ οἵων ἀτοπημάτων αὐτῶν αἰτία γέγονεν ἡ τοῦ θεοῦ τῆς ἀληθινῆς ἀπόπτωσις