Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
πίστιν τὸ μὴ περὶ ἐκείνου μόνου ἀλλ' ἐξ ἐκείνου καὶ περὶ ἑαυτῶν ὡς ἀναστησο μένων πιστεῦσαι. τὸ σύμπαν οὖν νόημα τοῦ προκειμένου τί οὗτό ἐστιν; ὅτι τὸ ἡμέτερον εὐαγγέλιον πάμμεγά τι καὶ ὡς ἀληθῶς ἐστι θαυμαστόν, εἴ τε ἀκριβῶς αὐτοῦ προσέχει τις τῇ δυνάμει· πάντας γὰρ ἀνθρώπους οὓς οὐδὲ ὁ φυσικὸς ὤνησε νόμος οὔτε ὁ γραπτὸς τῷ φυσικῷ προστεθείς, σώζει διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως· πληροφορηθεὶς γάρ τις περὶ τῆς ἀπὸ τῶν νεκρῶν ἀναστάσεως, ὅτι γε ταύτης αὐτῷ συμμεθέξει καὶ αὐτὸς ὑπακούων αὐτοῦ κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος ὑπόσχεσιν εἴσω τῆς σωτηρίας ἐστίν. καὶ τοῦτο, φησί, δι' Ἀββακοὺμ τοῦ προφήτου πάλαι καὶ πρόπαλαι θεὸς κατεμήνυεν, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. προσπαρέγραψε δὲ τὴν μαρτυρίαν ταύτην εἴς τε ἀξιοπιστίαν τοῦ οἰκείου λόγου καὶ εἰς ἔλεγχον μάλιστα τῆς Ἰουδαίων ὑπὲρ τοῦ νόμου δῆθεν φιλονεικίας. τοιοῦτον οὖν τὴν δύναμίν ἐστι, φησί, τὸ ἡμέτερον 356 εὐαγγέλιον, κάλλιστα δὲ ἀπὸ τῆς δυνάμεως αὐτοῦ διὰ τὸ τέως ἀφανὲς ἐπὶ τὴν σύστασιν ὥρμησεν, ὡς ἂν εἰ καὶ περὶ κόκκου σίτου τις λέγει, ὅτι τοῦτο τὸ μὲν ὁρώμενον νῦν ἐστι κόκκου πλέον οὐδέν, εἰ δὲ αὐτοῦ κατίδες τὴν δύναμιν καὶ ῥίζαν ὄντα τοῦτον καὶ καλάμην εὑρήσεις καὶ ἄσταχυν καὶ σῖτον, ὡσαύτως δὲ πολυπλασιαζόμενον ἑαυτοῦ, καὶ τὸ θαυμαστό τερον· πρὶν μὲν εἰς τὴν γῆν πεσὼν ἀποθάνοι, γίνεται τούτων οὐδέν, χωσθεὶς δὲ καὶ τελευτήσας εἰς γῆν, καθάπερ ἔφην, ποιεῖ. Μέχρι τούτων οἱονεὶ προακροβολισάμενος τοῦ εὐαγγελίου τὴν σύστασιν καὶ ἀποφαντικῶς αὐτὴν μᾶλλον ἤπερ ἀποδεικτικῶς ποιησάμενος καὶ φήσας αὐτὸ σωτήριον ὁμοίως ἅπασι Ἰουδαίοις τε καὶ Ἕλλησιν εἶναι, χωρεῖ λοιπὸν ἐπὶ τὸν ἐξετασμόν, Ἑλληνισμοῦ τε πρότερον καὶ Ἰουδαϊσμοῦ μετὰ τοῦτον, τοῦτ' ἔστι τοῦ τε φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ. φυσικὸν δὲ νόμον οὐχ οἷον τὴν τῶν ἀλόγων φημὶ ἀλλὰ τὴν φυσικὴν τῷ λόγῳ τὰ πρακτέα διακρίνειν δύναμιν τῆς ψυχῆς. ἐξετάζει μέντοι τὸν φυσικὸν