1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

2

Eἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶςμακαρίζω τοὺς ἀνακεκραμένους αὐτῷ, ὡς ἡ ἐκκλησία τῷ κυρίῳ Ἰησοῦ καὶ ὁ κύριος τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ᾖ.μηδεὶς πλανάσθω· ἐὰν μή τις ἐντὸς ᾖ τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ. εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, ὥστε τὸν Χριστὸν ἐν αὐτοῖς ἑστάναι, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας προσευχὴ συμφώνως ἀνιοῦσα πρὸς θεὸν πιστοῖ παρασχεθῆναι αὐτοῖς πάντα τὰ ἐν Χριστῷ αἰτήματα. ὁ οὖν τῶν τοιούτων χωριζόμενος καὶ μὴ συνερχόμενος ἐν βουλῇ θυσιῶν καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανῷ, λύκος ἐστὶν ἐν προβάτου δορᾷ ἥμερον ἐπιδεικνὺς μορφήν. σπουδάσατε, ἀγαπητοί, ὑποταγῆναι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις· ὁ γὰρ τούτοις ὑποτασσόμενος ὑπακούει Χριστῷ τῷ προχειρισαμένῳ αὐτούς, ὁ δὲ ἀπειθῶν αὐτοῖς ἀπειθεῖ Χριστῷ Ἰησοῦ, ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ' ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν· αὐθάδης γάρ ἐστιν καὶ δύσερις ὑπερήφανος, ὁ μὴ πειθαρχῶν τοῖς κρείττοσιν. Ὑπερηφάνοις δέ, φησίν, ὁ θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καί· Ὑπερήφανοι παρηνόμουνἕως σφόδρα. λέγει δὲ καὶ ὁ κύριος πρὸς τοὺς ἱερεῖς· Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ὁ ἐμοῦ ἀκούων ἀκούει τοῦ πέμψαντός με πατρός· ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν πέμψαντά με.

Ὅσῳ οὖν βλέπετε σιωπῶντα τὸν ἐπίσκοπον, πλεῖον αὐτὸν φοβεῖσθε· πάντα γὰρ ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως αὐτὸν δεῖ ἡμᾶς δέχεσθαι, ὡς αὐτὸν τὸν πέμψαντα. τὸν οὖν ἐπίσκοπον δηλονότι ὡς αὐτὸν τὸν κύριον δεῖ προσβλέπειν, τῷ κυρίῳ παρεστῶτα. ὁρατικὸν δὲ ἄνδρα καὶ ὀξὺν τοῖς ἔργοις βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνθρώποις νωθροῖς. αὐτὸς μέντοι Ὀνήσιμος ὑπερ επαινεῖ ὑμῶν τὴν ἐν θεῷ εὐταξίαν, ὅτι πάντες κατὰ ἀλήθειαν ζῆτε καὶ ὅτι ἐν ὑμῖν οὐδεμία αἵρεσις κατοικεῖ. ἀλλ' οὐδὲ ἀκούετέ τινος ἢ μόνου Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ ποιμένος καὶ διδασκάλου, καί ἐστε, ὡς Παῦλος ὑμῖν ἔγραφεν, ἓν σῶμα καὶ ἓν πνεῦμα, διὰ τὸ ἐν μιᾷ ἐλπίδι κεκλῆσθαι τῆς πίστεως· ἐπείπερ καὶ εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. ὑμεῖς μὲν οὖν ἐστε τοιοῦτοι, ὑπὸ τοιῶνδε παιδευτῶν στοιχειωθέντες, Παύλου τοῦ χριστοφόρου καὶ Tιμοθέου τοῦ πιστοτάτου. Tινὲς δὲ φαυλότατοι εἰώθασιν δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ καὶ φρονοῦντες ἐναντία τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπ' ὀλέθρῳ ἑαυτῶν καὶ τῶν πειθομένων αὐτοῖς· οὓς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν. δίκαιος γὰρ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια· εἰσὶ γὰρ κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν, λυσσῶντες, λαθροδῆκτοι, οὓς φυλάσσεσθαι χρή· ἀνίατα γὰρ νοσοῦσιν. ἰατρὸς δὲ ἡμῶν ἐστιν ὁ μόνος ἀληθινὸς θεός, ὁ ἀγέννητος καὶ ἀπρόσιτος, ὁ τῶν ὅλων κύριος, τοῦ δὲ μονογενοῦς πατὴρ καὶ γεννήτωρ. ἔχομεν ἰατρὸν καὶ τὸν κύριον ἡμῶν θεὸν Ἰησοῦν τὸν Χριστόν, τὸν πρὸ αἰώνων υἱὸν μονογενῆ καὶ λόγον, ὕστερον δὲ καὶ ἄνθρωπον ἐκ Mαρίας τῆς παρθένου· ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ὁ ἀσώματος ἐν σώματι, ὁ ἀπαθὴς ἐν παθητῷ σώματι, ὁ ἀθάνατος ἐν θνητῷ σώματι, ἡ ζωὴ ἐν φθορᾷ, ὅπως θανάτου καὶ φθορᾶς ἐλευθερώσῃ καὶ ἰατρεύσῃ τὰς ψυχὰς ἡμῶν καὶ ἰάσηται αὐτὰς νοσηλευθείσας ἐν ἀσεβείᾳ καὶ πονηραῖς ἐπιθυμίαις.

Mὴ οὖν τις ὑμᾶς ἐξαπατάτω, ὥσπερ οὐδὲ ἐξαπατᾶσθε· ὅλοι γάρ ἐστε θεοῦ. ὅταν γὰρ μηδεμία ἐπιθυμία ἐν ὑμῖν ὑπάρχῃ δυναμένη ὑμᾶς υπάναι καὶ βάσανον ἐπαγαγεῖν, ἄρα κατὰ θεὸν ζῆτε καί ἐστε Χριστοῦ. περίψημα ὑμῶν καὶ τῆς ἁγνοτάτης Ἐφεσίων ἐκκλησίας, τῆς διαβοήτου καὶ πολυϋμνήτου τοῖς αἰῶσιν. οἱ σαρκικοὶ τὰ