Fragmenta in epistulam ad Romanos

 φῆσαι ἀλλὰ μεταδῶ· πολὺ γὰρ ἐκείνου τοῦτο δήπουθεν. ὑφείμενος ἰάσατο δὲ πάλιν εἰς τὸ στηριχθῆναι ὑμᾶς εἰπών· ἐσπούδακα γάρ, φησίν, οὐχ ὥς τι καινὸν ὑμ

 πίστιν τὸ μὴ περὶ ἐκείνου μόνου ἀλλ' ἐξ ἐκείνου καὶ περὶ ἑαυτῶν ὡς ἀναστησο μένων πιστεῦσαι. τὸ σύμπαν οὖν νόημα τοῦ προκειμένου τί οὗτό ἐστιν; ὅτι τὸ

 μὲν καὶ μεταβαλλόμενον ὅτιπερ ὑπὸ θεοῦ γέγονεν, ἀϊδίου τε ὄντως αὐτοῦ καὶ ἀναλλοιώτου, διδάσκει συνεστῶτα δὲ κἂν ταῖς συνεχέσι κινήσεσι καὶ μὴ καταφθε

 γνώσεως. Τὸν μὲν οὖν δεσπότην θεόν, φησίν, οὐδὲν τὰ τῆς ἀγνοίας τούτων παρέβλαψεν, ἀλλ' ἀνενδεὴς ὢν καὶ φύσιν ἔχων, πῶς ἂν εἴποι τις· αὐτὸς φύσει μακα

 ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόν

 ἁμαρτήσαν τας· οἱ γὰρ οὔτε πράξεως οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντός, 363 πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κό

 σπουδαζόμενον καί φησιν· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς καὶ τὰ ἑξῆς. τῷ γὰρ συνδέσμῳ νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο· ε

 αὐτοῦ. ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν, ἐπειδὴ καὶ τὸ νόμου ἔ

 ἀποσχομένους ἐκείνων παντάπασιν τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησίν, ἐν ᾧ τοῖς ἁμαρτίας ἐπιτάγμασιν ὑ

 δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα· μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης ἀλλ' ὅροις τακτοῖ

 προκειμένων πολλάκις· οἷόν ἐστι καὶ τὸ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ἔοικε δὲ τῷ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐν τοῖς ἔμπροσθεν εἰρημένῳ καὶ τῷ παρὰ τῷ προ

 καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι διὰ τοῦ θείου νόμου παιδευόμενος, ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς, ἐν εργῆσαι δὲ αὐτὴν κωλυόμ

 ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς θεόν. {Rom 8,7-8} Ἀμήχανον γάρ, φησί, τοῖς τοῦ θεοῦ θελήμασι τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν τὸ θέλημα

 οἰκείου θανάτου θάνατον, ἀπηλ λάγημεν μὲν τοῦ χαλεπωτάτου δέους ἐκείνου, τῆς δὲ ἀνακαινώσεως ἀξιούμενοι τὸν θεὸν ἔχομεν ἀψευδῶς ἐπικαλεῖσθαι πατέρα. {

 προτέρων τὰ δεύτερα. τοιοῦτόν τί φησι καὶ ὁ εὐαγ γελιστὴς περὶ τῶν μαθητῶν τοῦ κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δ

 ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχήν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ το

 τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων· οἱ γὰρ μὴ ἁμαρτάνοντες ἐν τοῖς διδο μένοις μενοῦμεν ἀεί, ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν ε

 περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.

 σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. πρότερον μὲν οὖν οὕτω διεκείμην, νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθείς, καὶ γνο

 δὴ καὶ ἀνιῶμαι διηνεκῶς· οὐ μήν ἐστιν εἰπεῖν διὰ τὸ μὴ προσίεσθαι τούτους τὸ εὐαγγέλιον, ὅτι ὁ λόγος τοῦ θεοῦ, ἵνα εἴπῃ ἡ ὑπόσχεσις τοῦ θεοῦ ψευδὴς ἐξ

 ζητήσεως, ἤδει μάτην τὰ λοιπὰ τῆς προκειμένης ἀπολογίας ἐρῶν· οὐ γὰρ ἔμελλεν ἔτι δυνήσεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις ὁ ἀκροατὴς προσέξειν τὸν νοῦν, ἐ

 δέ, οἶμαι, Χριστῷ καὶ τῇ ἀληθείᾳ συν ηγορῶν οὐδεμίαν τοῖς ἐναντίοις εἰς διαβολὴν τοῦ εὐσεβοῦς δόγματος ὑπολείπεται πρόφασιν, ἀλλ' ὥσπερ τῶν ἄλλων πασῶ

 τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοί μασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς; πληρώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν το

 τούτου σημαίνων ὅτι τοῦτο δὲ ἴσον ἐστὶν οἷον ἂν εἰ καὶ πρὸς ἡμᾶς ἐλέγετο μὴ χρῆναι διαπιστεῖν ἢ περὶ τῆς ἐξ οὐρανῶν τοῦ σωτῆρος καθόδου ἢ περὶ τῆς ἐκ

