Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
πάντων ἐν αὐτῷ κτισθέντων τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς. ΑΛΛΟ. Εἰ διὰ τὴν τῶν κτισμάτων πάροδον ὑπέστη, χάριν αὐτοῖς ἕξει, ὅτι τῆς γενέσεως αὐτοῦ γεγόνασιν αἴτια. ΑΛΛΟ. Εἰ ἐπεὶ μὴ ἔφερεν ἡ κτίσις αὐτουργοῦντα τὸν ἀγένητον, διὰ τοῦτο δημιουργεῖ ὁ Υἱὸς, μέση τις ἂν εἴη αὐτὸς δύναμις, καὶ οὔτε αὐτὸς ἂν εἴη ἀγένητος· οὐκ ἂν γὰρ ἔφερεν αὐτὸν ἡ κτίσις, οὐδ' αὖ τῶν γινομένων· οὐ γὰρ ἔφερεν αὐτὸς τὸν ἀγένητον. Τούτων δ' ὁπότερον οὐκ ὄντος αὐτοῦ, λείπεται γέννημα αὐτὸν τῆς ἀγεννήτου φύσεως ὁμολογεῖν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ Θεὸς ἀληθινὸς, φησὶν, ἔστιν ὁ Υἱὸς, πῶς αὐτὸν τοῖς γενητοῖς συναριθμεῖ καὶ ἡ θεία Γραφὴ λέγουσα, Πρωτότοκος πάσης κτίσεως; Ἀνάγκη γὰρ πᾶσα τοιοῦτον εἶναι καὶ αὐτὸν κατὰ φύσιν, ὁποῖά περ ἂν ὑπάρχῃ καὶ τὰ ὧν ἐστι πρῶτος. Πρὸς ταῦτα λύσις. Ἀσεβὴς ὁ λόγος, καὶ πολλὴν ὠδίνων τὴν ἀτοπίαν. Εἰ γὰρ ἔσται τοῖς μετ' αὐτὸν γεγονόσιν ἀναγκαίως ὁ Υἱὸς παραπλήσιος, ἐπεὶ καὶ πρωτότοκος αὐτῶν καλεῖται, γέγονε δὲ οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ ζῶα πολλὰ καὶ διάφορα, ὥρα λοιπὸν δυσσεβοῦντας ὑμᾶς ἀδεῶς, ὦ χριστομάχοι, λέγειν ὅτι καὶ τοῖς ἀλόγοις ζώοις ὁ αὐτός ἐστι κατὰ φύσιν ὁ Υἱός. Οὐκοῦν οὐ πάντως ἔσται συγγενὴς ὧν καὶ πρωτότοκος εἶναι λέγεται· καλεῖται δὲ τοῦτο, δεικνυούσης ἡμῖν τῆς θείας Γραφῆς, ὅτι πάντες ἐν Υἱῷ καὶ δι' Υἱοῦ πρὸς τὸ ἴσον αὐτῷ σχῆμα καλούμεθα, υἱοὶ Θεοῦ κατὰ χάριν ἀναδεικνύμενοι. Καὶ αὐτός ἐστιν ἀρχὴ τῆς δοθείσης ἡμῖν χάριτος, ἐξομοιῶν ἑαυτῷ διὰ φιλανθρω 75.413 πίαν τοὺς δι' αὐτοῦ γενομένους· αὐτὸ δὲ δὴ τοῦτο εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. Ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον αὐτὸν εἶναί φησιν, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται· ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατὴρ, καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρὶ, καὶ δι' αὐτοῦ τὰ πάντα γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά. ΑΛΛΟ. Εἰ πάντως τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἱὸν, ἀναγκάσει συγγενῆ τοῖς μετ' αὐτὸν γενομένοις ὑπάρχειν αὐτὸν, καὶ τοιοῦτον εἶναι κατὰ φύσιν, ὁποῖά περ ἂν εἴη τὰ τῷ χρόνῳ δεύτερα, τί ἄρα φατὲ κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα; Ἆρα καὶ αὐτῷ τὸ τῷ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρήσαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν, καὶ τοῖς πεποιημένοις αὐτὸν συγκαταριθμήσετε; Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς εἰς τοσαύτην ἔλθοι μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν. Ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντων αὐτὸν συγγενῆ τοῖς μετ' αὐτὸν νοεῖσθαι· οὕτω κἂν πρῶτος λέγηται τῆς κτίσεως ὁ Υἱὸς, οὐ πάντως ἔσται τῶν ποιημάτων εἷς. Ἀλλ' ὥσπερ ὁ Πατὴρ, ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων, ἔλεγεν, Ἐγώ εἰμι πρῶτος, οὕτω καὶ ὁ Υἱὸς πρῶτος τῆς πάσης κτίσεως λέγεται. ∆ι' αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ πάντων κτισμάτων ἀρχὴ, ὡς κτίστης καὶ δημιουργός.
ΛΟΓΟΣ Κςʹ.
Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, τὸ, Καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ
εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, εἴπερ ἦν ἐν ἰσότητι τοῦ Πατρὸς, ἔφησεν ἂν ἐπὶ τοῖς Ζεβεδαίου παισίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι; Τοῦτο γὰρ διαῤῥήδην οὐκ ἔχοντος ἐξουσίαν ἐστιν, οὐδὲ δυναμένου παρασχεῖν ὅσπερ ἦν ἐκείνοις ἐν εὐχῇ. Οὐκοῦν οὐδὲ ἴσος τῷ Πατρὶ τῷ πάντων ἔχοντι τὴν ἐξουσίαν. Πρὸς τοῦτο λύσις. Πολλὴν, ὦ θεομάχοι, κἀν τούτῳ τὴν ἀπαιδευσίαν ἔχοντες εὑρεθήσεσθε. Ἐχρῆν γὰρ δή που πάντως ὑμᾶς τὰς τοῦ Σωτῆρος ἀκριβῶς περιεργάζεσθαι φωνὰς, οὐκ ἀπερισκέπτως τὰ καλῶς εἰρημένα κατηγορίας ποιεῖσθαι προφάσεις. Προσῆλθον οἱ Ζεβεδαίου παῖδες τὰς ἐν ἄκρῳ κειμένας αἰτοῦντες τιμάς. Ἀλλ' ἦν ἀπίθανον μὴ τὴν τοῦ χορηγοῦντος περιμένειν φιλοτιμίαν, ἁρπάζειν δὲ