1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

18

οὗ ἡ τῶν ἐξ αὐτοῦ ταπείνωσις. Πρὸς δὲ καὶ ὑφορῶμαι τὴν σὴν ἀπληστίαν, μὴ τὸ μεῖζον λαβὼν διχοτομήσῃς τὴν φύσιν, κατὰ πάντα τῷ μείζονι χρώμενος. Οὐ γὰρ κατὰ τὴν φύσιν τὸ μεῖζον, τὴν αἰτίαν δέ. Οὐδὲν γὰρ τῶν ὁμοουσίων τῇ οὐσίᾳ μεῖζον ἢ ἔλαττον. Θέλω τὸν Υἱὸν προτιμῆσαι τοῦ Πνεύματος, ὡς Υἱόν· καὶ οὐ συγχωρεῖ τὸ βάπτισμα τελειοῦν με διὰ τοῦ Πνεύματος. Ἀλλὰ δέδοικας, μὴ τριθεΐαν ὀνειδισθῇς; Ἔχε σὺ τὸ ἀγαθὸν, τὴν ἐν τοῖς τρισὶν ἕνωσιν· ἐμοὶ τὴν μάχην παράπεμψον. Ἔασόν με ναυπηγὸν εἶναι, σὺ χρῶ τῇ νηί. Καὶ εἰ ναυπηγός ἐστιν ἕτερος, ἐμὲ λάβε τῆς οἰκίας ἀρχιτέκτονα· σὺ ταύτην οἴκει μετὰ ἀσφαλείας, καὶ εἰ μηδὲν ἐμόχθησας. Οὐχ ἧττον εὐπλοήσεις, ἢ οἰκήσεις τὴν οἰκίαν, ἐμοῦ τοῦ ταῦτα κατασκευάσαντος, εἰ καὶ μηδὲν περὶ ταῦτα πεφιλοπόνηκας. Ὁρᾷς τὴν εὐγνωμοσύνην ὅση; ὁρᾷς τοῦ Πνεύματος τὴν χρηστότητα; Ἐμὸς ὁ πόλε μος, ἔστω σὸν τὸ ἐκνίκημα. Ἐγὼ βαλλοίμην, σὺ δὲ εἰρήνευε, τῷ προπολεμοῦντι συνευχόμενος· χεῖρα δί δου διὰ τῆς πίστεως. Ἔχω τρεῖς λίθους οἷς σφενδονήσω τὸν ἀλλόφυλον. Ἔχω τρεῖς ἐμπνεύσεις, κατὰ τοῦ υἱοῦ τῆς Σαραφθίας, αἷς ζωοποιήσω νε 36.421 νεκρωμένους. Ἔχω τρεῖς ἐπικλύσεις κατὰ τῶν σχιδάκων, αἷς καθιερώσω τὴν θυσίαν, ὕδατι πῦρ ἐγείρων, τὸ παραδοξότατον· καὶ τοὺς προφήτας κα ταβαλῶ τῆς αἰσχύνης, μυστηρίου δυνάμει χρώ μενος.

Μ∆ʹ. Τί μοι δεῖ μακροτέρων λόγων; ∆ιδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθήσῃ τῆς πίστεως. Εἰ μὲν ἄλλως ἐγγέγραψαι, ἢ ὡς ὁ ἐμὸς ἀπαιτεῖ λόγος, δεῦρο, καὶ μετεγγράφηθι. Ἐγὼ τούτων οὐκ ἀφυὴς καλλιγράφος, γράφων ἃ γέγραμμαι, καὶ διδάσκων ἃ καὶ μεμάθηκα, καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν. Ἐμὸς ὁ κίνδυνος, ἐμὸν καὶ τὸ γέρας, τοῦ τῆς σῆς ψυχῆς οἰκονόμου, καὶ τελειοῦντός σε διὰ τοῦ βαπτίσματος. Εἰ δὲ οὕτως ἔχεις, καὶ καλοῖς ἐνεσημάνθης τοῖς γράμμασι, φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος. Μίμησαι τὸν Πιλᾶτον ἐπὶ τὸ κρεῖττον, κακῶς γράφοντα, καλῶς γεγραμμένος. Εἰπὲ τοῖς μεταπείθουσί σε· Ὃ γέγραφα, γέγραφα. Καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοῦ κακοῦ μένοντος ἀκλι νοῦς, τὸ καλὸν ῥᾷστα μετακλίνοιτο· δέον εὐμε τακινήτους μὲν εἶναι πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χεί ρονος, ἀκινήτους δὲ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ βελτίονος. Εἰ οὕτως βαπτίζῃ, καὶ κατὰ ταύτην τὴν μαθητείαν, Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, ἰδοὺ κίχρημι τὰς χεῖρας τῷ Πνεύματι. Ταχύνωμεν τὴν σωτηρίαν, ἀναστῶμεν ἐπὶ τὸ βάπτισμα· σφύζει τὸ Πνεῦμα, πρό θυμος ὁ τελειωτὴς, τὸ δῶρον ἕτοιμον. Εἰ δὲ σκάζεις ἔτι, καὶ μὴ καταδέχῃ τὸ τέλειον τῆς θεότητος, ζήτει σὸν βαπτιστὴν, ἢ καταβαπτιστήν. Ἐμοὶ δὲ οὐ σχολὴ τέμνειν θεότητα, καὶ νεκρόν σε ποιεῖν ἐν καιρῷ τῆς ἀναγεννήσεως· ἵνα μήτε τὸ χάρισμα ἔχῃς, μήτε τὴν ἐλπίδα τῆς χάριτος, ἐν ὀλίγῳ ναυαγήσας τὴν σωτη ρίαν. Ὡς ὅ τι ἂν ὑφέλῃς τῶν τριῶν τῆς θεότητος, τὸ πᾶν ἔσῃ καθῃρηκὼς, καὶ σεαυτῷ τὴν τελείωσιν.

ΜΕʹ. Ἀλλ' οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος· σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ' ἡμῶν τυπωθῆ ναι πρὸς τελειότητα; Εἴσω τῆς νεφέλης χωρήσωμεν· δός μοι τὰς πλάκας τῆς σῆς καρδίας· γίνομαί σοι Μωσῆς, εἰ καὶ τολμηρὸν εἰπεῖν· ἐγγράφω δακτύλῳ Θεοῦ νέαν δεκάλογον· ἐγγράφω σύντομον σωτηρίαν. 36.424 Εἰ δέ τι θηρίον αἱρετικὸν καὶ ἀλόγιστον, κάτω μει νάτω· ἢ κινδυνεύσει λιθοβολούμενον τῷ λόγῳ τῆς ἀληθείας. Βαπτίσω σε μαθητεύων, εἰς ὄνομα Πα τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὄνομα δὲ κοινὸν τῶν τριῶν ἓν, ἡ θεότης. Γνώσῃ καὶ τοῖς σχήμασι καὶ τοῖς ῥήμασιν, ὡς ὅλην ἀποπέμπῃ τὴν ἀθεΐαν, οὕτως ὅλῃ θεότητι συντασσόμενος. Πίστευε, τὸν σύμπαντα κόσμον, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος, ἐξ οὐκ ὄντων παρὰ Θεοῦ γενόμενον, καὶ προνοίᾳ τοῦ ποιήσαντος διοικούμενον, δέξασθαι τὴν εἰς τὸ κρεῖττον μεταβολήν. Πίστευε, μὴ οὐσίαν εἶναί τινα τοῦ κακοῦ, μήτε βασιλείαν, ἢ ἄναρ χον, ἢ παρ' ἑαυτῆς