1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

βίβλος. Συνάπτεται ἡ πρώτη τῶν Παραλειπομένων τῇ δευτέρᾳ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ πρώτη τῶν Βασιλειῶν τῇ δευτέρᾳ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ τρίτη τῇ τετάρτῃ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ πρώτη τοῦ Ἔσδρα τῇ δευτέρᾳ καὶ γίνεται μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτταρσι καὶ μένουσιν ἄλλαι δύο ὑστεροῦσαι, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε μὲν νομικάς, Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, ∆ευτερονόμιον· αὕτη ἡ πεντάτευχος ἡ καὶ νομοθεσία· πέντε δὲ στιχήρεις· ἡ τοῦ Ἰὼβ βίβλος, εἶτα τὸ Ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστής, Ἆσμα Ἀσμάτων. Εἶτα ἄλλη πεντάτευχος τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα λεγόμενα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦ τοῦ Ναυῆ βίβλος, Κριτῶν μετὰ τῆς Ῥούθ, Παραλειπομένων πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης. Αὕτη τρίτη πεντάτευχος. Ἄλλη πεντάτευχος τὸ δωδεκαπρόφητον, Ἡσαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, ∆ανιήλ. Καὶ εἶτα ἐπληρώθη ἡ προφητικὴ πεντάτευχος. Ἔμειναν δὲ ἄλλαι δύο, αἵτινές εἰσι τοῦ Ἔσδρα, δύο εἰς μίαν λογιζόμεναι, καὶ ἡ ἄλλη βίβλος ἡ τῆς Ἐσθήρ. Καὶ ἐκπληρώθησαν αἱ εἴκοσι δύο βίβλοι κατὰ τὸν ἀριθμὸν τῶν εἴκοσι δύο στοιχείων παρ' Ἑβραίοις. Αἱ γὰρ στιχήρεις δύο βίβλοι, ἥ τε τοῦ Σολομῶντος, ἡ Πανάρετος λεγομένη, καὶ ἡ τοῦ Ἰησοῦ τοῦ υἱοῦ Σειράχ, ἐκγόνου δὲ τοῦ Ἰησοῦ, ὁ γὰρ πάππος αὐτοῦ Ἰησοῦς ἐκαλεῖτο, τοῦ καὶ τὴν σοφίαν ἑβραϊστὶ γράψαντος, ἣν ὁ ἔκγονος αὐτοῦ Ἰησοῦς ἑρμηνεύσας ἑλληνιστὶ ἔγραψε. Καὶ αὗται χρήσιμοι μέν εἰσι καὶ ὠφέλιμοι, ἀλλ' εἰς ἀριθμὸν τῶν ῥητῶν οὐκ ἀναφέρονται. ∆ιὸ οὐδὲ ἐν τῷ ἀαρὼν ἐνετέθησαν, τουτέστιν ἐν τῇ τῆς διαθήκης κιβωτῷ. Ἀλλὰ καὶ ἔτι τοῦτό σε μὴ παρέλθῃ, ὦ φιλόκαλε, ὅτι καὶ τὸ Ψαλτήριον διεῖλον εἰς πέντε βιβλία οἱ Ἑβραῖοι, ὥστε εἶναι καὶ αὐτὸ ἄλλην πεντάτευχον. Ἀπὸ γὰρ πρώτου ψαλμοῦ ἄχρι τεσσαρακοστοῦ μίαν ἐλογίσαντο βίβλον ἀπὸ δὲ τεσσαρακοστοῦ πρώτου ἄχρι τοῦ ἑβδομηκοστοῦ πρώτου δευτέραν ἡγήσαντο· ἀπὸ ἑβδομηκοστοῦ δευτέρου ἕως ὀγδοηκοστοῦ ὀγδόου τρίτην βίβλον ἐποιήσαντο· ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐνάτου ἕως ἑκατοστοῦ πέμπτου τετάρτην ἐποίησαν· ἀπὸ δὲ ἑκατοστοῦ ἕκτου ἕως τοῦ ἑκατοστοῦ πεντηκοστοῦ τὴν πέμπτην συνέθηκαν. Ἕκαστον γὰρ ψαλμὸν ἔχοντα ἐν τῷ τέλει τὸ εὐλογητὸς Κύριος, γένοιτο, γένοιτο, τέλος εἶναι βιβλίου ἐδικαίωσαν. Εὑρίσκεται δὲ τοῦτο ἔν τε τῷ τεσσαρακοστῷ καὶ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ καὶ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ καὶ ἐν τῷ ἑκατοστῷ πέμπτῳ. Καὶ ἐπληρώθησαν αἱ τέσσαρες βίβλοι. Ἐν δὲ τῷ τέλει τῆς πέμπτης βίβλου ἀντὶ τοῦ εὐλογητὸς Κύριος γένοιτο γένοιτο τὸ «πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, ἀλληλούια». Οὕτω γὰρ λογισάμενοι τὴν περὶ τούτου πᾶσαν ὑπόθεσιν ἀνεπλήρωσαν. Αὗται τοίνυν αἱ εἴκοσι καὶ ἑπτὰ εἴκοσι δύο δὲ ἀριθμούμεναι μετὰ καὶ τοῦ Ψαλτηρίου καὶ τῶν ὄντων ἐν τῷ Ἱερεμίᾳ φημὶ δὲ καὶ τῶν Θρήνων καὶ τῶν ἐπιστολῶν Βαρούχ τε καὶ Ἱερεμίου, εἰ καὶ οὐ κεῖνται αἱ ἐπιστολαὶ παρ' Ἑβραίοις, ἢμόνον ἡ τῶν Θρήνων τῷ Ἱερεμίᾳ συναφθεῖσα, τὸν τρόπον ὃν εἴπομεν ἡρμηνεύθησαν κατὰ περίοδον ἑκάστῃ ζυγῇ ἑρμηνευτῶν ἐπιδιδόμεναι καὶ ἀπὸ τῆς πρώτης ζυγῆς τῇ δευτέρᾳ καὶ πάλιν ἀπὸ τῆς δευτέρας τῇ τρίτῃ καὶ οὕτω παρῆλθον κυκλεύουσαι ἑκάστη τριακοντάκις καὶ ἑξάκις ἑρμηνευθεῖσαι, ὡς δ' ᾄδεται λόγος καὶ αἱ εἴκοσι δύο καὶ ἑβδομήκοντα δύο τῶν ἀποκρύφων. Ὅτε δὲ ἐτελειώθησαν ἐκαθέσθη ὁ βασιλεὺς ἐπὶ θρόνου ὑψηλοῦ καὶ τριάκοντα ἓξ ἀναγνῶσται καὶ αὐτοὶ ἐκαθέσθησαν ταπεινότερον, ἔχοντες ἑκάστης βίβλου τὰ τριάκοντα ἓξ ἰσότυπα καὶ εἷς ἔχων τῆς βίβλου τῆς ἑβραικῆς ἀντίγραφον. Ἑνὸς δὲ ἀναγινώσκοντος ἀναγνώστου καὶ τῶν ἄλλων ἐπεχόντων οὐχ εὑρέθη διαφωνία, ἀλλὰ Θεοῦ θαυμάσιον ἔργον εἰς τὸ γνωσθῆναι, ὅτι πνεύματος ἁγίου ἔσχον δωρεὰν ἐκεῖνοι οἱ ἄνδρες ὁμοφωνήσαντες ἐν τῇ ἑρμηνείᾳ καὶ ὅπου μὲν