1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

5

Mὴ πλανᾶσθε, ἀδελφοί μου· οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. εἰ δὲ οἱ τοὺς ἀνθρωπίνους οἴκους διαφθείροντες θανάτῳ καταδικάζονται, πόσῳ μᾶλλον οἱ τὴν Χριστοῦ διδασκαλίαν νοθεύειν ἐπιχειροῦντες αἰωνίαν τίσουσι δίκην, ὑπὲρ ἧς σταυρὸν καὶ θάνατον ὑπέμεινεν ὁ κύριος Ἰησοῦς ὁ τοῦ θεοῦ μονογενὴς υἱός, οὗ τὴν διδασκαλίαν ὁ ἀθετήσας λιπανθεὶς καὶ παχυνθεὶς εἰς γέενναν χωρήσει; ὁμοίως δὲ καὶ πᾶς ἄνθρωπος ὁ τὸ διακρίνειν παρὰ θεοῦ εἰληφὼς κολασθήσεται, ἀπείρῳ ποιμένι ἐξακολουθήσας καὶ ψευδῆ δόξαν ὡς ἀληθῆ δεξάμενος. τίς κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῷ πρὸς Bελίαρ, ἢ τίς μερὶς πιστοῦ πρὸς ἄπιστον ἢ ναῷ θεοῦ μετὰ εἰδώλων; φημὶ δὲ κἀγώ· τίς κοινωνία ἀληθείας πρὸς ψεῦδος ἢ δικαιοσύνης πρὸς ἀδικίαν ἢ δόξης πρὸς ψευδοδοξίαν; ∆ιὰ τοῦτο μύρον ἔλαβεν ὁ κύριος ἐπὶ τῆς κεφαλῆς, ἵνα ἡ ἐκκλησία πνέῃ τὴν ἀφθαρσίαν. μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε· ὀπίσω εἰς ὀσμὴν μύρων σου δραμούμεθα. μὴ ἀλειφέσθω δυσωδίαν διδασκαλίας τοῦ αἰῶνος τούτου ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία· μὴ αἰχμαλωτισθῇ ὑπὸ τῆς πανουργίας αὐτοῦ, ὡς ἡ πρώτη γυνή. διὰ τί λογικοὶ ὄντες οὐ γινόμεθα φρόνιμοι; διὰ τί ἔμφυτον τὸ περὶ θεοῦ παρὰ Χριστοῦ λαβόντες κριτήριον εἰς ἄγνοιαν καταπίπτομεν, ἐξ ἀμελείας ἀγνοοῦντες τὸ χάρισμα, ὃ εἰλήφαμεν, ἀνοήτως ἀπολλύμεθα; Ὁ σταυρὸς τοῦ Χριστοῦ τοῖς μὲν ἀπίστοις σκάνδαλόν ἐστιν, τοῖς δὲ πιστοῖς σωτηρία καὶ ζωὴ αἰώνιος. ποῦ σοφός; ποῦ συζητητής; ποῦ καύχησις τῶν λεγομένων δυνατῶν; ὁ γὰρ τοῦ θεοῦ υἱός, ὁ πρὸ αἰώνων γεννηθεὶς καὶ τὰ πάντα γνώμῃ τοῦ πατρὸς συστησάμενος, οὗτος ἐκυοφορήθη ἐκ Mαρίας κατ' οἰκονομίαν, ἐκ σπέρματος μὲν ∆αυίδ, πνεύματος ὲ ἁγίου. ἰδοὺ γάρ, φησίν, ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ κληθήσεται Ἐμμανουήλ. οὗτος ἐγεννήθη, ἐβαπτίσθη ὑπὸ Ἰωάννου, ἵνα πιστοποιήσηται τὴν διάταξιν τὴν ἐγχειρισθεῖσαν τῷ προφήτῃ. Kαὶ ἔλαθεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Mαρίας καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ κυρίου· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ ἐπράχθη, ἡμῖν δὲ ἐφανερώθη. ἀστὴρ ἐν οὐρανῷ ἔλαμψεν ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἀνεκλάλητον ἦν καὶ ξενισμὸν παρεῖχεν ἡ καινότης αὐτοῦ τοῖς ὁρῶσιν αὐτόν. τὰ δὲ λοιπὰ πάντα ἄστρα ἅμα ἡλίῳ καὶ σελήνῃ χορὸς ἐγίνοντο τῷ ἀστέρι, αὐτὸς δὲ ἦν ὑπερβάλλων αὐτοὺς τῷ φανῷ· ταραχή τε ἦν, πόθεν ἡ καινότης ἡ φαινομένη. ἔνθεν ἐμωραίνετο σοφία κοσμική, γοητεία ὕθλος ἦν καὶ γέλως ἡ μαγεία· πᾶς θεσμὸς κακίας ἠφανίζετο, ἀγνοίας ζόφος διεσκεδάννυτο καὶ τυραννικὴ ἀρχὴ καθῃρεῖτο, θεοῦ ὡς ἀνθρώπου φαινομένου καὶ ἀνθρώπου ὡς θεοῦ ἐνεργοῦντος· ἀλλ' οὔτε τὸ πρότερον δόξα οὔτε τὸ δεύτερον ψιλότης, ἀλλὰ τὸ μὲν ἀλήθεια, τὸ δὲ οἰκονομία. ἀρχὴν δὲ ἐλάμβανεν τὸ παρὰ θεῷ ἀπηρτισμένον· ἔνθεν τὰ πάντα συνεκινεῖτο διὰ τὸ μελετᾶσθαι θανάτου κατάλυσιν.

Στήκετε, ἀδελφοί, ἑδραῖοι ἐν τῇ πίστει Ἰησοῦ Χριστοῦ καὶ ἐν τῇ αὐτοῦ ἀγάπῃ, ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει. πάντες ἐν χάριτι ἐξ ὀνόματος συναθροίζεσθε κοινῇ, ἐν μιᾷ πίστει θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ τοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, κατὰ σάρκα δὲ ἐκ γένους ∆αυίδ, ἐφοδηγούμενοι ὑπὸ τοῦ παρακλήτου· ὑπακούοντες τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ ἀπερισπάστῳ διανοίᾳ, ἕνα ἄρτον κλῶντες, ὅ ἐστιν φάρμακον ἀθανασίας, ἀντίδοτος τοῦ μὴ ἀποθανεῖν, ἀλλὰ ζῆν ἐν θεῷ διὰ Ἰησοῦ Χριστοῦ, καθαρτήριον ἀλεξίκακον. Eἴην ὑμῶν ἀντίψυχον καὶ ὧν ἐπέμψατε εἰς θεοῦ τιμὴν εἰς Σμύρναν, ὅθεν καὶ γράφω ὑμῖν, εὐχαριστῶν τῷ κυρίῳ, ἀγαπῶν Πολύκαρπον ὡς καὶ ὑμᾶς. μνημονεύετέ μου, ὡς καὶ ὑμῶν Ἰησοῦς ὁ Χριστός, ὁ εὐλογητὸς εἰς τοὺς αἰῶνας. προσεύχεσθε ὑπὲρ τῆς ἐκκλησίας Ἀντιοχέων τῆς ἐν Συρίᾳ, ὅθεν δεδεμένος εἰς Ῥώμην ἀπάγομαι, ἔσχατος ὢν τῶν ἐκεῖ πιστῶν, ὥσπερ ἠξιώθην εἰς θεοῦ τιμὴν φορέσαι ταυτασὶ τὰς ἁλύσεις.