Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τελείωσιν καὶ ἁγιασμόν; Πῶς δὲ βοηθὸν αὐτὸν ἐπικαλούμεθα; Καίτοι πολλὰ μὲν καὶ ἕτερα κτίσματα γεγονότα φαίνεται, ἀλλὰ τούτων οὐδὲν εἰς τὴν τῶν εἰρημένων χρείαν παραλαμβάνεται· μόνος δὲ ὁ Υἱὸς ἀεὶ συνυπάρχων τῷ Πατρί. Ποῖον γὰρ ἔχει λόγον, εἰ μὴ Θεὸς ὑπάρχοι καὶ αὐτὸς, εἰς κτίστην καὶ κτίσμα τὴν πίστιν κυρήττεσθαι; ∆ιατί δὲ καὶ δημιουργὸς ὀνομάζεται, εἰ μὴ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ καὶ ὁ Πατήρ; Καὶ μὴν αὐτὸς ἔφησεν ὁ Υἱός· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Ἔχει δὲ ὁ Πατὴρ τὸ δύνασθαι δημιουργεῖν, τοῦτο καὶ ἐν Υἱῷ σώζεται. Ὁμοίως τὸ ἁγιάζειν, τὸ σώζειν, καὶ ὅσα πρέπει Θεῷ, πάντα δι' Υἱοῦ. Σύνεστι γὰρ ἀεὶ τῷ Πατρὶ, ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. Θεὸς ἄρα Υἱὸς, οὐ πεποιημένος, καθάπερ ἐκεῖνοι ψευδόμενοι λέγουσιν, ἀλλ' ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν γνήσιον γέννημα.
ΛΟΓΟΣ ΙΖʹ.
Ὅτι τῶν προσόντων τῷ Υἱῷ, οὐδὲν τῇ κτίσει πρόσεστι φυσικῶς· πάντα δὲ ἐκ μετοχῆς ἢ καθ' ὁμοίωσιν τὴν πρὸς τὸν διδόντα φορεῖ· ὁ δὲ Υἱὸς οὐχ οὕτως. ∆ιόπερ ἕτερος παρ' αὐτήν. Εἰ δὲ τοῦτο, οὐκ ἄρα κτίσμα ἐστίν. Ἀπολογία αὐτολεξεί.Εἰ πᾶσα ἡ κτίσις ἐν ἀγνοίᾳ καθέστηκε τῇ περὶ τὸν Πατέρα, οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Πατὴρ, οἶδε δὲ μόνος ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἐστὶ φύσει Θεὸς, φύσει δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γεγονότων ἐστίν. Ἦν 75.304 δ' ἡμῶν καταγέλαστος ὁ πρότερος βίος, ὅτι μὴ οὖσι φύσει θεοῖς ἐδουλεύσαμεν, πολλῷ μᾶλλον νῦν ἐσμεν ἀθλιώτεροι, τῷ μὴ φύσει θεῷ προσάγοντες τὴν λατρείαν· φεῦγε τὸ ἄτοπον. ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ἕτερόν ἐστι πάντη τοῦ ἀγενήτου κατὰ τὴν φύσιν, οὐ δύναται τῆς ἐκείνου δόξης ἰσομέτρως κοινωνεῖν. Τὴν γὰρ δόξαν μου, φησὶν ὁ Θεὸς, ἑτέρῳ οὐ δώσω. Εἰ δὲ κοινωνεῖ ὁ Υἱὸς ἐρχόμενος ἐν τῇ δόξῃ τοῦ Πατρὸς, οὐκ ἄρα κτίσμα ἐστὶν ὁ τὴν τοῦ ἀκτίστου δόξαν ἠμφιεσμένος. ΑΛΛΟ. Θεὸν ἀληθινὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ τὸν Υἱὸν, καὶ οὕτω πιστεύομεν. Εἰ δὲ πᾶν τὸ γενόμενον πρόσφατόν ἐστιν ὡς πρὸς τὸ ἀγένητον· οὐχ ὅσιον δὲ εἶναι Θεὸν πρόσφατον ἐν ἡμῖν, οὐκ ἔσται ἄρα Θεὸς πρόσφατος ὁ Υἱὸς, ὅπερ ἐστὶ τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ τὸ γενητὸν καθόλου ἕτερόν ἐστι τοῦ ἀγενήτου, οὐ δεῖ αὐτῷ προσκυνεῖν. Ἀπηγόρευσε γὰρ τοῦτο τὸ θεῖον λόγιον. Εἰ δὲ τῷ Υἱῷ προστασσόμεθα προσκυνεῖν, οὐκ ἔτι δὲ καὶ ἑτέρῳ Θεῷ, ὅπερ ἐστὶ τὸ γενητόν· οὐ γενητὸς ἄρα ὁ Υἱός. ΑΛΛΟ. Εἰ πᾶν τὸ γενόμενον δοῦλόν ἐστι τοῦ πεποιηκότος, ἀδυνάτως ἄρα ἔχει ἑτέρῳ τὴν ἐλευθερίαν ὀρέγειν, ἧς αὐτὸ οὐκ ἔτυχεν. Εἰ δὲ παρέχει ὁ Υἱὸς, οὐχ ὡς δοῦλος δηλονότι, Κύριος δὲ μᾶλλον καὶ Θεός. ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ὑπὸ φύσιν οὖσα τῇ φύσει δουλεύει ὑφ' ἣν καὶ πεποίηται, ἐλεύθερον δὲ πάντη τὸ θεῖον καὶ κρεῖττον ἀνάγκης φυσικῆς, δῆλον ὡς οὐ δεδούλωται φύσει Θεός. Ἐπεὶ δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἔσται ἄρα ὑπὸ φύσιν, ὅπερ τῶν γεγονότων ἐστὶν οἰκεῖον. Ὁ δὲ τῆς πρὸς τὴν κτίσιν ὁμογενείας φυσικῶς ἀπῳκισμένος, πῶς οὐκ ἂν εἴη παρ' αὐτὴν ἑτεροφυής τε καὶ ξένος; ΑΛΛΟ. Εἰ μηδὲν τῶν ἐν τῇ κτίσει φυσικῶς ἀπηκρίβωται πρὸς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁμοιότητα, ὅμοιος δὲ ὁ Υἱὸς, ὡς τὸν ὁρῶντα αὐτὸν, τὸν Πατέρα ὁρᾷν, οὐκ ἄρα κτίσμα ὁ τὴν ἐκείνου ἀπηκριβωμένως φέρων ὁμοιότητα. ΑΛΛΟ. Εἰ πάντα τὰ κτίσματα δοῦλα τοῦ Θεοῦ, ἀλλ' οὐ κύρια τῆς δόξης, οὐκέτι δὲ ὁ Υἱός· τῆς γὰρ δόξης Κύριος· οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ πᾶν τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν, αὖθις ἐνδέχεται καὶ εἰς τὸ μὴ ὂν χωρῆσαι, οὐκ ἔστι 75.305 δὲ τοῦτο ἐνδεχόμενον ἐπὶ τοῦ Υἱοῦ, εἴπερ ἀληθῶς ἐστι Θεὸς, οὐκ ἄρα ἐκ τοῦ μὴ ὄντος ὁ Υἱὸς, ἀλλ' ἐκ τοῦ ὄντως Πατρὸς γενητός. ΑΛΛΟ. Εἰ κτισμάτων ἴδιον τὸ δύνασθαι ἁμαρτάνειν, οὐκ ἔτι δὲ καὶ τοῦ Υἱοῦ, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν