2
τοιόσδε. 4.3 Τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ἡρακλέα καὶ τὴν πυράν. Πολὺς μὲν ὁ λόγος θρυλεῖ τὸν Ἡρακλέα, ὅτι υἱὸς ὢν τοῦ ∆ιὸς καὶ Ἀλκμήνης, ἥρως τε ὤν, τοὺς δώδεκα ἄθλους ἐξήνυσεν. ἡ δὲ νῦν ἐν τούτῳ τῷ χωρίῳ περὶ τῆς πυρᾶς ἱστορία ἐστὶν αὕτη. Οὗτος ὁ Ἡρακλῆς εἶχε γυναῖκα ὀνόματι ∆ηϊάνειραν, ἣν ἔλαβεν ἐξ Οἰνέως, ἀντεραστὴς γενόμενος Ἀχελώῳ τῷ ποταμῷ, ἐξ ἧς ἔτεκε καὶ τὸν Ὕλλον. ταύτην τοίνυν τὴν ∆ηϊάνειραν ἅμα τῷ λαβεῖν καὶ ἀποφέρειν ἐν τῇ οἰκείᾳ πατρίδι ἰδὼν ὁ Νέσσος, εἷς τῶν Κενταύρων, ἠράσθη καὶ κατά τινα ποταμὸν ἠβουλήθη αὐτῇ συγγενέσθαι. ὁ Ἡρακλῆς μαθὼν κατατοξεύει τὸν Νέσσον. ἀποθνήσκων δὲ ὁ Νέσσος τοῦ αἵματος τοῦ ἑαυτοῦ δίδωσι τῇ ∆ηϊανείρᾳ, ὑπειπών τε καὶ ἀπατήσας ὅτι Ἔσται σοι τοῦτο τὸ αἷμα πρὸς φίλτρον τοῦ Ἡρακλέους, ἵνα, φησίν, ἐὰν μάθῃς ὅτι ἄλλης ἐρᾷ, χρίσῃς ἐκ τοῦ αἵματος τούτου τὸ ἔνδυμα τοῦ Ἡρακλέους, καὶ μεθιστᾷς αὐτὸν εἰς τὸν ἑαυτῆς πόθον. τοῦτο οὖν τὸ αἷμα εἶχεν ἡ ∆ηϊάνειρα. τοῦ οὖν Ἡρακλέους τῆς Ἰόλης τῆς τοῦ Εὐρύτου θυγατρὸς ἐρασθέντος καὶ λαβόντος καὶ διὰ τοῦ Λίχα πέμψαντος αὐτὴν ὡς αἰχμάλωτον πρὸς τὴν ∆ηϊάνειραν, εἰς ἔννοιαν καὶ εἰς ζηλοτυπίαν ἐκινήθη ἡ ∆ηϊάνειρα, καὶ βουληθεῖσα τὸν ἔρωτα μεταστῆσαι εἰς ἑαυτήν, τὸν χιτῶνα τοῦ Ἡρακλέους χρίει τῷ αἵματι τοῦ Νέσσου, καὶ δίδωσιν ἐνδύσασθαι τῷ Ἡρακλεῖ. τὸ δὲ ἦν ἀνδροφόνον τὸ αἷμα. ἐνδυσαμένου δὲ τοῦ Ἡρακλέους, ὑφῆψεν ὁ χιτὼν καὶ κατέφλεξε τὸν Ἡρακλέα. οὗτος δὲ καιόμενος καὶ ῥίψας ἑαυτὸν ἐν τῷ πλησίον ποταμῷ, θερμὸν τὸ ὕδωρ ἐποίησεν. ἐξ οὗ λοιπὸν γεγόνασιν αἱ Θερμοπύλαι, μεταξὺ Θετταλίας καὶ Φωκίδος. 4.4 Τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Πέλοπος κρεουργίαν. ἔστι δὲ αὕτη. Τάνταλος Φρυγίας ἦν βασιλεύς. οὗτος γεννᾷ τὸν Πέλοπα. τούτῳ τῷ Ταντάλῳ ποτὲ οἱ θεοὶ ἐπεξενώθησαν. λαβὼν οὖν τὸν Πέλοπα τὸν ἴδιον υἱὸν ὁ Τάνταλος κατασφάττει καὶ κρεουργεῖ καὶ ἕψει, καὶ παρατίθησιν εὐωχίαν τοῖς θεοῖς. τούτων δὲ τῶν κρεῶν ἡ ∆ημήτηρ βαλοῦσα χεῖρα ἔλαβε καὶ ἔφαγεν ἀπὸ τοῦ ὤμου. οἱ δὲ θεοὶ οἱ ἄλλοι ἐλεοῦντες τὸν