 ἐκλεγέντος καὶ νῦν ἐκ τοῦ παντὸς γένους ἡμῶν· ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον οὐδ' ἂν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου θ

 νουθετήσας καὶ τὸ κατεπαίρεσθαι τῶν Ἰουδαίων αὐτοῖς ἀπειπών, ἐκκαλύπτει καὶ μυστικόν τινα λόγον 401 αὐτοῖς τοῖς ἄχρις ἐκείνου πᾶσιν ἀπόρρητον· ὡς ἂν γ

 {Rom 12,1} Συμπεράνας τὸν περὶ τοῦ δόγματος ἅπαντα λόγον ἐντεῦθεν ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται, καὶ διὰ τῆς καθόλου συμβουλῆς τῶν 403 πρακτέω

 προθυμίᾳ δια πράττεσθε ὡς δουλείαν τῷ κυρίῳ πληροῦντες, καὶ τὴν ἐλπιζομένην ὑπὲρ τούτων ἀμοιβὴν ἐκδεχόμενοι χαίρετε, ὑπὲρ ἧς καὶ τὰς ἐπαγομένας ὑμῖν θ

 καὶ τὰ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν ὑπισχνούμενον καὶ προσέτι παρ' ἰδιωτῶν καὶ πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων καταγγελλόμενον. τούτου χάριν πολλή τις ἦν ἐν

 ἀπαραιτήτως ἀναγκαῖον ὄφλημα κατατίθεσθε· τῶν μὲν γὰρ ἄλλων ἕκαστον χρεῶν ἀποδεδωκότες ἔχετε μετὰ τὴν ἔκτισιν τὸ ἀνεύθυνον, ἐπὶ δὲ τῆς ἀγάπης τοῦτο οὐ

 σταθήσεται δέ, φησίν, δυνατὸς γὰρ ὁ θεὸς στῆσαι αὐτόν. {Rom 14,6} Ἀμφότεροι γάρ, φησίν, οὗτος κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ, τιμῇ τῇ περὶ τὸν θεόν· ὅ τε

 Χριστῷ καὶ τὴν ἑαυτοῦ πολιτείαν ἐπιδείκνυσθαι τοιαύτην ἐσπουδακώς, ὁ τοιοῦτος καὶ θεῷ προσφιλὴς καὶ ἀνθρώποις ἐπαινετός. 413 {Rom 14,21-22a } Καλόν, φ

 εὐλογηθήσεται πάντα τὰ ἔθνη, γεννηθεὶς αὐτὸς ἐξ αὐτῶν κατὰ σάρκα καὶ γενόμενος ὑπὸ νόμον, καὶ φανερωθεὶς μὲν ἐν σαρκί, δικαιωθεὶς δὲ ἐν πνεύματι πάντα

 εὐαγγελίου τυγχάνοντος· ἶσον γάρ ἐστι τῷ τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ἢ πλήρωμα εὐλογίας τοῦ εὐ

ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς θεόν. {Rom 8,7-8} Ἀμήχανον γάρ, φησί, τοῖς τοῦ θεοῦ θελήμασι τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν τὸ θέλημα τῆς σαρκός ποτε συνελθεῖν καὶ φιλίαν ἀσπάσασθαι· ὁ μὲν γὰρ ἀπάθειαν ἐπαγγέλλεται, ἡ δέ ἐστιν παθητή. οὐ τοίνυν οὐδὲ τοὺς ἐνεχομένους τῷ φρονήματι τῆς σαρκὸς καὶ μετέχοντας τῆς φύσεως ταύτης οἷόν τε ἀρέσαι θεῷ· ἐπὶ τοσοῦτον γὰρ αὐτοῦ διεστήκασιν ἐφ' ὅσον εἰσὶ ταύτης ἐγγύς, καί εἰσιν ἀρετῆς πόρρω τοσοῦτον ὅσον θνητότητος ἀθανασία. {Rom 8,9a } Ἀλλ' ὑμεῖς γάρ, φησίν, ἐκ θνητότητος εἰς ἀθανασίαν μεταβεβήκατε, ἀντὶ σαρκικῶν γεγενημένοι πνευματικοί. καὶ ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων, εἴπερ πνεῦμα θεοῦ, φησίν, οἰκεῖ ἐν ὑμῖν· τότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι καὶ ἑτέρων ἐπὶ θαυματουργίᾳ χαρισμάτων ἀπέλαβον, τοῦ πνεύματος αὐτοὺς διὰ τούτων καὶ περὶ τῶν τέως ἀφανῶν πιστουμένου. ὅτι τοίνυν, φησί, πρὸς πνευ ματικὴν μετέστητε ζωὴν ἐκ τῆς σαρκικῆς, ἡ τοῦ πνεύματος κατοικοῦσα χάρις ὑμᾶς ἀποχρώντως δηλοῖ. {Rom 8,9b-10} Εἰ δέ τις, φησί, πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. ὥσπερ οἱ ἐξ Ἀδὰμ τοῦ Ἀδὰμ εἶναι λεγόμεθα τῆς φύσεως αὐτῷ κοινωνήσαντες, οὕτως οἱ τῆς πρὸς Χριστὸν ἀξιωθέντες ἑνώσεως εἶναι λέγονται τοῦ Χριστοῦ διὰ τῆς τοῦ ἑνὸς πνεύματος μετουσίας. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. εἰ τοίνυν γνωρίζεται Χριστός, φησίν, ἐν ὑμῖν τῷ τοῦ πνεύματος αὐτοῦ 377 μετέχειν ὑμᾶς, ὃν τρόπον ἐστὶ τὸ σῶμα διὰ τὴν ἁμαρτίαν ἀθανασίας ἀμέτοχον, οὕτως αὖ θανάτου πόρρω διὰ τὴν δικαιοσύνην τὸ πνεῦμα. πνεῦμα δὲ τὸ πνευματικὸν σῶμα προσεῖπεν ἐκ τοῦ μεθεκτικοῦ τὸ μετέχον καλέσας, ὡς καὶ ἐν τοῖς Εὐαγγελίοις τὸ γεγεννημένον φησὶν ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. {Rom 8,11} Ἀλλὰ μὴν οὐδὲ δεῖ περὶ τούτου, φησί, διαμφισβητεῖν, ὅτι τοὺς ἠξιωμένους ναοὺς γενέσθαι τοῦ πνεύματος καὶ ταύτῃ κεκοινωνη κότας Χριστῷ, ἐχόμενόν ἐστι τὸ κοινωνῆσαι αὐτῷ δι' αὐτὸ τοῦτο καὶ τῆς ἐκ νεκρῶν εἰς ἀθάνατον ζωὴν ἀναστάσεως. {Rom 8,12-131 Ἀγωνισάμενος διὰ πάντων καὶ δείξας οὐκέτι προσήκειν αὐτοὺς τῷ Ἀδάμ, τοῦτ' ἔστι τῇ παθητῇ καὶ ὑπὸ νόμον ζωῇ, ἀλλ' εἶναι Χριστοῦ, τοῦτ' ἔστι πνευματικούς τε καὶ ἀκηράτους, συγκεφαλαιούμενος τὰ διὰ πλειόνων ἐν τοῖς ἔμπροσθεν εἰρημένα, νουθεσίαν σαφῆ τε καὶ σύντομον ἐπιφέρει λέγων μὴ χρῆναι τοῦ λοιποῦ τοῖς τῆς σαρκὸς ἑαυτοὺς πάθεσιν ἐκδιδόναι. διὰ τί; εἰ γὰρ κατὰ σάρκα ζῆτε, φησί, μέλλετε ἀποθνῄσκειν· τῆς γὰρ τοιαύτης ζωῆς, φησί, φθορὰ τὸ τέλος ἐστίν. εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· εἰ μέντοι, φησί, κατὰ τὴν ἐνοῦσαν ὑμῖν τοῦ πνεύματος χάριν σπουδάζοιτε ζῆν, ἀνενεργήτους ἑαυτοὺς πρὸς τὰς τοιαύτας τοῦ σώματος πράξεις διαφυλάττοντες, οἴσεσθε τὴν ἀθανασίαν. {Rom 8,14} Οἱ γὰρ πνεύματι θεοῦ κυβερνώμενοι, τοῦτ' ἔστιν οἱ πνευματικοὶ καὶ οὐ ψυχικοί, ἑαυτοῖς ὡς ἀληθῶς τὸ εἶναι θεοῦ βεβαιοῦσιν υἱοί. ἔφη δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν ὑπὸ τὸν νόμον χρηματισάντων υἱῶν θεοῦ καὶ αὐτῶν διὰ τὴν ὡς πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἐξαίρετον τοῦ θεοῦ κηδεμονίαν περὶ αὐτούς· ἐλάλησας γὰρ ἐν ὁράσει τοῖς υἱοῖς σου, φησί, καὶ υἱὸς πρωτότοκός μου Ἰσραήλ, καὶ ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. ὡς πρὸς τούτους οὖν ἀντιδιαιρῶν τοὺς κατὰ Χριστὸν ἔφη τὸ οὗτοί εἰσιν υἱοὶ θεοῦ. 378 {Rom 8,15} Οὐ γὰρ κατὰ τὴν προτέραν καὶ ἡ νῦν χάρις ἐστίν, ὡς καὶ τοῦ νόμου καὶ κατὰ χάριν θεοῦ δεδομένου. τοῦτο δὲ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης φησίν· χάριν ἀντὶ χάριτος, τὴν Χριστοῦ λέγων ἡμῖν ἀντὶ τῆς διὰ Μωϋσέως δεδόσθαι. οὐ τοίνυν τῆς νομικῆς παραπλησία καὶ ἡ τῆς παρούσης χάριτος δωρεά, μακρῷ δὲ καὶ ἀπείρῳ προέχουσα, καὶ ὅσῳ γένοιτ' ἂν μείζων τῆς δεσπότου περὶ δούλους εὐνοίας ἡ πατρὸς σχέσις περὶ γνησίους υἱούς. τότε μέν γε παρανομοῦντες φόβῳ τοῦ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦμεν δουλείας, νυνὶ δὲ Χριστοῦ καταργήσαντος διὰ τοῦ