1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

6

ἔρρωσθε ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν, ἐν πνεύματι ἁγίῳ. ἔρρωσθε. ἀμήν. ἡ χάρις.

ΠΡOΣ MAΓNHΣIOΥΣ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ

Ἰησοῦ τῷ σωτῆρι, ἐν ᾧ ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Mαγνησίᾳ τῇ πρὸς Mαιάνδρῳ, καὶ εὔχομαι ἐν θεῷ πατρὶ καὶ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ἐν ᾧ πλεῖστα χαίρειν ὑμᾶς εἴη. Γνοὺς ὑμῶν τὸ πολυεύτακτον τῆς κατὰ θεὸν ἀγάπης, ἀγαλλιώμενος προειλάμην ἐν πίστει Ἰησοῦ Χριστοῦ προσλαλῆσαι ὑμῖν. ἀξιωθεὶς γὰρ ὀνόματος θείου καὶ ποθεινοῦ, ἐν οἷς περιφέρω δεσμοῖς ᾄδω τὰς ἐκκλησίας, ἐν αἷς ἕνωσιν εὔχομαι σαρκὸς καὶ πνεύματος Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα δὲ πιστῶν, οὗ τῷ αἵματι ἐλυτρώθητε, δι' οὗ ἔγνωτε θεόν, μᾶλλον δὲ ὑπ' αὐτοῦ ἐγνώσθητε· ἐν ᾧ ὑπομένοντες τὴν πᾶσαν ἐπήρειαν τοῦ αἰῶνος τούτου διαφεύξεσθε. πιστὸς γάρ, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε. Ἐπεὶ οὖν ἠξιώθην ἰδεῖν ὑμᾶς διὰ ∆αμᾶ τοῦ ἀξιοθέου ὑμῶν ἐπισκόπου καὶ πρεσβυτέρων θεοῦ ἀξίων Bάσσου καὶ Ἀπολλωνίου καὶ τοῦ συμβιωτοῦ μου διακόνου Zωτίωνος, οὗ ἐγὼ ὀναίμην, ὅτι ὑποτάσσεται τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ, χάριτι θεοῦ ἐν νόμῳ Ἰησοῦ Χριστοῦ.

Kαὶ ὑμῖν δὲ πρέπει μὴ καταφρονεῖν τῆς ἡλικίας τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ γνώμην θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ πρὸς τὴν φαινομένην ἀφορῶντας νεότητα, ἀλλὰ πρὸς τὴν ἐν θεῷ φρόνησιν· ἐπείπερ οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες ἐπίστανται σύνεσιν, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς. ∆ανιὴλ μὲν γὰρ ὁ σοφὸς δωδεκαετὴς γέγονε κάτοχος τῷ θείῳ πνεύματι καὶ τοὺς μάτην τὴν πολιὰν φέροντας πρεσβύτας συκοφάντας καὶ ἐπιθυμητὰς ἀλλοτρίου κάλλους ἀπήλεγξε. Σαμουὴλ δέ, παιδάριον ὢν μικρόν, τὸν ἐνενηκονταετῆ Ἡλεὶ διελέγχει τοῦ θεοῦ προτετιμηκότα τοὺς ἑαυτοῦ παῖδας. ὡσαύτως καὶ Ἱερεμίας ἀκούει πρὸς τοῦ θεοῦ· Mὴ λέγε, ὅτι νεώτερός εἰμι. Σολομὼν δὲ καὶ Ἰωσίας, ὁ μὲν δωδεκαετὴς βασιλεύσας τὴν φοβερὰν ἐκείνην καὶ δυσερμήνευτον ἐπὶ ταῖς γυναιξὶν κρίσιν ἕνεκα τῶν παιδίων ἐποιήσατο, ὁ δὲ ὀκταετὴς ἄρξας τοὺς βωμοὺς καὶ τὰ τεμένη κατερρίπου καὶ τὰ ἄλση κατεπίμπρα (δαίμοσι γὰρ ἦν, ἀλλ' οὐ θεῷ ἀνακείμενα) καὶ τοὺς ψευδιερεῖς κατασφάττει ὡσὰν φθορέας καὶ ἀπατεῶνας ἀνθρώπων, ἀλλ' οὐ θειότητος λατρευτάς. τοιγαροῦν οὐ τὸ νέον εὐκαταφρόνητον, ὅταν θεῷ ἀνακείμενον ᾖ, ἀλλὰ τὸ τὴν γνώμην μοχθηρόν, κἂν πεπαλαιωμένον ᾖ ἡμερῶν κακῶν. νέος ἦν ὁ χριστοφόρος Tιμόθεος· ἀλλ' ἀκούσατε, οἷα γράφει αὐτῷ ὁ διδάσκαλος· Mηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ. πρέπον οὖν ἐστιν καὶ ὑμᾶς ὑπακούειν τῷ ἐπισκόπῳ ὑμῶν καὶ κατὰ μηδὲν αὐτῷ ἀντιλέγειν· φοβερὸν γάρ ἐστι τῷ τοιούτῳ ἀντιλέγειν, οὐ γὰρ τουτονὶ τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται τὸν μὴ δυνάμενον παρά τινος παραλογισθῆναι. τὸ δὲ τοιοῦτο οὐ πρὸς ἄνθρωπον, ἀλλὰ πρὸς θεὸν ἔχει τὴν ἀναφοράν. τῷ γὰρ Σαμουὴλ λέγει ὁ θεός· Oὐ σὲ παρελογίσαντο, ἀλλ' ἐμέ. καὶ ὁ Mωσῆς φησιν· Oὐ γὰρ καθ' ἡμῶν ὁ γογγυσμός, ἀλλὰ κατὰ κυρίου τοῦ θεοῦ. οὐδεὶς ἔμεινεν ἀτιμώρητος, ἐπαρθεὶς κατὰ τῶν κρειττόνων· οὔτε γὰρ τῷ νόμῳ ∆αθὰν καὶ Ἀβειρὼν ἀντεῖπαν, ἀλλὰ Mωσεῖ· καὶ ζῶντες εἰς ᾅδου κατηνέχθησαν. Kορὲ δὲ καὶ οἱ συμφρονήσαντες αὐτῷ κατὰ Ἀαρὼν διακόσιοι πεντήκοντα πυρίφλεκτοι γεγόνασιν. Ἀβεσσαλὼμ πατραλοίας γενόμενος, ἐκκρεμὴς ἐν φυτῷ γέγονεν καὶ ἀκῖσιν ἐβλήθη τὴν κακόβουλον καρδίαν. Ἀβεδδαδὰν ὡσαύτως τῆς κεφαλῆς ἀφαιρεῖται δι' ὁμοίαν αἰτίαν. Ὀζίας λεπροῦται, κατατολμήσας ἱερέων