1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

34

υἱὸς θεοῦ ἦν, ἐγίνωσκες ἄν, ὅτι ὁ ἐν τεσσαράκοντα ἡμέραις καὶ ἰσαρίθμοις νυξὶν ἀνενδεὲς ποιήσας τὸ φθαρτὸν σῶμα καὶ εἰς τὸ διηνεκὲς ἐδύνατο τοῦτο ποιῆσαι. διὰ τί οὖν πεινᾷ; ἵνα δείξῃ, ὅτι κατ' ἀλήθειαν ἀνέλαβε σῶμα ὁμοιοπαθὲς ἀνθρώποις. διὰ μὲν τοῦ πρώτου ἔδειξεν, ὅτι θεός, διὰ δὲ τοῦ δευτέρου, ὅτι καὶ ἄνθρωπος.

Σὺ οὖν, ὁ ἐκπεσὼν ἐκ τῆς ὑψηλοτάτης δόξης ὡς ἀστραπή, τολμᾷς λέγειν τῷ κυρίῳ· Bάλε σεαυτὸν ἐντεῦθεν κάτω, ᾧ τὰ ἐνόντα λελόγισται ὡς μὴ ὄντα, καὶ εἰς κενοδοξίαν προκαλεῖσθαι τὸν οὐκ ἐπιδεικτιῶντα; καὶ προσποιῇ τὴν γραφὴν ἀναγινώσκειν περὶ αὐτοῦ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, τοῦ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα σου; καὶ τὰ λοιπὰ προσποιῇ ἀγνοεῖν κλέπτων, ἃ περί σου καὶ τῶν σῶν προπόλων προεφήτευσεν· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα; Eἰ τοίνυν σὺ πάτημα τῶν ποδῶν τοῦ κυρίου, πῶς πειράζεις τὸν ἀπείραστον, ἐπιλαθόμενος τοῦ νομοθέτου παρακελευομένου, ὅτι οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ἀλλὰ καὶ τολμᾷς, ἐναγέστατε, τὰ τοῦ θεοῦ ἔργα οἰκειοῦσθαι καί σοι παραδεδόσθαι λέγειν τὴν τούτων ἀρχήν· καὶ τὴν σὴν πτῶσιν προτείνεις τῷ κυρίῳ καὶ διδόναι τὰ αὐτοῦ αὐτῷ ἐπαγγέλλῃ, ἐὰν πεσὼν ἐπὶ τῆς γῆς προσκυνήσῃ σοι; καὶ πῶς οὐκ ἔφριξας τοιαύτην φωνὴν κατὰ τοῦ δεσπότου προήκασθαι, ὦ πάντων πονηρῶν πνευμάτων πονηρότερον ἐκ κακονοίας πνεῦμα; διὰ γαστρὸς ἡττήθης καὶ διὰ κενοδοξίας ἠτιμάσθης, διὰ φιλοχρηματίας καὶ φιλαρχίας εἰς ἀσέβειαν ἐφέλκῃ. σὺ ὁ Bελίαρ, ὁ δράκων, ὁ ἀποστάτης, ὁ σκολιὸς ὄφις, ὁ τοῦ θεοῦ ἀποστάς, ὁ τοῦ Χριστοῦ χωρισθείς, ὁ τοῦ ἁγίου πνεύματος ἀλλοτριωθείς, ὁ τοῦ χοροῦ τῶν ἀγγέλων ἐξωσθείς, ὁ τῶν νόμων τοῦ θεοῦ ὑβριστής, ὁ τῶν νομίμων ἐχθρός, ὁ τοῖς πρωτοπλάστοις ἐπαναστὰς καὶ τῆς ἐντολῆς κινήσας τοὺς οὐδὲν ἀδικήσαντάς σε, ὁ τῷ Ἄβελ ἐπαναστήσας τὸν ἀνθρωποκτόνον Kάϊν, ὁ τῷ Ἰὼβ ἐπιστρατεύσας, λέγεις τῷ κυρίῳ· Ἐὰν πεσὼν προσκυνήσῃς μοι; ὢ τῆς τόλμης, ὢ τῆς