Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
καὶ μέτριοί τινες ἐς λόγους ἡμεῖς, καὶ πρὸς τὸ δύνασθαί τι νοεῖν οὐ σφόδρα γοργοί. Ἀνακείσθω δὲ χάρις τῷ πάντα πᾶσι πλουσίως χορηγοῦντι Χριστῷ. Εἰδέναι δὲ χρὴ τοὺς ἐντευξομένους, ὅτι συντέθειται μὲν, κατὰ τὴν ὑποτεταγμένην προγραφὴν, τὰ ἐν τῷ βιβλίῳ κεφάλαια. Περιέχεται δὲ ἑκάστῳ πολλὰ πρὸς τὸν αὐτὸν συντείνοντα τῶν θεωρημάτων σκοπὸν, καὶ διὰ κύκλου καὶ περιδρομῆς 75.13 εἰς τὸν τοῦ περιέχοντος ἀναβαίνοντα νοῦν. Παραπέπηγε δὲ μόνοις τοῖς τῶν κεφαλαίων περιεκτικοῖς, τῶν ἀριθμῶν ἡ τάξις· τὰ δὲ παρεπόμενα τούτοις, στοιχηδὸν μὲν ἐντέτακται ταῖς ὑπογραφαῖς, ἀριθμοὺς δὲ οὐκ ἔχει, ὡς τῇ τῶν περιεκτικῶν διανοίᾳ χρεωστούμενα, καὶ εἰς τὸν ἐκείνων τρέχοντα σκοπόν.
ΤΑ∆Ε ΕΝΕΣΤΙΝ ΕΝ ΤΩ∆Ε ΤΩ ΒΙΒΛΙΩ.
ΛΟΓΟΣ Αʹ. Περὶ ἀγενήτου καὶ γενητοῦ, ἐν ᾧ, ὅτι κρεῖττόν ἐστι καὶ
ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον. ΛΟΓ. Βʹ. Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ' οὐσίας σημαντικόν. ΛΟΓ. Γʹ. Ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν σημαντικόν. ΛΟΓ. ∆ʹ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός. Ἐκλογαὶ συλλογισμῶν καὶ νοημάτων κατασκευαὶ σὺν μαρτυρίαις· τὸ δὲ συναγόμενον ἐκ πάντων, ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος. Εἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ λέγον· Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, τὸν Υἱὸν σημαίνει. Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ἀποδείξεις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ, τὸ ἦν, καὶ τὸ ὁ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἤμην, καὶ τὸ εἰμὶ, καὶ τὸ ἔστιν, ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ ποτὲ, καὶ τὸ πρὶν, καὶ τὸ πρὸ τοῦ, καὶ τὸ γέγονε· καὶ ὅσα τούτοις ὅμοια. Ἔτι περὶ τοῦ ἀΐδιον εἶναι τὸν Υἱὸν, ὡς ἐξ ἀντιθέσεως, κατασκευή. Ἔτι περὶ ἀϊδιότητος συλλογισμὸς, μετά τινος ἐπαπορήσεως πεπλεγμένος, καὶ συνάγων εἰς ὁμολογίαν τοῦ δεῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐκ ἔξωθεν ἐπιγεγονότα τὸν Υἱὸν ὑπολαμβάνειν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τῷ Πατρὶ συναΐδιον. Ἔτι, περὶ ἀϊδιότητος Υἱοῦ. 75.16 Ἐρώτησις Ἀρειανῶν ἀτοπίας μεστή· πρὸς ἢν ἀντεπερώτησις ἀτοπωτέρα, ὅτι χρὴ μὴ ἀπαιδεύτως ἐρωτᾷν ἐκδιδάσκουσα. Πρὸς τοὺς ἐρωτῶντας, Εἰ εἶχες Υἱὸν πρὶν τέκῃς; καὶ λέγοντας, Οὕτω καὶ ὁ Θεὸς οὐκ εἶχεν Υἱὸν πρὶν γεννήσει. ΛΟΓ. Εʹ. Ὅτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν ἀγέννητος ᾖ· ἀλλ' ἦν αὐτῷ συναΐδιος ὁ Υἱὸς γεννητός. ΛΟΓ. ϛʹ. Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν ἐξ αὐτοῦ τὸν Υἱόν. ΛΟΓ. Ζʹ. Πρὸς τοὺς προτείνοντας τὸ, Ἀβουλήτως ἢ κατὰ βούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ; ΛΟΓ. Ηʹ. Πρὸς τοὺς λέγοντας ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ, ὅμοιός ἐστιν ὁ Υἱός. ΛΟΓ. Θʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ τῶν ῥητῶν, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· καὶ τοῦ, Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν· καὶ ὁμοίως, Ὁ Πατὴρ μείζων μού ἐστιν. ΛΟΓ. Ιʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός· ἐν ᾧ ἀπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα, Τί με λέγεις ἀγαθόν; καὶ ἐξήγησις τοῦ ῥητοῦ. ΛΟΓ. ΙΑʹ. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ, Ὁ Πατήρ μου μείζων μού ἐστιν. Ἄλλο, διδάσκον ὅτι προκειμένου τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, ἀπαιδεύτως τὸ ἀνόμοιον εἰσφέρεται, ἑτερογενὲς ὂν κατὰ τὴν Ἀριστοτέλους τέχνην. Ἄλλο ἀπόδειξιν ἔχον, ὅτι διὰ τοῦ λέγεσθαι μείζονα τὸν Πατέρα, συνεισφέρεται μὲν πάντως ὁ Υἱός. Ἔστι δὲ οὐκ ἐλάττων αὐτοῦ. Ἄλλο, ὅτι ἶσος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ, Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ τὰ ἑξῆς. ΛΟΓ. ΙΒʹ. Εἰς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ἐν ᾦ ἀπόδειξις ἐφεξῆς, ὅτι ὁ Θεὸς ἦν ὁ ῥυόμενος ἐκ πάντων κακῶν τὸν