1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

8

μηδενὶ βαρού μενον· καὶ διὰ βορβόρου μικρὰ ῥαντίζεσθαι, ἢ καθα ρὸν εἶναι διὰ καθαρᾶς ὁδοῦ φερόμενον. Τεκμήριον δὲ τοῦ λόγου, καὶ Ῥαὰβ τὴν πόρνην ἓν ἐδικαίωσε μό νον, ἡ φιλοξενία, τἄλλα οὐκ ἐπαινουμένην· καὶ τὸν τελώνην ἓν ὕψωσεν, ἡ ταπείνωσις, οὐδὲν ἄλλο μαρτυρηθέντα· ἵνα σὺ μάθῃς, σεαυτοῦ μὴ ῥᾳ δίως ἀπογινώσκειν.

Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδο ναῖς, καὶ τηνικαῦτα τυχεῖν τῆς χάριτος; Οὐδὲ γὰρ τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκόσιν ὑπῆρξέ τι 36.385 πλέον, ἴσου τοῦ μισθοῦ δοθέντος καὶ τοῖς τελευταίοις. Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὅστις ποτὲ εἶ, ὁ ταῦτα λέγων, μόγις τῆς ἀναβολῆς ἐξειπὼν τὸ ἀπόῤῥητον· καί σε τῆς κακουργίας οὐκ ἐπαινῶν, ἐπαινῶ τῆς ἐξαγορεύσεως. Ἀλλὰ δεῦρο, καὶ τὴν παραβολὴν ἑρ μηνεύθητι, ὡς ἂν μὴ βλάπτῃ τοῖς γεγραμμένοις ἐξ ἀπειρίας. Πρῶτον μὲν, οὐ περὶ τοῦ βαπτίσματος ἐνταῦθα ὁ λόγος, ἀλλὰ περὶ τῶν κατὰ διαφόρους και ροὺς πιστευόντων, καὶ εἰς τὸν καλὸν ἀμπελῶνα εἰσ ερχομένων, τὴν Ἐκκλησίαν. Ἀφ' ἧς γὰρ ἡμέρας καὶ ὥρας ἐπίστευσεν ἕκαστος, ἀπ' ἐκείνης καὶ ἀπαι τεῖται τὴν ἐργασίαν. Ἔπειτα, εἰ καὶ τῷ μέτρῳ τοῦ μόχθου, πλεῖον εἰσήνεγκαν οἱ προεισελθόν τες, ἀλλ' οὐχὶ καὶ τῷ μέτρῳ τῆς προαιρέσεως· καὶ τυχὸν τοῖς τελευταίοις, ἐκ ταύτης καὶ πλεῖον ὠφείλετο, εἰ καὶ παράδοξός πως ὁ λόγος. Τοῦ μὲν γὰρ ὕστερον εἰσελθεῖν, τὸ καὶ ὕστερον κληθῆναι πρὸς τὴν ἀμπελουργίαν αἴτιον· τῶν ἄλλων δὲ τὸ διάφο ρον ὅσον ἐπισκεψώμεθα· Οἱ μὲν οὐ πρότερον ἐπίστευσαν, οὐδὲ εἰσῆλθον, πρὶν ἢ συμφωνηθῆναι αὐτοῖς τὸν μισθόν· οἱ δὲ ἀσύμφωνοι τῇ ἐργασίᾳ προσ ῆλθον, ὃ μείζονός ἐστι γνώρισμα πίστεως. Καὶ οἱ μὲν φθονερᾶς, καὶ γογγυστικῆς εὑρέθησαν ὄντες φύ σεως· οἱ δὲ οὐδὲν ἐγκαλοῦνται τοιοῦτον. Καὶ τοῖς μὲν μισθὸς ἦν τὸ διδόμενον, καίπερ οὖσι πονηροῖς, τοῖς δὲ ἡ χάρις· ὥστε καὶ ἄνοιαν ἐγκληθέντες, εἰκότως τοῦ πλείονος ἐστερήθησαν. Τί δ' ἂν καὶ αὐτοῖς ὀψισθεῖσιν ἐγένετο, καταμάθωμεν· τὸ ἴσον τοῦ μισθοῦ δηλονότι. Πῶς οὖν αἰτιῶνται τὸν ἐργοδότην, ὡς διὰ τὸ τῆς ἰσότητος ἄνισον; Ταῦτα πάντα τὴν τοῦ ἱδρῶτος ὑφαιρεῖ χάριν τοῖς πρώτοις, καὶ εἰ προ κεκμήκασιν. Ἐξ ὧν συμβαίνει καὶ δικαίαν εἶναι τὴν τοῦ ἴσου διανομὴν, ἀντιμετρουμένης τῷ πό νῳ τῆς προαιρέσεως.

ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παρα βολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν· τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς τελευταίοις, ἵν' αὐτῷ τούτῳ πλέον ἔχῃς τῷ φιλανθρώπῳ, καὶ χρέος, ἀλλὰ μὴ χά ριν λαβεῖν τὴν ἀντίδοσιν; Ἔπειτα εἰσελθόντας ἐκεῖ 36.388 λαμβάνειν τοὺς ἐργάτας, οὐ διαμαρτόντας τοῦ ἀμπε λῶνος· ὅ σοι παθεῖν, κίνδυνος. Ὥστε εἰ μὲν ἦν δῆ λον, ὅτι τεύξῃ τῆς δωρεᾶς, οὕτω φρονῶν, καὶ ὑπο κρατῶν τι κακούργως τῆς ἐργασίας, συγγνωστὸν ἦν σοι πρὸς τοὺς τοιούτους καταφεύγοντι λογισμοὺς, καὶ παρακερδαίνειν τι βουλομένῳ τῆς τοῦ ∆εσπότου φιλ ανθρωπίας· ἵνα μὴ λέγω, ὅτι καὶ αὐτὸ τὸ καμεῖν πλέον, πλείων μισθὸς τῷ μὴ πάντη καπηλικῷ τὴν διάνοιαν. Εἰ δὲ κίνδυνός σοι, τοῦ ἀμπελῶνος παντε λῶς ἐκπεσεῖν διὰ τῆς ἐμπορίας, καὶ εἰς τὸ κεφάλαιον ζημιοῖ τὰ μικρὰ παρεκλέγων· φέρε, τοῖς ἐμοῖς πείσθητι λόγοις· ἀφεὶς τὰς τοιαύτας παρεξηγήσεις καὶ ἀντιθέσεις, ἀσυλλογίστως τῷ δώρῳ πρόσελθε, μὴ προαναρπασθῇς τῶν ἐλπίδων, καὶ κατὰ σεαυτοῦ λάθῃς τὰ τοιαῦτα σοφιζόμενος.

ΚΒʹ. Τί δαί; Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον; Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσματος. Αἰνίγματι λέγεις ὅμοιον, εἰ πεφωτισμένος ἐστὶ Θεῷ, διὰ τὸ φιλάνθρωπον, ὁ ἀφώ τιστος, ἢ καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐντὸς ὁ ταύτης τυχεῖν σπουδάζων, δίχα τοῦ πράττειν τὰ τῆς βασιλείας. Ἐγὼ δὲ, ὡς ἔχω περὶ τούτων, εἰπεῖν θαῤῥήσω· οἶμαι δὲ καὶ τῶν ἄλλων συνθήσεσθαι τοὺς νοῦν ἔχοντας. Τῶν τυχόντων τῆς δωρεᾶς, οἱ μὲν