Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
πατριάρχην Ἰακώβ. Ἄλλο ἀποδεικτικὸν, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ εἶδος αὐτοῦ ἐστιν. Ἄλλο, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ Λόγος. Ἄλλο μετὰ γοργῆς ἀποδείξεως διδάσκον, ὅτι τὰ ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν οἷς ἔνεστιν ἐξομοιοῦται· ἀλλ' ὥσπερ τινὲς εἰκόνες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν κατὰ προαίρεσιν ἡμῶν κινημάτων. 75.17 Ἄλλο δεικνύον, ὅτι τὸ ἐν τῷ Θεῷ γίνεσθαί τι, οὐ φύσεως σημαίνει μεταβολὴν, ἀλλ' ὅτι δι' αὐτοῦ, ἢ παρ' αὐτοῦ. Ἄλλο, δι' οὗ μανθάνομεν ὅπως προσήκει νοεῖν τὸ ῥητὸν, τουτέστιν, Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἕν. Ἄλλο δεικνύον ἀκριβῶς, ὅτιπερ οὐ τὴν ἑαυτῶν ἀφέντες φύσιν πρὸς τὴν θείαν μεταποιούμεθα, ὅταν ἓν γίνεσθαι πρὸς Θεὸν λεγώμεθα, ἀλλ' ὅτι μέτοχοι γεγονότες αὐτοῦ τοῦτο καλούμεθα. ΛΟΓ. ΙΓʹ. Περὶ ὁμοιότητος τῆς Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστάς· ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν ὡς Υἱός. Ἄλλο ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ ἄμεινον ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλὰ φυσικῶς. Ἄλλο, σημαῖνον ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐκ ἔξωθεν, καθάπερ οἱ Χριστομάχοι φασίν· ἐπειδὴ δὲ οὐκ ἔξωθεν, ὅμοιος ἄρα. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ἐκ μετοχῆς τῆς πρὸς τὸ Θεῖον κατ' εἰκόνα τὴν πρὸς αὐτὸ μορφούμεθα. Οὐ γὰρ ἐξήρκεσε τῇ τοῦ ἀνθρώπου κατασκευῇ πρὸς τὸ φαίνεσθαι καὶ εἶναι εἰκόνα τοῦ πεποιηκότος, τὸ ἐν μόναις ἐννοίαις τὸν περὶ αὐτοῦ κεῖσθαι λόγον τοιοῦτον. ΛΟΓ. Ι∆ʹ. Ἔτι, περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ, Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. ΛΟΓ. ΙΕʹ. Εἰς τὸ ἐν ταῖς Παροιμίαις, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ· ὅτι τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται, οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Ἀπόδειξις ἐξ ἐπιτηρήσεων Γραφικῶν, ὅτι ὡς Θεὸς οὐδὲν προσκυνεῖται τῶν κτισμάτων· οὔτε μὴν προσκυνούμενα ἀνέχεται προσκυνεῖσθαι ἢ δοξολογεῖσθαι. Ἀντίθεσις ἀπὸ τῶν Ἀρείου δογμάτων, αἰτίαν ἔχουσα τοῦ πεποιῆσθαι τὸν Υἱὸν, ὡς αὐτοὶ νομίζουσιν, ἀληθῆ, καὶ λύσις ἐφεξῆς μετὰ πιθανότητος συλλογισμῶν. Ἔτι εἰς τὸ, Κύριος ἔκτισέ με. Ὅτι οὐ κτίσμα ὁ Υἱός. Ἄλλο τῶν ὀρθοδόξων λεγόντων, Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς ἔχει κατὰ φύσιν τὸ εἶναι δημιουργός; Οὐ γὰρ ἴδιον τῶν κτισμάτων τοῦτό γε. Ἀνθυπήνεγκαν οἱ αἱρετικοὶ τὰ ὑποτεταγμένα, ὧν αἱ λύσεις εἰσὶν ἐφεξῆς. Ἐπιτήρησις ὁμοίως, ἐξ ἧς μανθάνομεν ὅτι καὶ ἀγγέλοις καὶ ἁγίοις προφήταις ἔθος ἐστὶν ἐπι 75.20 ταττομένοις παρὰ Θεοῦ, καὶ ἐρωτήσεις προσάγειν ἀγνοοῦσιν ἔσθ' ὅτε τὸ ἐπιταττόμενον. Ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ οὕτως ἐδείχθη ποιῶν. Ἄλλο εἰς τὸ, Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ. ΛΟΓ. Ι ϛʹ. Περὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός. ΛΟΓ. ΙΖʹ. Ὅτι τῶν τῇ κτίσει προσόντων οὐδὲν τῷ Υἱῷ πρόσεστι· διόπερ οὐ κτίσμα ὁ Υἱός. ΛΟΓ. ΙΗʹ. Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τὸ κτίζειν καὶ τὸ γεννᾷν ἐπὶ Θεοῦ. ΛΟΓ. ΙΘʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀληθινὸς Λόγος τοῦ Πατρὸς, ἀλλ' ἕτερός τις παρ' αὐτὸν τῇ φύσει καὶ ξένος. Τὸ δὲ ἐντεῦθεν συναγόμενον, ὅτι καὶ ὁμοούσιος τῷ Πατρὶ, καὶ οὐκ ἔξωθεν, ἀλλ' ἐκ τῆς οὐσίας ἐστὶν αὐτοῦ. ΛΟΓ. Κʹ. Εἰς τὸ, Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἐν ᾧ σχόλια περὶ σαρκώσεως, τὸν αὐτὸν ἔχοντα νοῦν. Εἰς τὸ, Ἐχαρίσατο αὐτῷ, καὶ Ὑπερύψωσεν αὐτὸν, καὶ ὅσα τοιαῦτα λέγεται περὶ Χριστοῦ. Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον, Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Παράθεσις ῥητῶν σημαίνουσα, ὅτι τὸ, κρείττων, ἡ θεία Γραφὴ ἐπὶ τῶν πολὺ διεστηκότων ἢ κατὰ τὸν τῆς φύσεως λόγον, ἢ κατὰ τὴν ἀξίαν τίθησιν, ἢ κατὰ τὸ μέτρον τῆς χάριτος. Ἄλλο διηγηματικὸν, ὅτι τὸ, Κρείττων γενόμενος τῶν ἀγγέλων, οὐκ οὐσιῶν εἰσφέρει σύγκρισιν, ἀλλὰ