1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

διδόναι τοῖς ὑποβάλλουσιν. Ὅπερ πολλάκις πολλοὺς ποιοῦντας ἐπίσταμαι, καὶ πλέον ἢ χρὴ, ἐπὶ μικραῖς ἀναπτομένους προφάσεσιν.

ΚΕΦΑΛ. Εʹ. Ὑπὲρ τίνος γὰρ, εἰπέ μοι, καὶ προσπίπτεις ταχέως εἰς μάχην, εἴπερ

βρωμάτων, καὶ δόξης, καὶ χρημάτων καταπεφρόνηκας; τί δὲ τρέφεις τὸν κύνα, μηδὲν ἔχειν ἐπαγγελλόμενος; Εἰ δὲ οὗτος ὑλακτεῖ, καὶ τοῖς ἀνθρώποις ἐπέρχεται, πρόδηλος εἶ ἔνδον κεκτημένος τινὰ, καὶ ταῦτα φυλάσσειν βουλόμενος. Ἀλλ' ἐγὼ τὸν τοιοῦτον μακρὰν καθαρᾶς προσευχῆς πείθομαι εἶναι λυμεῶνα τὸν θυμὸν τῆς τοιαύτης ἐπιστάμενος. Πρὸς δὲ τούτοις θαυμάζω, ὡς καὶ τῶν ἁγίων ἐπιλελησμένων, τοῦ μὲν ∆αβὶδ βοῶντος, «Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν·» τοῦ δὲ Ἐκκλησιαστοῦ παραγγέλλοντος, «Ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ πάραγε πονηρίαν ἀπὸ σαρκός σου·» τοῦ δὲ Ἀποστόλου προστάσσοντος, «Χωρὶς ὀργῆς, καὶ διαλογισμῶν ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίας χεῖρας πρὸς Κύριον.» Τί δὲ οὐ μανθάνομεν ἀπὸ τῆς τῶν ἀνθρώπων μυστικῆς, καὶ παλαιᾶς συνηθείας διωκούσης ἐκ τῶν οἴκων τοὺς κύνας ἐν τῷ καιρῷ τῆς προσευχῆς, καὶ τοῦτο αἰνιττομένης, ὡς οὐ δεῖ συμπαρῆναι τοῖς προσευχομένοις θυμόν; Καὶ πάλιν· «Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν.» Οἴνου δὲ οἱ Ναζιραῖοι ἀπείχοντο. Χολὴν δὲ καὶ ὀσφὺν ἄβρωτα τοῖς θεοῖς τις τῶν ἔξωθεν σοφῶν ἀπεφήνατο εἶναι, οὐκ εἰδὼς, οἶμαι, ὃ ἔλεγεν, ὧν τὸ μὲν ὀργῆς, τὸ δὲ ἀλόγου ἐπιθυμίας ἔγωγε σύμβολον εἶναι νομίζω. Περὶ δὲ τοῦ μὴ δεῖν μεριμνᾷν ἐνδυμάτων ἕνεκεν, ἢ βρωμάτων, περιττὸν οἶμαι τὸ γράφειν, αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις ἀπαγορεύσαντος, «Μὴ μεριμνήσητε γὰρ, φησὶ, τῇ ψυχῇ ὑμῶν τί φάγητε, ἢ τί πίητε ἢ τί περιβαλεῖσθε.» Ἐθνικῶν γὰρ 79.1208 ἄντικρυς τοῦτο, καὶ ἀπίστων ἀθετούντων τὴν πρόνοιαν τοῦ ∆εσπότου, καὶ τὸν ∆ημιουργὸν ἀρνουμένων· Χριστιανῶν δὲ τὸ τοιοῦτον παντελῶς ἀλλότριον, ἅπαξ πεπιστευκότων, ὅτι καὶ τὰ πρασσόμενα δύο στρουθία τοῦ ἀσσαρίου ὑπὸ τὴν οἰκονομίαν τῶν ἁγίων ἀγγέλων ἐστί. Πλήν ἐστι καὶ αὕτη συνήθεια τῶν δαιμόνων, μετὰ τοὺς ἀκαθάρτους λογισμοὺς ἐμβάλλειν καὶ τοὺς τῆς μερίμνης, ἵνα ἐκνεύσῃ ὁ Ἰησοῦς ὄχλου ὄντος νοημάτων ἐν τῷ κατὰ διάνοιαν τόπῳ, καὶ ἄκαρπος γένηται ὁ λόγος ὑπὸ τῆς μερίμνης πνιγόμενος τῶν ἀκανθῶν.

ΚΕΦΑΛ. ϛʹ. Οὐκοῦν τοὺς ἐκ μερίμνης ἀποθέμενοι λογισμοὺς, ἐπιῤῥίψωμεν ἐπὶ

Κύριον τὴν μέριμναν ἡμῶν τοῖς παροῦσιν ἀρκούμενοι, καὶ πενιχρᾷ ζωῇ χρησάμενοι, καὶ στολῇ τοὺς πατέρας τῆς κενοδοξίας μεθ' ἡμέραν ἀποδυσώμεθα. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ πενιχρᾷ νομίζει στολῇ, βλεπέτω τὸν ἅγιον Παῦλον ἐν ψύχει, καὶ γυμνότητι, τὸν τῆς δικαιοσύνης προσδοκήσαντα στέφανον. Ἀλλ' ἐπειδὴ θέατρον, καὶ στάδιον ὁ Ἀπόστολος τὸν κόσμον τοῦτον ὠνόμασεν, ἴδωμεν, εἰ ἔστι δυνατὸν, μερίμνης ἐνδυσάμενον λογισμοὺς, δραμεῖν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἢ παλαῖσαι πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· ἐγὼ μὲν οὐκ οἶδα, καὶ ἀπ' αὐτῆς τῆς αἰσθητῆς παιδευόμενος ἱστορίας. Ἐμποδισθήσεται γὰρ ἐκεῖνος ὁ ἀθλῶν ὑπὸ τοῦ χιτῶνος δηλονότι, καὶ εὐκόλως περιελκυσθήσεται, καθάπερ καὶ ὁ νοῦς ὑπὸ τῶν λογισμῶν τῆς μερίμνης, εἴπερ ἀληθινὸς ὁ λέγων τῷ ἰδίῳ τὸν νοῦν προσκαρτερεῖν θησαυρῷ, «Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, φησὶν, ἐκεῖ ἔσται, καὶ ἡ καρδία σου.»

ΚΕΦΑΛ. Ζʹ. Τῶν λογισμῶν οἱ μὲν τέμνουσιν, οἱ δὲ τέμνονται· καὶ τέμνουσι

μὲν οἱ πονηροὶ τοὺς ἀγαθοὺς, τέμνονται δὲ πάλιν ὑπὸ τῶν ἀγαθῶν οἱ πονηροὶ τὸ τοίνυν Πνεῦμα τὸ ἅγιον πρώτως τεθέντι προσέχει λογισμῷ, καὶ πρὸς ἐκεῖνον κρίνει ἡμᾶς, ἢ ἀποδέχεται, Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Ἔχω τινὰ φιλοξενίας λογισμὸν, καὶ