Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
διαφωνοῦσιν ἐν τοῖς κρίμασιν, ἢ ἐν τοῖς νοήμασιν, ἀλλ' ἅπερ ἂν ὁ Πατὴρ βούληται, καὶ ὁ Υἱὸς ταῦτα, καὶ πάλιν ἅπερ ἂν ὁ Υἱὸς ἐθελήσῃ, ταῦτα καὶ ὁ Πατὴρ, καὶ συμφωνία τις καὶ ταυτότης θελημάτων καὶ γνώμης ἐν αὐτοῖς φαίνεται, κατὰ τοῦτο Πατὴρ ἐν Υἱῷ, καὶ Υἱός ἐστιν ἐν Πατρί. Πρὸς τοῦτο λύσις. Ἄρ' οὖν ἐξέσται καὶ ἀγγέλοις ἢ καὶ ἄλλαις λογικαῖς δυνάμεσι, περὶ ὧν ἐν Ψαλμοῖς εἴρηται· Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ, ταῖς τοῦ Σωτῆρος κεχρῆσθαι φωναῖς, ὡς ἕκαστον εἰπεῖν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καίτοι παντί τῳ δῆλον, ὅτι πάντα ὅσα βούλεται Θεὸς, ταῦτα πάντως καὶ Ἄγγελοι βούλονται, καὶ Ἀρχάγγελοι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Ἐξουσίαι, καὶ τούτων οὐδὲν διαφωνοῦν εὑρίσκεται πρὸς τὴν θείαν βούλησιν. Οὐ γὰρ ἂν ἔμεινεν ἐν τῇ οἰκείᾳ τάξει, μὴ τοῦτον ἔχοντα τὸν σκοπόν. Ὁ γὰρ ἕτερόν τι παρὰ τὸ τοῦ Θεοῦ θέλημα ζητήσας, ἤκουσε· Νῦν δὲ εἰς ᾄδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Εἰ τοίνυν ἕκαστον τῶν εἰρημένων θέλει μὲν ὅσα βούλεται Θεὸς, ἕστηκε δ' ἐν τούτῳ, καὶ σώζει τὴν οἰκείαν ἀρχὴν, καὶ οὐδαμοῦ φαίνεται ταῖς τοῦ Υἱοῦ κεχρημένον φωναῖς, οὐχὶ συμφωνία τῆς γνώμης, οὐδὲ τὸ βούλεσθαι τὰ αὐτὰ, δεικνύει τὸν Υἱὸν ἐν Πατρὶ καὶ τὸν Πατέρα πάλιν ἐν Υἱῷ, ἀλλ' ἡ τῆς οὐσίας ἀπαράλλακτος ὁμοιότης, καὶ ἡ ταυτότης τῆς κατὰ φύσιν ἰδιότητος. ΑΛΛΟ. Ἐπειδὴ μένουσιν ἀκλόνητον ἔχοντες τὴν στάσιν καὶ σώζοντες τὴν οἰκείαν ἀρχὴν Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ αἱ τούτων ἀνωτέρω λογικαὶ δυνάμεις, πρόδηλον δήπουθεν ὡς οὐ στασιάζουσι κατὰ τῶν τοῦ Θεοῦ θελημάτων, ἀλλ' εἴκουσί τε καὶ ὑποτάσσονται τοῖς τοῦ πεποιηκότος νόμοις, καὶ σύμφωνον ἔχουσι πρὸς Θεὸν τὴν γνώμην, ὡς πάντα βούλεσθαί τε καὶ ποιεῖν ὅσαπερ αὐτῷ δοκεῖ. Οὕτω τοίνυν ἔχοντος τοῦδε, καὶ συνομολογουμένου παρὰ πᾶσιν, ὅτου δὴ χάριν μόνος ὁ Υἱὸς Μονογενὴς, καὶ Λόγος καὶ σοφία ἐστίν; Ἔδει γὰρ, εἴπερ ὄντως τὸ θέλειν ὅσα καὶ ὁ Πατὴρ βούλεται, Μονογενῆ καλεῖσθαι ποιεῖ, καὶ σοφίαν, καὶ Λόγον, καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασι ταῦτα ὑπάρχειν, καὶ τοσούτοις ὀνόμασιν ἀποκαλεῖσθαι καὶ αὐτὰ, ὅσοισπερ ἂν καὶ ὁ Υἱός. Εἰ δὲ τούτων οὐδὲν, οὔτε Μονογενής ἐστιν Υἱὸς, οὔτε Λόγος, οὔτε σοφία, οὔτε φῶς, οὔτε ἀπαύγασμα, οὔτε μορφὴ, οὔτε εἰκὼν τοῦ Πατρὸς, ἀναγκαῖον εἰδέναι λοιπὸν, ὅτιπερ οὐ τὸ βούλεσθαι τὰ αὐτὰ τῷ Πατρὶ, 75.189 οὐδὲ τὸ μίαν ἔχειν πρὸς αὐτὸν τὴν γνώμην παρασκευάζει λέγειν τὸν Υἱόν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ πάλιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν· ἀλλ' ὅτι, τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ὑπάρχων γέννημα, φέρει μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, φαίνεται δὲ καὶ αὐτὸς ἐν Πατρί. Κρατοίη δ' ἂν ὁ αὐτὸς οὗτος λόγος καὶ ἐπ' ἀνθρώπων ἁγίων, οἷς τὸ ἀκολουθεῖν τοῖς θείοις θελήμασι σκοπὸς, καὶ οὐκ ἔστιν εἰπεῖν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ τὸ καλεῖσθαι, φασὶν, Υἱὸν καὶ εἰκόνα τοῦ Πατρὸς, ἕνα αὐτῷ κατὰ φύσιν ἐργάζεται τὸν τοιούτοις ὀνόμασιν ἀποσεμνυνόμενον, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἐπειδήπερ καὶ υἱοὶ κεκλήμεθα, καὶ κατ' εἰκόνα γεγόναμεν Θεοῦ, ὁμοίους εἶναι κατ' οὐσίαν αὐτῷ; Πρὸς τοῦτο λύσις. Ἀλλ' ἡμῖν μὲν, ὦ βέλτιστοι, κατὰ χάριν· τῷ δὲ Θεοῦ Λόγῳ κατὰ φύσιν τοῦτο ὑπάρχει. Καὶ περὶ μὲν ἐκείνου λέγεται· Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; ὡς οὐκ ἐπείσακτον ἔχοντος, ἀλλὰ φυσικὸν τὸ ἀξίωμα. Περὶ δὲ ἡμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ Υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς εἰ μὴ πᾶσαν ποιησαίμεθα σπουδὴν εἰς τὸ παραιτεῖσθαι τὸ φαῦλον, ῥᾳδίως ἐξ ὧν εἰλήφαμεν ἀποπεσεῖν δυνάμεθα. Εἰλήφαμεν δὲ κατὰ χάριν τὸ καλεῖσθαι καὶ υἱοὶ καὶ θεοὶ, ἃ δὴ φυσικῶς πρόσεστι τῷ Υἱῷ. Εἰκὼν δὲ πάλιν χρηματίζομεν Θεοῦ, ἐπειδήπερ τὴν ἀληθινὴν εἰκόνα τὸν Λόγον αὐτοῦ ἐδεξάμεθα, καὶ ᾤκησεν ἐν ἡμῖν, ἢ καὶ ἐν τελευταίοις καιροῖς ἐνηνθρώπησε διὰ τὴν ἡμετέραν σωτηρίαν. Πολλή τις οὖν καὶ ἄμετρος ἡ διαφορὰ, μεταξύ τε ἡμῶν τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ τοῦ κατὰ φύσιν ὄντος καὶ ἀληθινῶς. Καὶ φλυαρία μᾶλλον