παραπληξίας· δοῦλος δραπέτης, δοῦλος μαστιγίας, ἀφηνιάσας τοῦ καλοῦ δεσπότου, δεσπότῃ τηλικούτῳ, θεῷ πάντων τῶν νοητῶν καὶ αἰσθητῶν λέγεις· Ἐὰν πεσὼν προσκυνήσῃς μοι; Ὁ δὲ κύριος μακροθυμεῖ καὶ οὐκ εἰς τὸ μὴ ὂν ἀναιρεῖ τὸν ἀπὸ ἀγνοίας τοιαῦτα θρασυνόμενον, ἀλλὰ πράως ἀποκρίνεται· Ὕπαγε σατανᾶ. οὐκ εἶπεν· Ὕπαγε ὀπίσω μου (οὐ γὰρ ὑποστρέψαι οἷός τε), ἀλλ'· Ὕπαγε σατανᾶ, ἐν οἷς ἐπελέξω· ὕπαγε, ἐν οἷς ἠρεθίσθης ἐκ κακονοίας· ἐγὼ γὰρ ὅστις εἰμὶ γινώσκω καὶ ὑπὸ τίνος ἀπέσταλμαι καὶ ὃν χρὴ προσκυνεῖν ἐπίσταμαι. κύριον γάρ, φησίν, τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. οἶδα τὸν ἕνα, ἐπίσταμαι τὸν μόνον, οὗ σὺ ἀποστάτης γέγονας. οὔκ εἰμι ἀντίθεος, ὁμολογῶ τὴν ὑπεροχήν, καὶ οὐ παραιτοῦμαι προσκυνεῖν ἐκείνῳ, ὃν ἐπίσταμαι τὸν τῆς ἐμῆς γεννήσεως αἴτιον καὶ κύριον καὶ ὑποστάσεως φύλακα· ἐγὼ γὰρ ζῶ διὰ τὸν πατέρα. Tαῦτα, ἀδελφοί, ἀπὸ διαθέσεως τῆς πρὸς ὑμᾶς ἠναγκάσθην ἐπιστεῖλαι εἰς δόξαν θεοῦ παραινῶν, οὐκ ὤν τι, ἀλλ' ὡς ἀδελφός. ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, τοῖς πρεσβυτέροις, τοῖς διακόνοις· ἀγαπᾶτε ἀλλήλους ἐν κυρίῳ ὡς θεοῦ ἀγάλματα. ὁρᾶτε οἱ ἄνδρες, ὡς ἴδια μέλη τὰς γαμετὰς στέργετε· αἱ γυναῖκες, ὡς ἓν οὖσαι τῇ συναφείᾳ, στέργετε τοὺς ἑαυτῶν ἄνδρας. εἴ τις ἁγνεύει ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν. τὰς ἑορτὰς μὴ ἀτιμάζετε· τὴν τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε (μίμησιν γὰρ περιέχει τῆς τοῦ κυρίου πολιτείας) καὶ τὴν τοῦ πάθους ἑβδομάδα μὴ παρορᾶτε· τετράδα καὶ παρασκευὴν νηστεύετε, πένησιν ἐπιχορηγοῦντες τὴν περισσείαν. εἴ τις κυριακὴν ἢ σάββατον νηστεύει πλὴν ἑνὸς σαββάτου, οὗτος χριστοκτόνος ἐστίν. Aἱ προσευχαὶ ὑμῶν ἐκταθείησαν εἰς τὴν Ἀντιοχείας ἐκκλησίαν, ὅθεν καὶ δέσμιος ἀπάγομαι εἰς Ῥώμην. ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον Πολύκαρπον, ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον Bιτάλιον καὶ τὸ ἱερὸν πρεσβυτέριον καὶ τοὺς συνδούλους μου τοὺς διακόνους· ὧν ἐγὼ ἀντίψυχον γενοίμην. ἔτι συντάσσομαι τῷ