Τάνταλον, καὶ θαυμάσαντες ὅτι τοῦ παιδὸς αὐτοῦ κατεφρόνησε, συντιθέασι τὰ κρέα, καὶ ἀποτελοῦσι σῶον τὸν Πέλοπα. ἦν δὲ παρὰ τὸ σαρκίον ἐκεῖνο ὃ ἔφαγεν ἐκ τοῦ ὤμου ἡ ∆ημήτηρ. προσθέντες οὖν ἐλεφάντινόν τι κατὰ τὸν ὦμον, ἐπλήρωσαν σῶον τὸν Πέλοπα. οὕτως λοιπὸν ἅπαν τὸ Πελοπιδῶν γένος ἐκ τούτου ἦν ἐπίσημον, ἐχόντων πάντων ἐν τοῖς ὤμοις τὸν ἐλεφάντινον τόπον. 4.5 Πέμπτη ἐστὶν ἱστορία ἡ τῆς τῶν Φρυγῶν ἐκτομῆς. αὕτη δέ ἐστι τοιάδε. Κατὰ τὴν Φρυγίαν ἐσέβοντο τὴν μητέρα τῶν θεῶν τὴν Ῥέαν ὑπὲρ πάντα θεόν. ταύτῃ οὖν τὰς τελετὰς ποιοῦντες οἱ Φρύγες κατέτεμνον ἑαυτοὺς μαχαίραις, οὐκ ἀποκτεῖναι θέλοντες, ἀλλὰ μόνον αἱμάξαι. τοῦτο δὲ ἐποίουν κηλούμενοι αὐλοῖς, ἵνα ἀπόνως φέρωσι πληττόμενοι. μετὰ δὲ τὰς πληγὰς πρὸς ἀκαθάρτους μίξεις ἐχώρουν, γυναικῶν δὴ λέγω, οὐκ ἀνδρῶν. 4.6 Ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Μίθραν. Ὁ τοίνυν Μίθρας νομίζεται παρὰ τοῖς Πέρσαις εἶναι ὁ ἥλιος, καὶ θυσιάζουσιν αὐτῷ καὶ τελοῦσί τινας τελετὰς εἰς αὐτόν. οὐ δύναται οὖν τις εἰς αὐτὸν τελεσθῆναι εἰ μὴ πρότερον διὰ τῶν βαθμῶν τῶν κολάσεων παρέλθοι. βαθμοὶ δέ εἰσι κολάσεων, τὸν μὲν ἀριθμὸν ὀγδοήκοντα, ἔχοντες δὲ ὑπόβασιν καὶ ἀνάβασιν. κολάζονται γὰρ πρῶτον τὰς ἐλαφροτέρας, εἶτα τὰς δραστικωτέρας, εἶτα ἔτι μᾶλλον τὰς δραστικωτέρας. καὶ εἶθ' οὕτω μετὰ τὸ παρελθεῖν διὰ πασῶν τῶν κολάσεων, τότε τελεῖται ὁ τελούμενος. αἱ δὲ κολάσεις εἰσὶ τὸ διὰ πυρὸς παρελθεῖν, τὸ διὰ κρύους, τὸ διὰ πείνης καὶ δίψης, τὸ διὰ ὁδοιπορίας πολλῆς, τὸ διὰ θαλασσοπορίας καὶ ἁπλῶς διὰ πασῶν τῶν τοιούτων. 4.7 Ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὴν ἐν Ταύροις ξενοκτονίαν. ἔστι δὲ αὕτη. Ταῦροι ἔθνος ἐστὶ περὶ τὴν Σκυθίαν. ἐν τούτοις μετετέθη ὑπὸ τῆς Ἀρτέμιδος ἡ θυγάτηρ Ἀγαμέμνονος ἡ Ἰφιγένεια, ἐν τῷμέλλειν αὐτὴν θύεσθαι ὑπὲρ τῶν Ἑλλήνων ἐν τῇ Αὐλίδι, ὑπὲρ ἧς ἔλαφον ἡ θεὸς ἀμείψασα δέδωκε θῦσαι. αὕτη οὖν ἡ Ἰφιγένεια οὖσα ἐν τοῖς Ταύροις, διὰ τὸ μὴ ἐπιγνωσθῆναι παρὰ τῶν ἐπιξενουμένων τίς ἐστιν, ἐπέτρεπε θύειν αὐτοὺς τῇ Ἀρτέμιδι. καὶ αὕτη ἦν ἡ