Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὑποτιθέντες οὐκ αἰσχύνονται; Ὅσῳ γὰρ ἂν τὴν ἀνθρώπου φύσιν ἐξάλληται, τοσοῦτον, οἶμαι, καὶ τῶν παρ' ἡμῖν ἐθῶν τε καὶ νόμων φυσικῶν ἔσται καὶ ἀμείνων. Οὐκοῦν φθαρτοὶ μὲν ἡμεῖς, ἄφθαρ 75.300 τος δὲ ὁ Θεός. Ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν· ἀεὶ δὲ ἦν καὶ ἔσται Θεός. Ὁποῖος δ' ἂν ὁ τίκτων ὑπάρχῃ, τοιοῦτον εἶναι χρὴ καὶ τὸν ἐξ αὐτοῦ τικτόμενον. Ἀΐδιος δὲ ὁ Θεὸς καὶ Πατὴρ, ἀΐδιον ἄρα καὶ τὸ ἐξ αὐτοῦ φῶς ἦν καὶ ἔστι. Συνῆν ἄρα τῷ φωτὶ τὸ ἀπαύγασμα. Καὶ ὁ μὲν ἐξ ἀνθρώπου προερχόμενος λόγος, εἰς τὸ μὴ ὂν ἀναλύεται, καὶ οὔτε ζῶν ἐστιν, οὔτε ἐνεργής. Καὶ γὰρ καὶ ὁ τοῦτον γεννήσας ἄνθρωπος, ἐκ τοῦ μὴ ὄντος ἐστὶ καὶ ὑπόκειται φθορᾷ. Ὁ δὲ τοῦ Θεοῦ Λόγος ζῶν ἐστι· καὶ ἐκ ζῶντος προελθὼν, ἦν ἀεὶ καὶ ἔστιν. Οὐ γὰρ ἦν, οὐδὲ ἔσται ποτὲ, χωρὶς Λόγου Θεός. Καὶ γοῦν ὁ Παῦλός φησι περὶ αὐτοῦ, ὅτι Ζῶν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής. ∆ημιουργὸς γοῦν ἐστι, καὶ πάντα γέγονε δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Οὐκ ἔστι, φασὶν, ὁ Χριστὸς ἡ ἔμφυτος καὶ ἐνυπάρχουσα τῷ Θεῷ δύναμις καὶ σοφία, ἀλλ' ἑτέρα μὲν ἐκείνη περὶ ἧς καὶ ὁ Παῦλός φησιν, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης· ἕτερος δὲ παρ' ἐκείνην ὁ Χριστὸς, καὶ ἕτεραι πολλαὶ σὺν αὐτῷ δυνάμεις τε καὶ σοφίαι καλούμεναι. Καὶ ἡ μὲν ἔμφυτος ὄντως καὶ ἀληθὴς τοῦ Θεοῦ δύναμις, ποιητικὴ τῶν ὅλων ἐστίν· αἱ δὲ γεγόνασι παρ' αὐτῆς, εἰ καί τις ἐξαίρετος τοῦ Θεοῦ δύναμις παρὰ τὰς ἄλλας ὑπάρχει Χριστὸς, εἰς τοῦτο γενομένη, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα· ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δικαιώσῃ τὰ δικαιοσύνην οὐκ ἔχοντα. Ἔστιν οὖν, φησὶν, ἡ μὲν ἔμφυτος τοῦ Θεοῦ δύναμις ἄναρχός τε καὶ ἀγένητος, ἀϊδίως ἐν Πατρί. Γέγονε δὲ ὁ Χριστὸς ἐπὶ ταῖς εἰρημέναις αἰτίαις. Εἰ δὲ νομίζουσί τινες αὐτὸν εἶναι τὸν Χριστὸν τὴν ἔμφυτον τοῦ Θεοῦ δύναμιν διὰ τὸ γεγράφθαι παρὰ Παύλῳ· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, τί ἄρα ἐροῦσιν ἀκούοντες τοῦ Θεοῦ λέγοντος περὶ τῆς κάμπης· Ἡ δύναμίς μου ἡ μεγάλη; Τί δὲ ποιήσουσι πολλὰς Θεοῦ δυνάμεις