1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

14

εὑρεθήσωμαι· τότε δὲ ἔσομαι μαθητὴς ἀληθὴς Ἰησοῦ Χριστοῦ, ὅτε οὐδὲ τὸ σῶμά μου ὁ κόσμος ὄψεται. λιτανεύσατε τὸν κύριον ὑπὲρ ἐμοῦ, ἵνα διὰ τῶν ὀργάνων τούτων θεῷ θυσία εὑρεθῶ.οὐχ ὡς Πέτρος καὶ Παῦλος διατάσσομαι ὑμῖν· ἐκεῖνοι ἀπόστολοι Ἰησοῦ Χριστοῦ, ἐγὼ δὲ ἐλάχιστος· ἐκεῖνοι ἐλεύθεροι ὡς δοῦλοι θεοῦ, ἐγὼ δὲ μέχρι νῦν δοῦλος. ἀλλ' ἐὰν πάθω, ἀπελεύθερος γενήσομαι Ἰησοῦ Χριστοῦ καὶ ἀναστήσομαι ἐν αὐτῷ ἐλεύθερος. νῦν μανθάνω, ἐν αὐτῷ δεδεμένος, μηδὲν ἐπιθυμεῖν κοσμικὸν ἢ μάταιον. Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ διὰ γῆς καὶ θαλάσσης, νυκτὸς καὶ ἡμέρας ἐνδεδεμένος δέκα λεοπάρδοις, ὅ ἐστιν στρατιωτικὸν τάγμα, οἳ καὶ εὐεργετούμενοι χείρους γίνονται. ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἀλλ' οὐ παρὰ τοῦτο δεδικαίωμαι. ὀναίμην τῶν θηρίων τῶν ἐμοὶ ἡτοιμασμένων, ἃ καὶ εὔχομαι σύντομά μοι εὑρεθῆναι· ἃ καὶ κολακεύσω συντόμως με καταφαγεῖν, οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ ἥψαντο. κἂν αὐτὰ δὲ ἑκόντα μὴ θέλῃ, ἐγὼ προσβιάσομαι. συγγνώμην μοι ἔχετε· τί μοι συμφέρει, ἐγὼ γινώσκω. νῦν ἄρχομαι μαθητὴς εἶναι. μηθέν με ζηλώσαι τῶν ὁρατῶν καὶ τῶν ἀοράτων, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω. πῦρ καὶ σταυρὸς θηρίων τε συστάσεις, ἀνατομαί, διαιρέσεις, σκορπισμοὶ ὀστέων, συγκοπαὶ μελῶν, ἀλεσμοὶ ὅλου τοῦ σώματος καὶ κόλασις τοῦ διαβόλου ἐπ' ἐμὲ ἐρχέσθω, μόνον ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.Oὐδέν με ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλὸν ἐμοὶ ἀποθανεῖν διὰ Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ; τὸν κύριον ποθῶ, τὸν υἱὸν τοῦ ἀληθινοῦ θεοῦ καὶ πατρός, Ἰησοῦν τὸν Χριστόν. ἐκεῖνον ζητῶ τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα καὶ ἀναστάντα. συγγνωμονεῖτέ μοι, ἀδελφοί· μὴ ἐμποδίσητέ μοι εἰς ζωὴν φθάσαι, Ἰησοῦς γάρ ἐστιν ἡ ζωὴ τῶν πιστῶν· μὴ θελήσητέ με ἀποθανεῖν, θάνατος γάρ ἐστιν ἡ ἄνευ Χριστοῦ ζωή. τοῦ θεοῦ θέλοντά με εἶναι κόσμῳ μὴ χαρίσησθε. ἄφετέ με καθαρὸν φῶς λαβεῖν· ἐκεῖ παραγενόμενος ἄνθρωπος θεοῦ ἔσομαι. ἐπιτρέψατέ μοι μιμητὴν εἶναι πάθους Χριστοῦ τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω, ὃ θέλω, καὶ συμπαθείτω μοι, εἰδὼς τὰ συνέχοντά με. Ὁ ἄρχων τοῦ αἰῶνος τούτου διαρπάσαι με βούλεται καὶ τὴν εἰς τὸν θεόν μου γνώμην διαφθεῖραι. μηδεὶς οὖν τῶν παρόντων ὑμῶν βοηθείτω αὐτῷ· μᾶλλον ἐμοὶ γένεσθε, τουτέστι τοῦ θεοῦ. μὴ λαλεῖτε Ἰησοῦν Χριστόν, κόσμον δὲ προτιμᾶτε. βασκανία ἐν ὑμῖν μὴ κατοικείτω. μηδὲ ἐὰν ἐγὼ ὑμᾶς παρὼν παρακαλῶ, πείσθητε· τούτοις δὲ μᾶλλον πιστεύσατε, οἷς γράφω ὑμῖν. ζῶν γὰρ γράφω ὑμῖν, ἐρῶν τοῦ διὰ Χριστὸν ἀποθανεῖν. ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον· ὕδωρ δὲ ζῶν, ἁλλόμενον ἐν ἐμοί, ἔσωθέν μοι λέγει· ∆εῦρο πρὸς τὸν πατέρα. οὐχ ἥδομαι τροφῇ φθορᾶς οὐδὲ ἡδοναῖς τοῦ βίου τούτου. ἄρτον τοῦ θεοῦ θέλω, ἄρτον οὐράνιον, ἄρτον ζωῆς, ὅ ἐστιν σὰρξ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ γενομένου ἐν ὑστέρῳ ἐκ σπέρματος ∆αυὶδ καὶ Ἀβραάμ· καὶ πόμα θέλω τὸ αἷμα αὐτοῦ, ὅ ἐστιν ἀγάπη ἄφθαρτος καὶ ἀένναος ζωή.

Oὐκέτι θέλω κατὰ ἀνθρώπους ζῆν. τοῦτο δὲ ἔσται, ἐὰν ὑμεῖς θέλητε. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ἐπειδήπερ ζῇ ἐν ἐμοὶ ὁ Χριστός. δι' ὀλίγων γραμμάτων αἰτοῦμαι ὑμᾶς· μὴ παραιτήσησθέ με· πιστεύσατέ μοι, ὅτι τὸν Ἰησοῦν φιλῶ τὸν ὑπὲρ ἐμοῦ παραδοθέντα. τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ καὶ ὁ κύριος Ἰησοῦς ὁ Χριστὸς φανερώσει ὑμῖν ταῦτα, ὅτι ἀληθῶς λέγω. καὶ ὑμεῖς συνεύξασθέμοι, ἵνα τοῦ σκοποῦ τύχω ἐν πνεύματι ἁγίῳ. οὐ κατὰ σάρκα ὑμῖν ἔγραψα, ἀλλὰ κατὰ γνώμην θεοῦ. ἐὰν πάθω, ἠγαπήσατε· ἐὰν ἀποδοκιμασθῶ, ἐμισήσατε. Mνημονεύετε ἐν τῇ εὐχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντ' ἐμοῦ ποιμένι χρῆται τῷ κυρίῳ τῷ εἰπόντι· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· καὶ μόνος αὐτὴν ἐπισκοπήσει καὶ ἡ ὑμῶν εἰς αὐτὸν ἀγάπη. ἐγὼ δὲ