Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἡγήσατο θέμενος εἰς διακονίαν, τὸ πρότερον ὄντα βλάσφημον, καὶ διώκτην καὶ ὑβριστήν. Ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. ΑΛΛΟ. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, εἰς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Εἰ διὰ πίστεως τῆς εἰς Χριστὸν σωζόμεθα, καὶ τῆς αἰωνίου μετίσχομεν ζωῆς, τὸν τοῦ θανάτου ζυγὸν ἀποσειόμενοι, πῶς οὐ Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, ὁ καὶ ζωῆς παρεκτικὸς, ὡς αὐτὸς κατὰ φύσιν ὑπάρχων ζωὴ, καὶ διασώζων ὡς ὁ Θεὸς, ὁ μόνος τοῦτο ποιεῖν δυνάμενος, καὶ διὰ τοῦτο λέγων· Ἐγώ εἰμι ὁ Θεὸς ὁ σώζων σε, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ; Καὶ γὰρ ὄντως τε καὶ ἀληθῶς οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, ὁ πάλαι μὲν σώζειν διὰ τῶν ἁγίων προφητῶν ὑπισχνούμενος, κατὰ δὲ τὸν τῆς ἐπιδημίας καιρὸν ἑαυτὸν ἤδη παρόντα δεικνύων, καὶ διὰ τοῦτο βοῶν· Αὐτὸς ὁ λαλῶν πάρειμι. Ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν εἰρήνης! Ἐλθὼν γὰρ εὐηγγελίσατο εἰρήνην ἡμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, κατὰ τὴν τοῦ Παύλου φωνήν. ΑΛΛΟ. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Εἰ βασιλεὺς τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, ὡς ἀεί τε καὶ ἀτελευτήτως κρατῶν, αὐτοὺς δὲ τοὺς αἰῶνας πεποιηκὼς, αὐτὸν ἄρα καὶ Θεὸν ἄφθαρτόν τε καὶ ἀόρατον ἀποκαλεῖ. Ὁ δὲ τῆς τοῦ Πατρὸς οὐσίας ἔχων ἐν ἑαυτῷ φυσικῶς τε καὶ οὐσιωδῶς τὰ ἐξαίρετα, πῶς ἂν εἴη πρὸς αὐτὸν ἑτεροούσιος, καὶ οὐχὶ μᾶλλον ὁμοφυής τε καὶ ἐξ αὐτοῦ, οὐδενὸς ἐπιτρέποντος λόγου προσεῖναι τοῖς κτίσμασιν φυσικῶς τὰ τῆς θεότητος ἴδια; Ὅτι δὲ βασιλεὺς τῶν αἰώνων ἐστὶν ὁ Υἱὸς, καὶ αὐτὸς ἡμῖν ὁ ἀρχάγγελος Γαβριὴλ ἐπιμαρτυρήσει λέγων περὶ αὐτοῦ πρὸς τὴν ἁγίαν Παρθένον· Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. ΑΛΛΟ. Τὰς ὑπὲρ ἁπάντων ποιεῖσθαι προσευχὰς, ὑπέρ τε βασιλέων ὄντων ἐν ὑπεροχῇ ἐπιτάξας, ὁ Παῦλος τῷ οἰκείῳ μαθητῇ χρησίμως ἐπάγει· Τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οὐκοῦν εἴπερ ἐστὶν ἁπάντων Σωτὴρ ὁ Θεὸς, σωζόμεθα δὲ τὴν ἀλήθειαν ἐπιγινώσκον 75.504 τες, ἀλήθεια δὲ ὁ Χριστὸς, αὐτὸς ἄρα ἐστὶν ὁ Θεὸς καὶ Σωτήρ. Εἰ δὲ τοῦτο, πῶς οὐ φύσει Θεὸς ὁ Υἱός; Πῶς δὲ καὶ ὁ φύσει Υἱὸς ἐν ποιήμασι ἐξαριθμοῖτο; Ἄτοπον γὰρ ὁμοῦ τε καὶ δύσφημον. Οὐκοῦν οὐ ποίημα ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον καὶ Σωτὴρ, ἐκ Σωτῆρος καὶ Θεοῦ Πατρός. ΑΛΛΟ. Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. Εἰ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς ὁ Χριστὸς, οὐ φύσει καὶ οὐσιωδῶς Θεῷ τε καὶ ἀνθρώποις συναπτόμενος, διαλλάττων δὲ μόνον, καὶ εἰς φιλίαν εἰσάγων τὰ τῆς πρὸς ἄλληλα κοινωνίας ἀποστατήσαντα, τουτέστιν ἄνθρωπον καὶ Θεὸν, πῶς ἕνα φησὶν ὁ Παῦλος αὐτόν; ἐπεὶ καὶ ἕτεροι τῶν ἁγίων πολλοὶ τῆς τοιαύτης ἠξίωνται λειτουργίας, καὶ αὐτὸς δὴ πρῶτος, ἀναβοῶν· ∆εόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ Γέγονε μεσίτης καὶ ὁ μακάριος Μωσῆς διακονήσας τοῖς υἱοῖς Ἰσραὴλ τὸν παρὰ Θεοῦ νόμον. Μεσίτης ὑπῆρχε καὶ ὁ πάνσοφος Ἱερεμίας λέγων πρὸς Θεὸν ὡς περὶ τῶν ἐκ γένους Ἰσραήλ· Μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου, τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν. Ἀλλὰ καὶ ἕκαστος τῶν ἁγίων προφητῶν τοῦτο πεποιηκὼς εὑρίσκεται. Πῶς οὖν μεσίτης εἷς ὁ Χριστὸς, εἰ μή τι ξένον τὸ ἐπ' αὐτοῦ; Ἀλλ' ἔστιν εἷς, ὡς ὁ Παῦλος ἀληθεύων φησί. Ξένως ἄρα καὶ οὐχ ὁμοίως τοῖς ἄλλοις, καὶ ὅπως εἰπεῖν ἀναγκαῖον. Οὐκοῦν ἐπειδήπερ τὸ δύο τινῶν κατὰ μέσου κείμενον, ἀμφοτέρων δηλαδὴ τοῖς ἰδίοις ἄκροις ἐφάπτεται, συνέχων εἰς ἑνότητα τὰ διηρημένα, μεσίτης δὲ Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Χριστὸς, πρόδηλον ὅτι Θεοῦ μὲν ὡς Θεὸς, ἀνθρώπων δὲ ὡς