1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

4

κρυπτῷ φωτὶ διὰ τὸ φαινόμε νον), ἔχεις ᾧ νικήσεις· μὴ φοβηθῇς τὸν ἀγῶνα. Προβαλοῦ τὸ ὕδωρ, προβαλοῦ τὸ Πνεῦμα, ἐν ᾧ πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβεσθή σεται. Πνεῦμα μὲν ἔστιν, ἀλλὰ διαλύον ὄρη· ὕδωρ μὲν ἔστιν, ἀλλὰ πυρὸς σβεστήριον. Ἐὰν προσ βάλῃ τὴν χρείαν (καὶ γὰρ κἀκείνῳ τετόλμηκε), καὶ ζητῇ τοὺς λίθους ἄρτους γενέσθαι, τὸ πει νεῖν ἐπιθέμενος· μὴ ἀγνοήσῃς αὐτοῦ τὰ νοή ματα. ∆ίδαξον ἃ μὴ μεμάθηκε· τὸν λόγον ἀντίθες τὸν ζωτικὸν, ὅς ἐστιν ἐξ οὐρανοῦ πεμπόμενος ἄρτος, καὶ τῷ κόσμῳ τὸ ζῇν χαριζόμενος. Ἐὰν διὰ κενοδοξίας ἐπιβουλεύῃ σοι (καὶ γὰρ ἐκείνῳ, ἀνάγων ἐπὶ τὸ τοῦ ἱεροῦ πτερύγιον, καὶ, βάλε σεαυτὸν κάτω, λέγων, εἰς ἐπίδειξιν τῆς θεότητος), μὴ κατενεχθῇς διὰ τῆς ἐπάρσεως. Ἂν τοῦτο λάβῃ, οὐ μέχρι τούτου στήσεται. Ἄπληστός ἐστιν, εἰς πάντα ἐπέρχεται. Σαίνει μὲν τῷ χρηστῷ, τελευτᾷ δὲ εἰς πονηρόν. Οὗτος αὐτοῦ τῆς μάχης ὁ τρόπος. Ἀλλὰ καὶ Γραφῶν ἔμπειρος ὁ λῃστής. Ἐκεῖθεν τὸ, Γέγραπται, περὶ τοῦ ἄρτου· ἐντεῦθεν τὸ, Γέγραπται, περὶ τῶν ἀγγέλων. Γέγραπται γὰρ, 36.372 φησὶν, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε. Ὦ σοφιστὰ τῆς κακίας· πῶς τὸ ἑξῆς ὑπεκράτησας; Πάνυ γὰρ νοῶ τοῦτο, κἂν αὐτὸς ἀποσιωπήσῃς, ὅτι ἐπὶ τὴν ἀσπίδα σε καὶ τὸν βασιλίσκον ἐπιβήσομαι, καὶ καταπατήσω ἐπάνω ὄφεων καὶ σκορπίων, τῇ Τριάδι τετειχισμένος. Ἐὰν ἐξ ἀπληστίας καταπαλαίῃ σε, πάσας ὑποδεικνύων τὰς βασιλείας, ὡς αὐτῷ διαφερούσας, ἐν μιᾷ καιροῦ τε ῥοπῇ καὶ ὄψεως, ἀπαιτῶν τὴν προσκύνησιν· ὡς πένητος κα ταφρόνησον. Εἰπὲ, τῇ σφραγῖδι θαῤῥήσας· Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ· τῆς ἄνω δόξης οὔπω δι' ἔπαρ σιν, ὥσπερ σὺ, καταβέβλημαι· Χριστὸν ἐνδέδυμαι· Χριστὸν μεταπεποίημαι τῷ βαπτίσματι· σύ με προσκύνησον. Ἀπελεύσεται, σαφῶς οἶδα, τού τοις ἡττημένος καὶ ᾐσχυμμένος, ὥσπερ ἀπὸ Χριστοῦ τοῦ πρώτου φωτὸς, οὕτω τῶν ἀπ' ἐκείνου πεφωτι σμένων. Τοιαῦτα τὸ λουτρὸν τοῖς ᾐσθημένοις αὐτοῦ χαρίζεται· τοιαύτην προτείνει τοῖς καλῶς πεινῶσι τὴν πανδαισίαν.

ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν· μετάσχω μεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζούσης τοὺς κεκοινωμένους, καὶ πρόσκαιρον ἐχούσης σώματος κάθαρσιν, οὐ παντελῆ τῆς ἁμαρτίας ἀναίρεσιν. Τί γὰρ ἔδει καθαίρεσθαι τοὺς ἅπαξ κεκαθαρμένους; Βαπτισθῶμεν σήμερον, ἵνα μὴ αὔριον βιασθῶμεν. Καὶ μὴ ἀναβαλώ μεθα τὴν εὐεργεσίαν, ὡς ἀδικίαν· μηδὲ ἀναμείνω μεν πλεῖον γενέσθαι κακοὶ, ἵνα πλεῖον συγχω ρηθῶμεν· μηδὲ γενώμεθα Χριστοκάπηλοι καὶ Χριστέμποροι· μηδὲ φορτισθῶμεν πλέον ἢ δυνάμεθα φέρειν, ἵνα μὴ αὐτάνδρῳ τῇ νηὶ βαπτι σθῶμεν, καὶ τὸ χάρισμα ναυαγήσωμεν, ἀνθ' ὧν τὸ πλεῖον ἠλπίσαμεν, τὸ πᾶν ἀπολέσαντες. Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ πρόσδραμε τῷ δωρή ματι· ἕως οὔπω νοσεῖς καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἢ δοκεῖς οὕτω τοῖς παροῦσι, κἂν σωφρονῇς· ἕως οὐκ ἐπ' ἄλλοις κεῖται τὸ σὸν ἀγαθὸν, ἀλλ' αὐτὸς εἶ τούτου κύριος· ἕως οὐ παράφορος ἡ γλῶσσα, οὐδὲ κατεψυγμένη, οὐδὲ ζημιοῦται, ἵνα μὴ πλεῖόν τι λέγω, τὰ τῆς μυσταγωγίας ῥήματα· ἕως δύνασαι γενέσθαι πιστὸς, οὐκ εἰκαζόμενος, ἀλλ' ὁμολογού μενος· οὐκ ἐλεούμενος, ἀλλὰ μακαριζόμενος· ἕως δῆλόν σοι τὸ δῶρον, ἀλλ' οὐκ ἀμφίβολον· καὶ τοῦ 36.373 βάθους ἡ χάρις ἅπτεται, ἀλλ' οὐ τὸ σῶμα ἐπιτάφια λούεται· ἕως οὐ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύ ματα, καὶ ταῦτα εἰς σὴν χάριν τυχὸν ἐπεχόμε να, καὶ γυνὴ, καὶ παῖδες τὴν ἐκδημίαν μεθέλ κοντες, καὶ ζητοῦντες ἐξόδια ῥήματα· ἕως οὐκ ἰατρὸς ἄτεχνος περὶ σὲ, ὥρας σοι χαριζόμενος, ὧν οὐκ ἔστι κύριος, καὶ νεύματι ταλαντεύων τὴν σωτη ρίαν, καὶ φιλοσοφῶν περὶ τῆς νόσου μετὰ τὸν θά νατον, ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑποχωρήσεσιν, ἢ τὴν ἀπόγνωσιν αἰνιττόμενος· ἕως οὐ μάχη βα πτιστοῦ καὶ χρηματιστοῦ, τοῦ μὲν, ὅπως ἐφοδιάσῃ φιλονεικοῦντος, τοῦ δὲ, ὅπως γραφῇ κληρονόμος, ἀμ φότερα τοῦ καιροῦ μὴ συγχωροῦντος.