Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐν τῇ Ἀποκαλύψειτῇ Ἰωάννου τάδε λέγει, Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος, ὅτι ὁ ἐρχόμενος, ὁ Λόγος ἐστὶ, καθ' οὗ τὸ Ὁ ὢν, καὶ Ὁ ἦν τέτακται. Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Σαφῶς δὲ καὶ ὁ Ἰωάννης ἐπὶ τοῦ Λόγου τίθησι τὸ Ἦν· Ἦνγὰρ, φησὶν, ὁ Λόγος πρὸς τὸν Θεόν. Προσεῖναι δὲ πάντως δεῖ τὸ ἀΐδιον τῷ καθ' οὗ τὸ Ὢν καὶ τὸ Ἦν τέτακται. Μαρτυρίαι. Ὁ Παῦλος περὶ Ἰουδαίων· Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὁ αὐτὸςπερὶ τοῦ Λόγου· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης. Εἰ δὲ ἐπὶ τοῦ Πατρὸς ἐνεχθείη τὸ ῥητὸν, ἑτέρως εἰς τὸν Υἱὸν περιτραπήσεται. Τίς γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὁ Παῦλος βοᾷ· Ὁ Χριστὸς, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ὁ Ψαλμῳδὸς τὸ αὐτό· Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. ∆υνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Τίς δὲ ὁ δυναμώσας τοῦτο τὸ καταρτισθὲν ἡμῖν, εἰ μὴ ὁ ἐκ τῆς φθορᾶς ἡμᾶς λυτρωσάμενος τοῦ Θεοῦ Λόγος, καὶ ἀναστήσας εἰς ἀφθαρσίαν; ΑΛΛΟ. Εἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ λέγον, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κό σμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης, τὸν Υἱὸν σημαίνει. Ὁ δὲ λόγος τῆς κατασκευῆς οὗτος· Γέγραπται· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Εἰ δὲ μόνῳ τῷ Υἱῷ ὁ Πατὴρ γινώσκεται, καὶ δι' αὐτοῦ μόνου τοῖς ἄλλοις ἀποκαλύπτεται, οὐ διὰ κτίσεως ἄρα, οὐδὲ τοῖς ποιήμασι νοούμενος ὁ Πατὴρ καθορᾶται. Ἀλλ' ἡ μὲν κτίσις τὸν ἑαυτῆς δημιουργὸν τὸν Θεὸν Λόγον· ὁ δὲ Λόγος ἐν ἑαυτῷ δεικνύει τὸν Πατέρα. Καὶ γοῦν τῷ Φιλίππῳ λέγοντι, ∆εῖξον ἡμῖν τὸν Πατέρα, οὐκ ἐκ τῆς τῶν ποιημάτων καλλονῆς ἀναλόγως αὐτὸν θεωρεῖν ἐπιτάττει, ἀλλ' ἑαυτὸν δεικνύει, λέγων· Ὁ ἑωρακὼς, ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα. Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ὁ Ψαλμῳδὸς αὐτὸν καλεῖ, Ὁ ὑπάρχων πρὸ τῶν 75.40 αἰώνων, οὐχ ὁ γενόμενος· ὁ Ἡσαΐας, Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, κεῖται δὲ ἐπ' αὐτοῦ τὸ, αἰώνιος, ἦν ἀεὶ δηλονότι, καὶ οὐκ ἐγένετο. ΑΛΛΟ. Γράφει Παῦλος περὶ τοῦ Λόγου· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ψάλλει καὶ ∆αβίδ· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμῶν. Καὶ πάλιν· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Πότε οὖν ἦν ὁ Πατὴρ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος; πότε δὲ οὐκ ἦν ἐν Θεῷ ἡ λαμπρότης αὐτοῦ; Καὶ πάλιν· Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὕτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. ΑΛΛΟ. Ψάλλει ∆αβίδ· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. Εἰ δὲ ὁ πᾶς χρόνος ἐν τοῖς αἰῶσι μετρεῖται, βασιλεύει δὲ ἐν αὐτοῖς ὁ Λόγος, οὐκ ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ὁ Υἱός. ΑΛΛΟ. Ἀπόδειξις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ, τὸ ἦν, καὶ τὸ ὁ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἤμην, καὶ τὸ εἰμὶ, καὶ τὸ ἔστιν, ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ ποτὲ, καὶ τὸ πρὶν, καὶ τὸ πρὸ τοῦ, καὶ τὸ γέγονε, καὶ ὅσα τούτοις ὅμοια. Ὁ Σωτὴρ τὸ ἀΐδιον τῆς ἰδίας ὑποστάσεως σημαίνων ἔλεγεν· Ἐγώ εἰμι ἡ ἀλήθεια· ἐγώ εἰμι τὸ φῶς· ἐγώ εἰμι ὁ ποιμήν. Καὶ πάλιν πρὸς τοὺς μαθητάς· Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ· καὶ ὁ Ψαλμωδὸς περὶ αὐτοῦ· Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην· καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Αὐτὸς περὶ ἑαυτοῦ· Ἐγώ εἰμι ἡ ὁδός· καὶ ἐγώ εἰμι ἡ θύρα. Ὁ Πατὴρ δὲ περὶ αὐτοῦ· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ πάλιν, Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ. Πανταχοῦ τὸ εἶ, καὶ τὸ ἦν, ἐν τούτοις φέρεται· οὐδαμοῦ δὲ τὸ γέγονεν. Ἐπὶ δὲ τῶν γενητῶν· Πνεῦμα θεῖον τὸ ποιῆσάν με· ὁ Μωσῆς τὰ περὶ γενέσεως κόσμου διηγούμενος· Καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Ὅτι τὸ, ὅτε, χρόνον ἀεὶ σημαίνει. Ἐν τῷ