170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προκόπτουσιν. τοῦτο δὲ ἐπιτελεσθῆναι ἀξιοῖ, σκότῳ κατασχεθῆναι τὴν πρᾶξιν τῶν ἀδίκων εὐχόμενος, ἅτε δὴ καὶ σκότῳ προσήκουσαν, καὶ καταπεσεῖν αὐτοὺς ὀλισθόντας, ὅτι καὶ ὀλισθηρὰν ὁδὸν πορεύονται (οὐδὲν γὰρ ἐν ἀδικίᾳ στηριγμοῦ ἐχόμενον), ἀφανεῖς δὲ αὐτοὺς ὑπ' ἀγγέλων γενέσθαι διωκομένους ὅπερ αὐτοὶ κατὰ τῶν δικαίων ποιοῦσιν. 16 Ps 34,13 Ἐπὶ τὴν ἑαυτοῦ ἰσχύν, φησίν, καταφεύγει, ἥτις ἐστὶ θεός. θεὸν γάρ τις ἐκζητεῖ νηστείαις καὶ ταπεινώσεσιν, ἐπιστρέφων τὴν ὅλην ψυχὴν εἰς ἐπικλήσεις θεοῦ κατὰ τὴν ἀπὸ σωματικῶν ἡδονῶν εὐσχολίαν, ὅτε ἐνσχολάζουσι τῇ διανοίᾳ κατὰ τῆς εὐχῆς καὶ ἐν τῷ κόλπῳ τῆς ψυχῆς παρεισδύονται.
17 Ps 35,6 Βέβαια γὰρ καὶ ἀσάλευτα τὰ παρὰ θεοῦ τεταγμένα οἷον τὸ πρὸς
Νῶε ῥηθὲν τὸ μηκέτι κατακλυσμὸν ἐπάξαι εἰς διαφθορὰν ζῴων ὃ συμβαίνει τῷ περὶ ἀνεξικακίας θεοῦ λόγῳ. ὥρισται γὰρ καὶ ἡ βεβαιότης τοῦ λόγου διὰ παντός, μεγάλη τις οὖσα καὶ ἐπιφανής. οὕτω δὲ καὶ ὅσα ἄλλα τέτακται καὶ ὥρισται κατὰ δικαιοσύνην καὶ ἀγαθότητα θεοῦ, στερρὸν καὶ ἀσάλευτον ἔχει τὸ διαμένειν εἰς ἀεί· οἷόν ἐστιν καὶ τὸ Ἅπαξ ὤμοσα ἐν τῶν ἁγίῳ μου εἰ τῷ ∆αυὶδ ψεύσομαι. εἰς τοῦτο καὶ τὸ Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ τείνει. 18 Ps 35,7a Πάλιν τὸ τῆς δικαιοσύνης ὑψηλὸν ὄρεσι παραβάλλει. τοῦτο δὲ ἀπειλὴν ἔχει τῶν ἀνταποδόσεων, ὅτι ἀδύνατον δικαιοσύνης οὔσης ἐφόρου τῶν γινομένων γενέσθαι τι παρὰ τὸ δίκαιον, ὥστε καὶ οἱ νῦν διαφεύγοντες τὰς κολαστικὰς ἀνταποδόσεις ἢ τῶν ἀνταποδόσεων οὐ τυγχάνοντες πάντως εἰς ὕστερον κομιοῦνται· καὶ τοῦτο ἄτρεπτον παρὰ θεῷ, ὡς θαρρῶν ὁ Παῦλος ἔλεγεν ὅτι αὐτῷ τὸν στεφανὸν τῆς δικαιοσύνης ἀποδώσει θεὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. 19 Ps 35,10a Τὰ γὰρ εἰς ζωὴν ἄφθονα χορηγεῖται παρὰ θεοῦ, ὧν μὴ χορηγουμένων διαφθείροιτο ἡ ζωή. 20 Ps 35,10b Καταλάμπεται, φησίν, τῷ ἐξ οὐρανῶν φωτὶ ὑπὸ τοῦ θεμένου τὸν ἥλιον εἰς φῶς ἡμέρας· ἀλλὰ ταῦτα μὲν εἰς κοινὸν δικαίοις τε καὶ ἀδίκοις ἐφ' οἷς καὶ τὸ τῆς φιλανθρωπίας ἐθαύμαζεν μὴ χωριζομένων τῶν ἀχαρίστων τῆς ἀπολαύσεως τῶν παρὰ θεοῦ, τὸ δὲ ἐξαίρετον ἤδη καὶ ἴδιον τῶν οἰκείων θεοῦ.
21 Ps 36,7 Ἡσυχάζοντας ἐκδέχεσθαι θεὸν παρακελεύεται μὴ ταραττομένους
τοῖς παροῦσιν ἀλλ' ἐλπίζοντας τοῖς μέλλουσι κατὰ τὸ ἀποστολικὸν Τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, καὶ τοῦ Ἱερεμίου τὸ Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ. καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, δώσει τῷ πταίοντι αὐτὸν σιαγόνα, ἐμπλησθήσεται ὀνειδισμῶν. 22 Ps 36,9 Μακρὰν ἀφορᾶν κελεύει καὶ μὴ τοῖς παροῦσιν ἐκπλήττεσθαι, καὶ ἀπώλειαν μὲν προορᾶν τῶν πονηρῶν, κράτησιν δὲ τῶν ἀγαθῶν· ταῦτα δὲ καὶ ἐπὶ τέλους δηλαδὴ καὶ ἐν ἑτέτῳ αἰῶνι, ὡς ὅ γε παρὼν οὐκ ἔχει τὰς τούτων ἐκβάσεις, ἀλλ' ἐπικρατεῖται μᾶλλον τοῖς πονηροῖς τὰ ἐν τῇ γῇ. διὸ καὶ Ὅλος, φησίν, ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται. 23 Ps 36,14ab Αὐτούς φησι καθ' ἑαυτῶν κινεῖν τοὺς πονηροὺς ἃ κατὰ τῶν δικαίων παρασκευάζονται, ὡσεὶ ξίφος τις σπασάμενος τούτῳ σφαγείη, μάταιόν τε ἔσεσθαι τὴν ἐπιβουλὴν ὥσπερ τόξον χειρὶ τοξότου συντριβόμενον. ἐπὶ δὲ τοῦ ∆αυὶδ καὶ σωματικῶς τοῦτο πεπλήρωται τὸ τῇ ἰδίᾳ μαχαίρᾳ παίσειν τὸν ∆αυὶδ ἣν κατὰ τοῦ ∆αυὶδ ἐσπάσαντο. 24 Ps 36,27 Παραίνεσις ἐκ τῆς προρρήσεως ἡ τοιαύτη πάλιν τὸ φεύγειν μὲν ἀπὸ κακοῦ, ἀσκεῖν δὲ πρᾶξιν τὴν τοῦ ἀγαθοῦ ἐπ' ἐλπίδι τῆς αἰωνίου ἡσυχίας, καὶ λογισμὸς ἐπὶ τῷ πράγματι ὅτι δίκαιος ὁ ἐπόπτης καὶ τοὺς οἰκείους οὐχ ὑπερορῶν.
3