σημαίνοντος τοῦ Ψαλμῳδοῦ, δι' ὧν φησιν· Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ; Πρὸς ταῦτα λύσις. Εἰ διὰ τοῦτο γέγονεν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τὰ δικαιοσύνης δεόμενα, ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα, ἡμεῖς ἄρα αὐτῷ γεγόναμεν τοῦ εἶναι αἴτιοι, καὶ οὐδ' ἂν ἐγένετο καθ' ἡμᾶς, εἰ μὴ Θεὸς ἐβουλεύσατο δημιουργῆσαι τὰ γενητά. Καὶ εἰ τῆς ἡμῶν ἕνεκα χρείας ταῦτά ἐστιν, ὄργανον ἄρα τῆς ἡμῶν δημιουργίας ἐστὶν, οὐκ ἐξ ἑαυτοῦ τοιοῦτος ὑπάρχων, ἀλλ' οὕτω γεγονὼς δι' ἡμᾶς. Ἆρ' οὖν ὥσπερ καλεῖται δύναμις διὰ τὰ δυναμούμενα, καὶ σοφία διὰ τὰ σοφούμενα, οὕτω καὶ ὁ Υἱὸς διὰ τὰ υἱοποιούμενα, καὶ οὐδέν ἐστι κυρίως δι' ἑαυτὸν, πάντα δὲ ταῦτα δι' ἡμᾶς. Πῶς οὖν σωθήσεται τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· Αὐτὸς ἐποίησε ἡμᾶς, καὶ οὐχ ἡμεῖς, εἴπερ ἡμεῖς αὐτῷ δεδώκαμεν τοῦ εἶναι τὰς αἰτίας; Εἰ γὰρ καὶ αὐτὸς φαίνοιτο τῆς 75.301 ποιήσεως ἡμῶν αὐτουργὸς, ἀλλ' ἡμεῖς αὐτῷ γεγόναμεν τοῦ εἶναι τὰ σπέρματα, καὶ διὰ τὴν ἡμετέραν χρείαν ἐκτίσθη, καθ' ὑμᾶς. Ὥσπερ ἀμέλει καὶ ὁ οὐρανὸς, ἵνα καλύπτῃ τοὺς ἐπὶ γῆς, καὶ ὁ ἥλιος ἵνα φαίνῃ τοῖς φωτὸς δεομένοις· καὶ ἡ γῆ δὲ ὁμοίως ἵνα τρέφῃ τὰ τροφῆς δεόμενα. Καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ καὶ κτίσμασιν, εἴ γε καὶ αὐτὸς ὡς ἐκεῖνα τάξιν ἔχει τὴν ὑπουργικήν· φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν. Ὁμολογεῖς καὶ ἄκων, αἱρετικὲ, τὴν ἔμφυτον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν, ἀγενήτως ἐνυπάρχειν αὐτῷ· ὅταν οὖν ἀκούσῃς ἀγένητον τὸν Υἱὸν, μὴ πάλιν λέγε· ∆ύο οὖν ἀγένητα. Αὐτὴν δὲ ταύτην τὴν ἐν Θεῷ σοφίαν καὶ δύναμιν ἀγενήτως τε καὶ ἀχρόνως ὑπάρχουσαν πιστεύομεν εἶναι τὸν Υἱὸν, ὃς καὶ πάντα δεδημιούργηκε, καὶ δι' ἡμᾶς γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν. ΑΛΛΟ, ὡς ἐν ἐρωτήσεως σχήματι, ἀποδεικτικὴν ἔχον δύναμιν. ∆ιατί τὰ πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ; ἢ διατί πάλιν ἐν τῷ ἁγίῳ βαπτίσματι καὶ ὁ Υἱὸς τῷ Πατρὶ συγκατονομάζεται; ∆ιατί δὲ γενητῆς ὑπάρχων φύσεως, καθ' ὑμᾶς, συναριθμεῖται τῷ κτίσαντι; Τίς δὲ χρεία τοῦ πεποιημένου εἰς τὴν τῶν πάντων