1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

11

με, καὶ οὗτος μητροπολίτης, ἢ Ἱερο σολυμίτης (οὐ γὰρ τόπων ἡ χάρις, ἀλλὰ τοῦ Πνεύμα τος), καὶ οὗτος τῶν εὖ γεγονότων. ∆εινὸν γὰρ, εἰ τῷ βαπτιστῇ τὸ εὐγενές μου καθυβρισθήσεται· ἢ πρεσβύ τερος μὲν, ἀλλὰ καὶ οὗτος τῶν ἀγάμων, καὶ οὗτος τῶν ἐγκρατῶν καὶ ἀγγελικῶν τὴν πολιτείαν· δεινὸν γὰρ, εἰ ἐν καιρῷ καθάρσεως ῥυπωθήσομαι. Μὴ ζήτει ἀξιοπιστίαν τοῦ κηρύσσοντος, μηδὲ τοῦ βαπτίζοντος. Ἄλλος ὁ τούτων κριτὴς, καὶ τῶν ἀφανεστέρων δοκι μαστής· ἐπειδὴ, ἄνθρωπος μὲν εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Σοὶ δὲ πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν· μόνον ἔστω τις τῶν ἐγκρίτων, καὶ μὴ τῶν προδήλως κατεγνωσμένων, μηδὲ τῆς Ἐκκλησίας ἀλλότριος. Μὴ κρῖνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰα τρείας· μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σὲ καθαιρόντων, μηδὲ διακρίνου πρὸς τοὺς γεννήτορας. Ἄλλος μὲν ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Σκόπει δὲ οὕτως· Ἔστω χρυσὸς, ἔστω σίδηρος, δακτύλιοι δὲ ἀμφότεροι, καὶ τὴν αὐτὴν ἐγκεχαράχθωσαν εἰκόνα βασιλικὴν, εἶτα κηρὸν ἐντυ πούτωσαν· τί διοίσει ἡ σφραγὶς αὕτη τῆς σφραγῖδος ἐκείνης; Οὐδέν. Ἐπίγνωθι τὴν ὕλην ἐν τῷ κηρῷ, κἂν ᾖς σοφώτατος· εἰπὲ, τί μὲν τοῦ σιδήρου, τί δὲ τοῦ χρυσοῦ τὸ ἐκσφράγισμα, καὶ πῶς ἕν ἐστι· τῆς γὰρ ὕλης τὸ διάφορον, οὐ τοῦ χαρακτῆρος. Οὕ τως ἔστω σοι πᾶς βαπτιστής. Κἂν τῇ πολιτείᾳ προέχῃ, ἀλλ' ἥ γε τοῦ βαπτίσματος δύναμις ἴση· καὶ τελειοποιός σοι πᾶς ὁμοίως, ὁ τῇ αὐτῇ πίστει μεμορφωμένος.

ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλού σιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονή 36.397 σεις, ὅσον Χριστὸς, ᾧ σὺ βαπτίζῃ σήμερον, ὃς διὰ σὲ καὶ δούλου μορφὴν ἐδέξατο. Ἀφ' ἧς ἡμέρας μεταποιῇ, πάντες εἶξαν οἱ παλαιοὶ χαρακτῆρες· μιᾷ μορφῇ πᾶσι Χριστὸς ἐπιτέθειται. Μὴ ἀπ αξιώσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, εἰδὼς ὅπως Ἰωάννης ἐβάπτισεν, ἵνα τὴν ἐκεῖθεν αἰσχύνην τῇ ἐνταῦθα φύγῃς (ἐπειδὴ μέρος καὶ τοῦτο τῆς ἐκεῖ σε κολάσεως), καὶ δείξῃς, ὅτι τὴν ἁμαρτίαν ὄν τως μεμίσηκας, παραδειγματίσας αὐτὴν καὶ θριαμβεύσας, ὡς ἀξίαν ὕβρεως. Μὴ διαπτύσῃς ἐξορκισμοῦ θεραπείαν, μηδὲ πρὸς τὸ μῆκος ταύτης ἀπ αγορεύσῃς. Βάσανός ἐστι καὶ αὕτη τῆς περὶ τὸ χάρισμα γνησιότητος. Τί τοσοῦτον πονήσεις, οἷον ἡ τῶν Αἰθιόπων βασίλισσα, ἐκ τῶν περάτων τῆς γῆς ἀπαναστᾶσα, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶντος; Καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε, παρὰ τοῖς τελείως λογιζομένοις. Μὴ κατοκνήσῃς, μὴ ὁδοῦ μῆ κος, μὴ μέτρα θαλάσσης, μὴ πῦρ, εἰ καὶ τοῦτο πρό κειται, μὴ ἄλλο μηδὲν, ἢ μικρὸν, ἢ μεῖζον τῶν κω λυμάτων, ὥστε τυχεῖν τοῦ χαρίσματος. Εἰ δέ σοι μη δὲν πονήσαντι, μηδὲ πραγματευσαμένῳ, τυχεῖν ἔξ εστι τοῦ ποθουμένου, πόσης εὐηθείας τὴν δωρεὰν ἀναβάλλεσθαι; Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ' ὕδωρ (Ἡσαΐας διακελεύεταί σοι)· καὶ ὅσοι μὴ ἔχε τε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίεσθε οἶνον, ἄνευ ἀργυρίου τιμῆς. Ὢ τοῦ τάχους τῆς φιλανθρωπίας! Ὢ τῆς εὐκολίας τοῦ συναλλάγματος! Ὤνιόν σοι τοῦτο τοῦ θελῆσαι μόνον τὸ ἀγα θόν· αὐτὴν τὴν ὁρμὴν ἀντὶ τοῦ μεγάλου τιμήματος δέχεται. ∆ιψᾷ τὸ διψᾶσθαι· ποτίζει τοὺς πιεῖν ἐθέ λοντας· εὐεργετεῖται, τὴν εὐεργεσίαν αἰτούμενος· πρόχειρός ἐστι μεγαλόδωρος· δίδωσιν ἥδιον, ἢ λαμβάνουσιν ἕτεροι. Μόνον μὴ μικρολογίαν καταγνωσθῶ μεν τοῦ μικρὰ αἰτεῖν, καὶ τοῦ διδόντος ἀνάξια. Μακάριος, ὃν αἰτεῖ πόμα Χριστὸς, ὡς τὴν Σαμαρεῖτιν ἐκείνην, Καὶ δίδωσι πηγὴν ὕδατος ἁλλο μένου εἰς ζωὴν αἰώνιον. Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, καὶ πᾶσαν ψυχὴν, αὔριον ἀρουμένην καὶ ἀρδομένην, ἣν βοῦς καὶ ὄνος πατεῖ σήμερον, χέρσον τε οὖσαν καὶ ἄνυδρον, καὶ ἀλογίᾳ πιεζομένην. Μα κάριος, ὃς κἂν χειμάῤῥους ᾖ σχοίνων, ἐξ οἴκου Κυρίου ποτίζεται, καὶ γίνεται σιτοφόρος ἀντὶ σχοινο φόρου, καὶ γεωργεῖ τροφὴν ἀνθρωπίνην, ἀλλ' οὐ τραχεῖάν τε καὶ ἀνόνητον. Ὑπὲρ οὗ πᾶσαν εἰσ ενεκτέον σπουδὴν, ὥστε μὴ διαμαρτεῖν τῆς κοινῆς χάριτος. 36.400