1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

2

δῶρον μὲν, ὡς καὶ μηδὲν προεισενεγκοῦσι 36.364 διδόμενον· χάρισμα δὲ, ὡς καὶ ὀφείλουσι· βά πτισμα δὲ, ὡς συνθαπτομένης τῷ ὕδατι τῆς ἁμαρτίας· χρίσμα δὲ, ὡς ἱερὸν καὶ βασιλικὸν (ταῦ τα γὰρ ἦν τὰ χριόμενα)· φώτισμα δὲ, ὡς λαμπρότητα· ἔνδυμα δὲ, ὡς αἰσχύνης κάλυμμα· λουτρὸν δὲ, ὡς ἔκπλυσιν· σφραγῖδα δὲ, ὡς συντήρη σιν, καὶ τῆς δεσποτείας σημείωσιν. Τούτῳ συγχαί ρουσιν οὐρανοί· τοῦτο δοξάζουσιν ἄγγελοι, διὰ τὸ συγγενὲς τῆς λαμπρότητος· τοῦτο εἰκὼν τῆς ἐκεῖθεν μακαριότητος· τοῦτο ἡμεῖς ἐξυμνεῖν βουλόμεθα μὲν, οὐ δυνάμεθα δὲ ὅσον ἄξιον.

Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσι τον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ἥλιος· ὅσον ἂν καθαιρώμεθα, φανταζόμενον· καὶ ὅσον ἂν φαντασθῶμεν, ἀγαπώμενον· καὶ ὅσον ἂν ἀγαπήσωμεν, αὖθις νοούμενον· αὐτὸ ἑαυτοῦ θεωρητικόν τε καὶ κα ταληπτικὸν, ὀλίγα τοῖς ἔξω χεόμενον. Φῶς δὲ λέγω, τὸ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρούμενον· ὧν πλοῦτός ἐστιν ἡ συμφυΐα, καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος. ∆εύτερον δὲ φῶς ἄγγελος, τοῦ πρώτου φωτὸς ἀποῤῥοή τις, ἢ μετουσία, τῇ πρὸς αὐτὸ νεύσει καὶ ὑπουργίᾳ τὸν φωτισμὸν ἔχουσα· οὐκ οἶδα, εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένη τὸν φωτισμὸν, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν τάξιν λαμβάνουσα. Τρίτον φῶς ἄνθρωπος, ὃ καὶ τοῖς ἔξω δῆλόν ἐστι. Φῶς γὰρ τὸν ἄνθρωπον ὀνομάζουσι, διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν· καὶ ἡμῶν αὐτῶν πάλιν οἱ θεοειδέστεροι, καὶ μᾶλλον Θεῷ πλησιάζοντες. Οἶδα καὶ ἄλλο φῶς, ᾧ τὸ ἀρχέγονον ἠλάθη σκότος, ἢ διεκόπη, πρῶτον ὑποστὰν τῆς ὁρατῆς κτίσεως, τήν τε κυκλικὴν τῶν ἀστέρων περίοδον, καὶ τὴν ἄνωθεν φρυκτωρίαν, κόσμον ὅλον αὐγάζουσαν.

ςʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρω τόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς· καὶ διότι, Φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς), εἰ καὶ τὸ φθονερὸν σκότος ἐπεισελθὸν τὴν κακίαν ἐδημιούργησεν· φῶς δὲ τυπικὸν καὶ σύμμετρον τοῖς ὑποδεχομένοις, ὁ γραπτὸς νόμος, σκιαγραφῶν τὴν ἀλήθειαν, καὶ τὸ τοῦ μεγάλου φωτὸς μυστήριον· εἴπερ καὶ τὸ Μωϋσέως πρόσωπον τούτῳ δοξάζεται. Καὶ ἵνα πλείονα φῶτα δῶμεν τῷ 36.365 λόγῳ, φῶς μὲν ἦν ἐκ πυρὸς τῷ Μωϋσεῖ φαντα ζόμενον, ἡνίκα τὴν βάτον ἔκαιε μὲν, οὐ κατέκαιε δὲ, ἵνα καὶ τὴν φύσιν παραδείξῃ, καὶ γνωρίσῃ τὴν δύ ναμιν· φῶς δὲ, τὸ ἐν στύλῳ πυρὸς ὁδηγῆσαν τὸν Ἰσραὴλ, καὶ ἡμερῶσαν τὴν ἔρημον· φῶς, τὸ Ἡλίαν ἁρπάσαν ἐν τῷ τοῦ πυρὸς ἅρματι, καὶ μὴ συμφλέξαν τὸν ἁρπαζόμενον· φῶς, τὸ τοὺς ποιμένας περιαστρά ψαν, ἡνίκα τὸ ἄχρονον φῶς τῷ χρονικῷ ἐμίγνυτο· φῶς, τὸ τοῦ προδραμόντος ἀστέρος ἐπὶ Βηθλεὲμ κάλλος, ἵνα καὶ Μάγους ὁδηγήσῃ, καὶ δορυφο ρήσῃ τὸ ὑπὲρ ἡμᾶς φῶς, μεθ' ἡμῶν γενόμενον φῶς, ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθη ταῖς, μικροῦ στεῤῥοτέρα δὲ ὄψεως· φῶς, ἡ Παῦ λον περιαστράψασα φαντασία, καὶ πληγῇ τῶν ὄψεων, τὸν σκότον τῆς ψυχῆς θεραπεύσασα· φῶς, καὶ ἡ ἐκεῖθεν λαμπρότης, τοῖς ἐνταῦθα κεκα θαρμένοις, ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἵσταται ὁ Θεὸς ἐν μέσῳ, θεῶν ὄντων καὶ βασι λέων, διαστέλλων καὶ διαιρῶν τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος· φῶς παρὰ ταῦτα ἰδιοτρόπως, ὁ τοῦ βαπτίσματος φωτισμὸς, περὶ οὗ νῦν ἡμῖν ὁ λό γος, μέγα καὶ θαυμαστὸν τὸ τῆς σωτηρίας ἡμῶν περιέχων μυστήριον.

Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως· ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος· θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆς ἀγγελικῆς, ἢ ὅτι ἐγγυτάτω τούτου, διὰ τὴν πρὸς Θεὸν ἐγγύτητα. Τὸ δὲ ἁμαρτάνειν, ἀνθρώ πινον, καὶ τῆς κάτω συνθέσεως· σύνθεσις γὰρ ἀρχὴ διαστάσεως· οὐκ ᾤετο δεῖν ἀβοήθητον τὸ ἑαυτοῦ πλάσμα καταλιπεῖν ὁ ∆εσπότης, οὐδὲ περιϊδεῖν κινδυνεῦον τὴν ἀπ' αὐτοῦ διάστασιν. Ἀλλ' ὥσπερ οὐκ ὄν τας ὑπέστησεν, οὕτως