πρότερον τοῦ γραπτοῦ, ὅτι ὁ μὲν φυσικὸς νόμος ἐπὶ πλέονκοινὸς γὰρ τῶν ὅλων ἐστίνὁ δὲ γραπτὸς ἐπ' ἔλαττον· μόνων γὰρ Ἰουδαίων. ἐκεῖνον οὖν εἰκότως πρότερον ἔχοντα πάντας ὑφ' ἑαυτὸν διελέγχει, καὶ δείξας ἀμφοτέρους Ἕλληνάς τε καὶ Ἰουδαίους ὑπευθύνους κολάσεως· εἰδότας γὰρ αὐτοὺς παραβαίνειν τὸ δέον ἀναγκαίαν αὐτοῖς οὖσαν ἀναμφισβητήτως τὴν μόνην ὑπολειπομένην διὰ τῆς εἰς Χριστὸν πίστεως κατεσκεύασε σωτηρίαν. {Rom 1,18a } Ὡμολόγηται, φησί, τοῦτο παρὰ πᾶσι, τὸ δίκας τε καὶ ἀμοιβὰς ἑκάστοις κατὰ καιρὸν ἀναλόγως τῶν ἐντεῦθεν βεβιωμένων γενήσεσθαι. καλῶς δὲ τὸ ἀποκαλύπτεται ὡς ἐντεῦθεν μὲν ἐπὶ τούτοις ἀγανα κτοῦντος ἤδη τοῦ θεοῦ ἀλλ' ἀνεχομένου διὰ μακροθυμίαν, τότε δὲ φανεροῦντος τῇ τιμωρίᾳ τὴν ἀγανάκτησιν. καὶ ἡ προσθήκη δὲ τοῦ ἀπ' οὐρανοῦ μειζόνως τῷ ἀκροατῇ τὸν φόβον ἐπηύξησεν· τὸ γὰρ ἀδιάφυκτον ἐνέφηνε τοῦ κριτοῦ, Ἕλληνα δ' ὁμολογούμενον εἰκότως αὐτό, διότι καὶ παρ' Ἕλλησιν ἀνενδοιάστως τὸ κρίσιν ἔσεσθαι πάντων δοξάζεται. {Rom 1,18b-19} Ἐπειδὴ γὰρ δύο ταῦτά εἰσι τῶν ἁμαρτημάτων τὰ γενικώτατα, ἡ περὶ θεὸν πλημμέλεια καὶ ἡ περὶ τὸν πλησίον, τίθησιν ἀμφοτέρας, καὶ προτέραν μὲν ὡς μείζονα τὴν εἰς τὸν θεὸν ἀσέβειαν καλέσας αὐτήν, 357 δευτέραν δὲ τὴν εἰς τὸν πλησίον ἀδικίαν ταύτην προσειπών. εἶτα καὶ συνίστησι τὸ δικαίως ἅπαν τὸ γένος ἡμῶν ὑπὸ κρίσιν ἐλεύσεσθαι, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων εἰπών· οὐδὲ γὰρ εἰς ἄγνοιαν καταφεύγειν αὐτοῖς ἔνεστιν. εἰδότες γοῦν λυμαίνονται τὸ κατ' αὐτοὺς τὴν ἀλήθειαν. καὶ διελὼν τὰς ἁμαρτίας, προτέραν αὐτῶν τὴν εἰς θεὸν ἐξετάζει καὶ λέγει σαφῆ τε καὶ φανερὰν τὴν περὶ θεοῦ γνῶσιν ὑπάρχειν αὐτοῖς ἑαυτὸν αὐτοῖς τοῦ θεοῦ ἐπιπεφανερωκότος. {Rom 1,a } Καὶ γὰρ καὶ τὸ θεὸν εἶναι δυνατὸν καὶ ἀΐδιον, καὶ μὴν καὶ δημιουργὸν καὶ προνοητὴν καὶ τἄλλα πάντα ὅσα καὶ πρόσεστι μὲν αὐτῷ, τοῖς δὲ γεννητοῖς ἐστι πᾶσιν ἀόρατον. ταῦτα διὰ τῆς πανσόφου δημιουργίας ἐν τῇ κτίσει τοῦ κόσμου τούτου διανοίᾳ καθορᾶν ἡμῖν ἐδωρήσατο· κτίσας γὰρ τὸν κόσμον οὕτως αὐτὸν κατεσκεύασε συνετῶς ὥστε μεταποιούμενον