1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

17

ἐπίσκοπος τῷ Χριστῷ, ὡς ὁ Χριστὸς τῷ πατρί· καὶ οὕτως ἡ ἑνότης διὰ πάντων σώζεται. ἔστωσαν δὲ καὶ αἱ χῆραι μὴ ·εμβοί, μὴ λίχνοι, μὴ περιτροχάδες, ἀλλ' ὡς Ἰουδὶθ ἡ σεμνοτάτη, ὡς ἡ Ἄννα ἡ σωφρονεστάτη. ταῦτα οὐχ ὡς ἀπόστολος διατάσσομαι (τίς γάρ εἰμι ἐγώ, ἢ τίς ὁ οἶκος τοῦ πατρός μου, ἵνα ἰσότιμον ἑαυτὸν ἐκείνων εἴπω;), ἀλλ' ὡς συστρατιώτης ὑμῶν ὑποφωνητοῦ τάξιν ἐπέχων.

Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς· οὐκ ἐγὼ δέ, ἀλλὰ δι' ἐμοῦ ὁ κύριος Ἰησοῦς, ἐν ᾧ δεδεμένος φοβοῦμαι μᾶλλον· ἔτι γάρ εἰμι ἀναπάρτιστος· ἀλλ' ἡ προσευχὴ ὑμῶν εἰς θεόν με ἀπαρτίσει, ἵνα ἐν ᾧ ἐκλήθην ἐπιτύχω, προσφυγὼν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ Χριστοῦ καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας. καὶ τοὺς προφήτας δὲ ἀγαπῶ ὡς Χριστὸν καταγγείλαντας, ὡς τοῦ αὐτοῦ πνεύματος μετασχόντας, οὗ καὶ οἱ ἀπόστολοι. ὡς γὰρ οἱ ψευδοπροφῆται καὶ οἱ ψευδαπόστολοι ἓν καὶ τὸ αὐτὸ εἵλκυσαν πονηρὸν καὶ ἀπατηλὸν καὶ λαοπλάνον πνεῦμα, οὕτω καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι ἓν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα ἀγαθὸν καὶ ἡγεμονικὸν ἀληθές τε καὶ διδασκαλικὸν ἔλαβον παρὰ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ εὐθὲς πνεῦμα. εἷς γὰρ ὁ θεὸς παλαιᾶς καὶ καινῆς διαθήκης· εἷς ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων εἴς τε δημιουργίαν νοητῶν καὶ αἰσθητῶν καὶ πρόνοιαν πρόσφορον καὶ κατάλληλον· εἷς δὲ καὶ ὁ παράκλητος, ὁ ἐνεργήσας ἐν Mωσῇ καὶ προφήταις καὶ ἀποστόλοις. πάντες οὖν οἱ ἅγιοι ἐν Χριστῷ ἐσώθησαν, ἐλπίσαντες εἰς αὐτὸν καὶ αὐτὸν ἀναμείναντες, καὶ δι' αὐτοῦ σωτηρίας ἔτυχον, ὄντες ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι, ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος. Ἐάν τις θεὸν νόμου καὶ προφητῶν κηρύττῃ ἕνα, Χριστὸν δὲ ἀρνῆται υἱὸν εἶναι θεοῦ, ψεύστης ἐστίν, ὡς καὶ ὁ πατὴρ αὐτοῦ ὁ διάβολος, καὶ ἔστιν ὁ τοιοῦτος τῆς κάτω περιτομῆς ψευδοϊουδαῖος. ἐάν τις ὁμολογῇ Χριστὸν Ἰησοῦν κύριον, ἀρνῆται δὲ τὸν θεὸν τοῦ νόμου καὶ τῶν προφητῶν, οὐκ εἶναι λέγων τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν πατέρα τοῦ Χριστοῦ, ὁ τοιοῦτος ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὡς καὶ ὁ πατὴρ αὐτοῦ ὁ διάβολος, καὶ ἔστιν ὁ τοιοῦτος Σίμωνος τοῦ μάγου, ἀλλ' οὐ τοῦ ἁγίου πνεύματος μαθητής. ἐάν τις λέγῃ μὲν ἕνα θεόν, ὁμολογῇ δὲ καὶ Χριστὸν Ἰησοῦν, ψιλὸν δὲ ἄνθρωπον εἶναι νομίζῃ τὸν κύριον, οὐχὶ θεὸν μονογενῆ καὶ σοφίαν καὶ λόγον θεοῦ, ἀλλ' ἐκ ψυχῆς καὶ σώματος αὐτὸν εἶναι νομίζῃ, ὁ τοιοῦτος ὄφις ἐστίν, ἀπάτην καὶ πλάνην κηρύττων ἐπ' ἀπωλείᾳ ἀνθρώπων, καὶ ἔστιν ὁ τοιοῦτος πένης τὴν διάνοιαν ὡς ἐπίκλην Ἐβίων. ἐάν τις ταῦτα μὲν ὁμολογῇ, φθορὰν δὲ καὶ μολυσμὸν καλῇ τὴν νόμιμον μίξιν καὶ τὴν τῶν παίδων γένεσιν ἤ τινα τῶν βρωμάτων βδελυκτά, ὁ τοιοῦ- τος ἔνοικον ἔχει τὸν δράκοντα τὸν ἀποστάτην.ἐάν τις πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ὁμολογῇ καὶ τὴν κτίσιν ἐπαινῇ, δόκησιν δὲ λέγῃ τὴν ἐνσωμάτωσιν καὶ τὸ πάθος ἐπαισχύνηται, ὁ τοιοῦτος ἤρνηται τὴν πίστιν οὐχ ἧττον τῶν χριστοφόνων Ἰουδαίων. ἐάν τις ταῦτα μὲν ὁμολογῇ, καὶ ὅτι θεὸς λόγος ἐν ἀνθρωπίνῳ σώματι κατóκει, ὢν ἐν ἑαυτῷ ὁ λόγος, ὡς ψυχὴ ἐν σώματι, διὰ τὸ ἔνοικον εἶναι θεόν, ἀλλ' οὐχὶ ἀνθρωπείαν ψυχήν, λέγῃ δὲ τὰς παρανόμους μίξεις ἀγαθόν τι εἶναι καὶ τέλος εὐδαιμονίας ἡδονὴν τίθηται, οἷος ὁ ψευδώνυμος Nικολαΐτης, οὗτος οὔτε φιλόθεος οὔτε φιλόχριστος εἶναι δύναται, ἀλλὰ φθορεὺς τῆς οἰκείας σαρκὸς καὶ διὰ τοῦτο τοῦ ἁγίου πνεύματος κενὸς καὶ τοῦ Χριστοῦ ἀλλότριος. οἱ τοιοῦτοι πάντες στῆλαί εἰσιν καὶ τάφοι νεκρῶν, ἐφ' οἷς γέγραπται μόνον ὀνόματα νεκρῶν ἀνθρώπων.

φεύγετε οὖν τὰς κακοτεχνίας καὶ ἐνέδρας τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τοῦ αἰῶνος τούτου, μήποτε οἱ θλιβέντες ἐξασθενήσητε ἐν τῇ ἀγάπῃ· ἀλλὰ πάντες ἐπὶ τὸ αὐτὸ γίνεσθε ἐν ἀμερίστῳ καρδίᾳ καὶ ψυχῇ θελούσῃ, σύμψυχοι, τὸ ἓν φρονοῦντες, πάντοτε τὰ αὐτὰ περὶ τῶν αὐτῶν δοξάζοντες, ἔν τε ἀνέσει καὶ κινδύνοις καὶ ἐν λύπαις καὶ ἐν χαρμοναῖς. εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