1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

19

ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην, ἀλλ' ἡμέτερον ἔργον εἶναι τοῦτο καὶ τοῦ πονηροῦ, ἐκ τῆς ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν, ἀλλ' οὐχὶ τοῦ κτίσαντος. Πίστευε, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν προαιώνιον Λόγον, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς ἀχρόνως καὶ ἀσωμάτως, τοῦτον ἐπ' ἐσχάτων τῶν ἡμερῶν, γεγενῆσθαι διὰ σὲ καὶ Υἱὸν ἀνθρώπου, ἐκ τῆς Παρθένου προελθόντα Μαρίας, ἀῤῥήτως καὶ ἀρυπάρως (οὐδὲν γὰρ ῥυπαρὸν οὗ Θεὸς, καὶ δι' οὗ σωτηρία), ὅλον ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλῳ σοι τὴν σωτηρίαν χαρίσηται, ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας· ἀπαθῆ θεότητι, παθητὸν τῷ προσλήμματι· το σοῦτον ἄνθρωπον διά σε, ὅσον σὺ γίνῃ δι' ἐκεῖνον Θεός· τοῦτον ὑπὲρ τῶν ἀνομιῶν ἦχθαι εἰς θάνατον, σταυρωθέντα τε καὶ ταφέντα, ὅσον θανάτου γεύσασθαι, καὶ ἀναστάντα τριήμερον, ἀνεληλυθέναι εἰς τοὺς οὐρανοὺς, ἵνα σε συναγάγῃ κάτω κείμενον· ἥξειν τε πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρου σίας, κρίνοντα ζῶντας καὶ νεκρούς· οὐκ ἔτι μὲν σάρ κα, οὐκ ἀσώματον δὲ, οἷς αὐτὸς οἶδε λόγοις, θεοει δεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντη σάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος. ∆έχου πρὸς τούτοις ἀνάστασιν, κρίσιν, ἀνταπόδοσιν τοῖς δικαίοις τοῦ Θεοῦ σταθμοῖς. Ταύτην δὲ εἶναι φῶς τοῖς κεκα θαρμένοις τὴν διάνοιαν, τουτέστι Θεὸν ὁρώμενόν τε καὶ γινωσκόμενον, κατὰ τὴν ἀναλογίαν τῆς καθαρό τητος, ὃ δὴ καὶ βασιλείαν οὐρανῶν ὀνομάζομεν· σκότος δὲ τοῖς τυφλώττουσι τὸ ἡγεμονικὸν, τουτέστιν ἀλλοτρίωσιν Θεοῦ κατὰ τὴν ἀναλογίαν τῆς ἐντεῦθεν ἀμβλυωπίας. ∆έκατον, ἐργάζου τὸ ἀγαθὸν ἐπὶ τούτῳ τῷ θεμελίῳ τῶν δογμάτων· ἐπειδὴ, Πίστις χωρὶς ἔργων νεκρὰ, ὡς ἔργα δίχα πίστεως. Ἔχεις 36.425 τοῦ μυστηρίου τὰ ἔκφορα, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς οὐκ ἀπόῤῥητα. Τὰ δὲ ἄλλα εἴσω μαθήσῃ, τῆς Τριάδος χαριζομένης, ἃ καὶ κρύψεις παρὰ σεαυτῷ σφραγῖδι κρατούμενα.

Μςʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία, μεθ' ἧς δεχθήσῃ, τῆς ἐκεῖθεν ὑμνῳδίας προοίμιον. Αἱ λαμπάδες, ἅσπερ ἀνάψεις, τῆς ἐκεῖθεν φωταγωγίας μυστήριον, μεθ' ἧς ἀπαντήσομεν τῷ νυμφίῳ φαιδραὶ καὶ παρθένοι ψυχαὶ, φαιδραῖς ταῖς λαμπάσι τῆς πίστεως, μήτε καθεύδουσαι διὰ ῥᾳθυμίαν, ἵνα μὴ λάθῃ παρὼν ἀδοκήτως ὁ προσδοκώμενος, μήτε ἄτροφοι, καὶ ἀνέλαιοι, καὶ καλῶν ἔργων ἐπιδεεῖς, ἵνα μὴ τοῦ νυμφῶνος ἐκπέσωμεν. Ὁρῶ γὰρ τὸ πάθος, ὡς ἐλεεινόν. Ὁ μὲν παρέσται, ἀπαιτούσης τῆς κραυγῆς τὴν ἀπάντησιν· αἱ δὲ ἀπαντήσονται, ὅσαι φρόνιμοι, μετὰ λαμπροῦ τοῦ φωτὸς, καὶ δαψιλεστέρας τῆς τούτου τροφῆς· αἱ δὲ ταραχθήσονται ζητοῦσαι τὸ ἔλαιον οὐκ ἐν καιρῷ παρὰ τῶν ἐχόντων. Ὁ δὲ εἰσελεύσεται δρομαῖος· αἱ δὲ συνεισελεύσονται· αἱ δὲ ἀποκλεισθήσονται, τὸν τοῦ εἰσελθεῖν καιρὸν εἰς τὸ παρασκευάσασθαι δαπανήσασαι, καὶ πολλὰ μετακλαύσονται, ὀψὲ μαθοῦσαι τὴν ζημίαν τῆς ῥᾳθυμίας, ὅταν μηκέτι ὁ νυμφὼν αὐταῖς εἰσιτητὸς ᾖ, καὶ πολλὰ δεομέναις, ὃν κακῶς ἑαυταῖς ἀπέκλεισαν· ἄλλον τρόπον μιμησάμεναι τοὺς ὑστεροῦντας τοῦ γάμου, ὃν ὁ καλὸς πατὴρ ἑστιᾷ τῷ καλῷ νυμφίῳ, διὰ τὴν γυναῖκα τὴν νεόνυμφον, ἢ διὰ τὸν ἀγρὸν τὸν νεώνητον, ἢ τὸ ζεῦγος τῶν βοῶν, ἃ κακῶς ἐκτήσαντο, διὰ τῶν μικρῶν τὰ μείζονα ζημιούμενοι. Οὐδεὶς γὰρ ἐκεῖ τῶν ὑπεροπτικῶν καὶ ῥᾳθύμων, οὐδὲ τῶν ῥυπαρῶς, ἀλλ' οὐ νυμφικῶς ἐστολισμένων, κἂν ἐντεῦθεν ἑαυτὸν ἀξιώσῃ τῆς ἐκεῖθεν λαμπροφορίας, καὶ λαθὼν ἑαυτὸν παρενείρῃ, κεναῖς ἐλπίσιν ἐξαπατώμενος. Εἶτα τί; Ὅταν ἔνδον γενώμεθα, τότε οἶδεν ὁ νυμφίος ἃ διδάξει, καὶ ἃ συνέσται ταῖς συνεισελθούσαις ψυχαῖς. Συνέσται δὲ, ὡς οἶμαι, διδάσκων τὰ τελεώτερά τε καὶ καθαρώτερα· ὧν καὶ ἡμεῖς μεταλάβοιμεν, οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.