1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

Γραφαῖς Παλαιᾶς τε καὶ Καινῆς ∆ιαθήκης, βοῶντα καὶ διυπνίζοντα ἡμᾶς ἐκ τῆς ῥᾳθυμίας ἡμῶν. Ἡμεῖς δὲ τὸ ἐναντίον ποιοῦμεν, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης, ὅτι Τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ὢ πόσων καὶ πηλίκων γραμμάτων ἀκούοντες οὐ συνιοῦμεν! Ὅθεν καὶ ἀναπολόγητοι ἐσόμεθα ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, ὅταν ἔλθῃ ὁ φωτίζων τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν ὅταν τὸ κριτήριον καθίσῃ, καὶ βίβλοι 59.555 ἀνοιχθῶσιν, ἃς νῦν χλευάζομεν ἀκούοντες, καὶ οὐ παραδεχόμεθα. Ἕκαστος γὰρ ἡμῶν τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθημεν, καταλείποντες τὴν εὐθεῖαν ὁδὸν, καὶ ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρχες ἡμῖν, Κύριε. Καὶ ἀληθῶς εἰς ἡμᾶς ἐπληρώθη ἡ προφητεία ∆αυῒδ λέγουσα· Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. ∆ιὰ τοῦτό ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ εἰς ἡμᾶς κατήντησε τὰ τέλη τῶν αἰώνων, ὡς γέγραπται· καὶ οἱ ποιμένες λύκοι, καὶ τὰ πρόβατα συντετριμμένα· καὶ ὁ λιμὸς ἐπὶ θύραις, οὐ λιμὸς ἄρτου καὶ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Μηδεὶς οὖν τῶν ἐλπιζόντων ἐπὶ Κύριον ἀπογινωσκέτω. Μὴ οὖν ἀθυμεῖτε, προορῶντες πάντοτε τὸν εἰπόντα, ὅτι Μεθ' ὑμῶν εἰμι. βʹ. Θαρσεῖτε οὖν· οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Περὶ τούτου τοῦ λιμοῦ λέγει ὁ Κύριος διὰ τοῦ προφήτου· Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Καὶ περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, ζητοῦντες τὸν λόγον Κυρίου. Ὁρᾷς, ὅτι οὐ περὶ ἄρτου λέγει; Θεὸς γὰρ οὐ περὶ τοῦ ἄρτου ἔλεγεν. Ὢ λιμοῦ δεινοῦ, καὶ ψυχοφθόρου, καὶ βλαβεροῦ! ὢ λιμοῦ τῆς αἰωνίου κολάσεως προξένου! Οὗτος ὁ λιμός ἐστιν ὁ χορηγὸς παντὸς πονηροῦ πράγματος· οὗτος ὁ λιμὸς, ὁ αἴτιος παντὸς κακοῦ. Τοῦτον τὸν λιμὸν προθεωρήσας ὁ προφήτης ∆αυῒδ ἐρχόμενον παρεκάλει τὸν Θεὸν, λέγων· Ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ. Καὶ περὶ τῶν σπουδαίων πιστῶν προεφήτευσε λέγων· Ῥύσασθαι ἐκ τοῦ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Καὶ ἀλλαχοῦ λέγει· Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται· καὶ πάλιν, Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος τροφὴν ἔδωκεν τοῖς φοβοῦσιν αὐτόν. Ταῦτα εἶπεν ὁ ∆αυῒδ περὶ τῶν ἐρευνώντων τὰς Γραφὰς, ὅτι οὐ πεινάσουσιν. Ἐρευνήσωμεν τὰς Γραφὰς, ἀδελφοὶ, ἵνα μὴ πεινάσωμεν ἐλθόντος τοῦ ψυχοφθόρου λιμοῦ· ἐρευνήσωμεν, ἵνα μὴ πλανηθῶμεν, καὶ περιφερώμεθα παντὶ ἀνέμῳ. ∆ιό φησιν ὁ Κύριος πρὸς τοὺς ἀμελοῦντας· Πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς. Ἀληθῶς γὰρ οἱ τοιοῦτοι πλανῶνται. Πόθεν γὰρ ὁ ψυχοκτόνος ἐπῆλθεν λιμός; οὐχὶ ἐκ τοῦ μὴ ἐρευνᾷν τὰς Γραφάς; Ὢ πόσων ἀγαθῶν ἑαυτοὺς ἀπεστερήσαμεν, καταλιπόντες τὰς θείας Γραφάς! δεσποτικὸν γὰρ τὸ πρόσταγμα. Ἐρεύνησον ἐμπόνως, ἐρεύνησον καὶ ζήτησον, καὶ εὑρήσεις πολὺν τὸν ἀνείκαστον πλοῦτον, καὶ θησαυρὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ· νοήσεις τὴν θείαν Γραφήν. Ἐρεύνησον, καὶ εὑρήσεις, καὶ εὑρὼν, πάντα ὅσα ἔχεις πώλησον, καὶ ἀγόρασον τὸν ἀγρὸν ἐκεῖνον, τὴν καλὴν γνῶσιν τῶν ἁγίων Γραφῶν, ἐν αἷς κέκρυπται ὁ Υἱὸς, ἡ ἀληθινὴ Σοφία τοῦ Πατρός· ὃν εὑρὼν, μακάριος ἔσῃ, καθὼς γέγραπται, ὅτι Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν. Ἐρεύνησον, ἀγαπητὲ, κἂν πλούσιος τυγχάνῃς ἢ πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ἄῤῥην, εἴτε θῆλυ. Ἐρευνᾶτε τὰς Γραφάς. Ἡ γὰρ θεία Γραφὴ ταμιεῖόν ἐστι παντὸς ἀγαθοῦ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν· περὶ γὰρ συντελείας ὁ λόγος, καὶ περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ περὶ ἀθέων αἱρετικῶν, χειμάῤῥων δίκην ἐπικλυσάντων πανταχοῦ, καὶ πλανώντων πολλούς. Καὶ πόθεν τοῦτο συμβέβηκεν; ∆ῆλον ὅτι ἐκ τῆς ἀγνωσίας καὶ ἀπειρίας τῶν προϊσταμένων· ὅπου γὰρ ἀπειρία ποιμένων, ἐκεῖ προβάτων