3
ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. Νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμε νός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει, μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβο λαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλά, σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία, πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι, ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι, καθηκόντως ἕκαστον ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ. 2.3 Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν. Ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται, καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. Καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσ διατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀρρωστήματι φάρμακον. Καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρ' αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. Ἀνδρείαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ πένης ἐκ πλου σίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμενεν ὁ αὐτὸς ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων, ἀλλ' οὔτε τῶν φίλων εἰς παραμυθίαν ἡκόντων ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτει νόντων τὰ ἀλγεινὰ παρωξύνθη. Πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν τῷ αὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι, τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν ∆αβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. Τοιοῦτος καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανισ τάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθ' ἑαυτοῦ διαβολὰς ὑποφέρων. Καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνος εἰκόνα γράφουσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα, οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπερ γάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. 2.4 Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινη μένην παραλαμβάνουσιν. Εὐχὴ δὲ καλὴ ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. Καὶ τοῦτό ἐστι τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, ὅταν μὴ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ καί, ἐξελαύ νων τὰ προσκαλούμενα ἡμᾶς εἰς κακίαν, τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ. 2.5 Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ' ἐρωτᾶν μὲν ἀφι λονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυ μοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ, μανθάνειν δὲ ἀνεπαισχύν τως καὶ διδάσκειν ἀνεπιφθόνως, καί, εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ὥσπερ αἱ φαῦλαι τῶν γυναι κῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι, ἀλλὰ κηρύσσειν εὐγνω μόνως