1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

32

τὰ πάντα, εἷς δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τῶν ὅλων κύριος, δι' οὗ τὰ πάντα, ἓν δὲ καὶ πνεῦμα ἅγιον τὸ ἐνεργῆσαν ἐν Mωσῇ καὶ προφήταις καὶ ἀποστόλοις, ἓν δὲ καὶ τὸ βάπτισμα τὸ εἰς τὸν θάνατον τοῦ κυρίου διδόμενον, μία δὲ καὶ ἡ ἐκλεκτὴ ἐκκλησία· μία ὀφείλει εἶναι καὶ ἡ κατὰ Χριστὸν πίστις. εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.

Eἷς οὖν θεὸς καὶ πατήρ, καὶ οὐ δύο οὐδὲ τρεῖς· εἷς ὁ ὤν, καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μόνος ἀληθινός. κύριος γάρ, φησίν, ὁ θεός σου, κύριος εἷς ἐστιν, καὶ πάλιν· Oὐχ εἷς θεὸς ἔκτισεν ἡμᾶς, οὐχ εἷς πατὴρ πάντων ἡμῶν;εἷς δὲ καὶ υἱός, λόγος θεός. ὁ μονογενὴς γάρ, φησίν, ὁ ὢν εἰς τοὺς κόλπους τοῦ πατρός, καὶ πάλιν· Eἷς κύριος Ἰησοῦς Χριστός, καὶ ἐν ἄλλῳ· Tί ὄνομα αὐτῷ ἢ τί ὄνομα τῷ υἱῷ, ἵνα γνῶμεν; εἷς δὲ καὶ ὁ παράκλητος. ἓν γάρ, φησίν, καὶ πνεῦμα, ἐπειδὴ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν, καὶ πάλιν· Ἓν πνεῦμα ἐποτίσθημεν καὶ τὰ ἑξῆς. πάντα δὲ ταῦτα, τὰ χαρίσματα δηλον ότι, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. οὔτε οὖν τρεῖς πατέρες οὔτε τρεῖς υἱοὶ οὔτε τρεῖς παράκλητοι, ἀλλ' εἷς πατὴρ καὶ εἷς υἱὸς καὶ εἷς παράκλητος. διὸ καὶ ὁ κύριος ἀποστέλλων τοὺς ἀποστόλους μαθητεῦσαι πάντα τὰ ἔθνη, ἐνετείλατο αὐτοῖς βαπτίζειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὔτε εἰς ἕνα τριώνυμον οὔτε εἰς τρεῖς ἐνανθρωπήσαντας, ἀλλ' εἰς τρεῖς ὁμοτίμους. Eἷς γὰρ ὁ ἐνανθρωπήσας, οὔτε ὁ πατὴρ οὔτε ὁ παράκλητος, ἀλλὰ μόνον ὁ υἱός, οὐ δοκήσει, οὐ φαντασίᾳ ἀλλ' ἀληθείᾳ· ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. καὶ ἐγεννήθη ὡς ἄνθρωπος ὁ θεὸς λόγος μετὰ σώματος ἐκ τῆς παρθένου ἄνευ ὁμιλίας ἀνδρός· ἡ παρθένος γὰρ ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν. ἀληθῶς οὖν ἐγεννήθη, ἀληθῶς ηὐξήθη, ἀληθῶς ἔφαγεν καὶ ἔπιεν, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανεν καὶ ἀνέστη. ὁ ταῦτα πιστεύσας, ὡς ἔχει, ὡς γεγένηται, μακάριος· ὁ ταῦτα μὴ πιστεύσας ἐναγής, οὐχ ἧττον τῶν τὸν κύριον σταυρωσάντων. ὁ γὰρ ἄρχων τοῦ κόσμου τούτου χαίρει, ὅταν τις ἀρνῆται τὸν σταυρόν· ὄλεθρον γὰρ ἑαυτοῦ γινώσκει τὴν ὁμολογίαν τοῦ σταυροῦ. τοῦτο γάρ ἐστιν τὸ τρόπαιον κατὰ τῆς αὐτοῦ δυνάμεως, ὅπερ ὁρῶν φρίττει καὶ ἀκούων φοβεῖται. Kαὶ πρὶν μὲν γένηται ὁ σταυρός, ἔσπευδεν γενέσθαι τοῦτο, καὶ ἐνήργει ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐνήργει ἐν Ἰούδᾳ, ἐν Φαρισαίοις, ἐν Σαδδουκαίοις, ἐν πρεσβύταις, ἐν νέοις, ἐν ἱερεῦσιν. μέλλοντος δὲ γίνεσθαι θορυβεῖται καὶ μετάμελον ἐμβάλλει τῷ προδότῃ καὶ βρόχον αὐτῷ δείκνυσιν καὶ ἀγχόνην διδάσκει· φοβεῖ δὲ καὶ τὸ γύναιον, ἐν ὀνείροις αὐτὸ καταταράττων, καὶ παύειν πειρᾶται τὰ κατὰ τὸν σταυρόν, ὁ πάντα κάλων κινῶν εἰς τὴν αὐτοῦ κατασκευήν· οὐ μεταγινώσκων ἐπὶ τῷ τοσούτῳ κακῷ (εἰ γὰρ ἄν, οὐ πάντα ἦν πονηρός), ἀλλ' ἐπῄσθετο τῆς ἑαυτοῦ ἀπωλείας· ἀρχὴ γὰρ αὐτῷ καταδίκης ὁ τοῦ Χριστοῦ σταυρός, ἀρχὴ θανάτου, ἀρχὴ ἀπωλείας. διὸ καὶ ἔν τισιν ἐνεργεῖ ἀρνεῖσθαι τὸν σταυρόν, τὸ πάθος ἐπαισχύνεσθαι, τὸν θάνατον δόκησιν καλεῖν, τὴν ἐκ παρθένου γέννησιν περικόπτειν, τὴν φύσιν αὐτὴν διαβάλλειν ὡς μυσεράν. Ἰουδαίοις συμμαχεῖ εἰς ἄρνησιν τοῦ σταυροῦ, Ἕλλησιν εἰς συκοφαντίαν μαγείας, αἱρετικοῖς εἰς φαντασίαν. ποικίλος γάρ ἐστιν ὁ τῆς κακίας στρατηγός, κλεψίνους, ἄστατος, ἑαυτῷ ἐναντίος καὶ ἄλλα μὲν προβαλλόμενος, ἕτερα δὲ δεικνύς· σοφὸς γάρ ἐστι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ὅ τί ποτέ ἐστιν ἀγνοεῖ, ἀγνοίας πεπλήρωται δι' ἑκούσιον παράνοιαν. πῶς γὰρ οὐκ ἔστιν τοιοῦτος, ὃς μηδὲ πρὸ ποδῶν τὸν ἑαυτοῦ λόγον βλέπει; Eἰ γὰρ ψιλὸς ἄνθρωπος ὁ κύριος ἐκ ψυχῆς καὶ σώματος, τί περικόπτεις τὴν γέννησιν τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως; τί δὲ ὡς παράδοξόν τι ἐπ' ἀνθρώπου γενόμενον τὸ πάθος δόκησιν καλεῖς καὶ τὸν θάνατον τοῦ θνητοῦ δόξαν νομίζεις; εἰ δὲ θεὸς καὶ ἄνθρωπος, τί παράνομον καλεῖς τὸν τῆς δόξης κύριον, τὸν τῇ φύσει ἄτρεπτον; τί παράνομον λέγεις τὸν νομοθέτην, τὸν οὐκ ἀνθρωπείαν ψυχὴν