1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

12

Ὄψονται εἰς ὃν ἐξεκέντησαν καὶ κόψονται ἐφ' ἑαυτοῖς ὡς ἐπὶ ἀγαπητῷ. οὐκοῦν ἄπιστοι αὐτοὶ οὐχ ἧττον τῶν σταυρωσάντων αὐτόν. ἐγὼ δὲ οὐ τὸ δοκεῖν ἔχω τὰς ἐλπίδας ἐπὶ τῷ ὑπὲρ ἐμοῦ ἀποθανόντι, ἀλλὰ τῷ ὄντι· ἀληθείας γὰρ ἀλλότριον τὸ ψεῦδος. ἀληθῶς τοίνυν ἐγέννησεν Mαρία σῶμα θεὸν ἔνοικον ἔχον καὶ ἀληθῶς ἐγεννήθη ὁ θεὸς λόγος ἐκ τῆς παρθένου σῶμα ὁμοιοπαθὲς ἡμῖν ἠμφιεσμένος· ἀληθῶς γέγονεν ἐν μήτρᾳ ὁ πάντας ἀνθρώπους ἐν μήτρᾳ διαπλάττων, καὶ ἐποίησεν ἑαυτῷ σῶμα ἐκ τῶν τῆς παρθένου σπερμάτων, πλὴν ὅσον ἄνευ ὁμιλίας ἀνδρός. ἐκυοφορήθη ὡς καὶ ἡμεῖς χρόνων περιόδοις, καὶ ἀληθῶς ἐτέχθη ὡς καὶ ἡμεῖς, καὶ ἀληθῶς ἐγαλακτοτροφήθη καὶ τροφῆς κοινῆς καὶ ποτοῦ μετέσχεν ὡς καὶ ἡμεῖς. καὶ τρεῖς δεκάδας ἐτῶν πολιτευσάμενος ἐβαπτίσθη ὑπὸ Ἰωάννου ἀληθῶς καὶ οὐ δοκήσει· καὶ τρεῖς ἐνιαυτοὺς κηρύξας τὸ εὐαγγέλιον καὶ ποιήσας σημεῖα καὶ τέρατα ὑπὸ τῶν Ψευδοϊουδαίων καὶ Πιλάτου τοῦ ἡγεμόνος ὁ κριτὴς ἐκρίθη, ἐμαστιγώθη, ἐπὶ κόρρης ἐραπίσθη, ἐνεπτύσθη, ἀκάνθινον στέφανον καὶ πορφυροῦν ἱμάτιον ἐφόρησεν, κατεκρίθη, ἐσταυρώθη ἀληθῶς, οὐ δοκήσει, οὐ φαντασίᾳ, οὐκ ἀπάτῃ. ἀπέθανεν ἀληθῶς καὶ ἐτάφη καὶ ἠγέρθη ἐκ τῶν νεκρῶν, καθώς που προσηύχετο λέγων· Σὺ δὲ κύριε ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. καὶ ὁ πάντοτε ἐπακούων αὐτῷ πατὴρ ἀποκριθεὶς λέγει· Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. ὁ τοίνυν ἀναστήσας αὐτὸν πατὴρ καὶ ἡμᾶς δι' αὐτοῦ ἐγερεῖ, οὗ χωρὶς τὸ ἀληθινῶς ζῆν οὐχ ἕξει τις· λέγει γάρ, ὅτι Ἐγώ εἰμι ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται εἰς τὸν αἰῶνα. φεύγετε οὖν τὰς ἀθέους αἱρέσεις· τοῦ διαβόλου γάρ εἰσιν ἐφευρέσεις, τοῦ ἀρχεκάκου ὄφεως τοῦ διὰ τῆς γυναικὸς ἀπατήσαντος Ἀδὰμ τὸν πατέρα τοῦ γένους ἡμῶν.

Φεύγετε δὲ αὐτοῦ καὶ τὰς κακὰς παραφυάδας, Σίμωνα τὸν πρωτότοκον αὐτοῦ υἱὸν καὶ Mένανδρον καὶ Bασιλίδην καὶ ὅλον αὐτοῦ τὸν ὀρυγμαδὸν τῆς κακίας, τοὺς ἀνθρωπολάτρας, τοὺς Ἐβιωναίους, οὓς καὶ ἐπικαταράτους λέγει Ἱερεμίας ὁ προφήτης. φεύγετε καὶ τοὺς ἀκαθάρτους Nικολαΐτας, τοὺς ψευδωνύμους, τοὺς φιληδόνους, τοὺς συκοφάντας· οὐ γὰρ ἦν τοιοῦτος ὁ τῶν ἀποστόλων Nικόλαος. φεύγετε καὶ τὰ τοῦ πονηροῦ ἔγγονα Θεόδοτον καὶ Kλεόβουλον, τὰ γεννῶντα καρπὸν θανατηφόρον, οὗ ἐάν τις γεύσηται, παραυτίκα ἀποθνήσκει οὐ τὸν πρόσκαιρον θάνατον, ἀλλὰ τὸν αἰώνιον.οὗτοι οὔκ εἰσι φυτεία πατρός, ἀλλ' ἔγγονα κατηραμένα. πᾶσα δέ, φησὶν ὁ κύριος, φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ ἐπουράνιος, ἐκριζωθήτω. εἰ γὰρ ἦσαν τοῦ πατρὸς κλάδοι, οὐκ ἂν ἦσαν ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ τῶν ἀποκτεινάντων τὸν τῆς δόξης κύριον· νῦν δὲ τὸν σταυρὸν ἀρνούμενοι καὶ τὸ πάθος ἐπαισχυνόμενοι καλύπτουσι τὴν Ἰουδαίων παρανομίαν, τῶν θεομάχων, τῶν κυριοκτόνων· μικρὸν γὰρ εἰπεῖν προφητοκτόνων. ὑμᾶς δὲ παρακαλεῖ Χριστὸς εἰς τὴν αὐτοῦ ἀφθαρσίαν διὰ τοῦ πάθους αὐτοῦ καὶ τῆς ἀναστάσεως, ὄντας μέλη αὐτοῦ.

Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλησίαις τοῦ θεοῦ, ὧν οἱ ἡγούμενοί με κατὰ πᾶν ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι. παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἃ ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος θεοῦ ἐπιτυχεῖν· διαμένετε ἐν τῇ ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ τῇ προσευχῇ· πρέπει γὰρ ὑμῖν τοῖς καθ' ἕνα, ἐξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπίσκοπον εἰς τιμὴν πατρὸς καὶ εἰς τιμὴν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων. εὔχομαι ὑμᾶς ἐν ἀγάπῃ ἀκοῦσαί μου, ἵνα μὴ εἰς μαρτύριον ὦ ὑμῖν γράψας. καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε τῆς ἀφ' ὑμῶν ἀγάπης χρῄζοντος ἐν τῷ ἐλέει τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναί με τοῦ κλήρου, οὗ περίκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ. Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε <ἐν ταῖς προσευχαῖς> ὑμῶν τῆς ἐν Συρίᾳ