1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

3

ὑποστάντας ἀνέπλασε, πλάσιν θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν· ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέροις, τὴν ἡλικίαν, καὶ χάρισμα, καὶ τῆς πεσούσης εἰκόνος, διὰ τὴν κακίαν, ἐπανόρθωσις· ἵνα μὴ τῇ ἀπογνώσει χείρους γινόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον καταφερόμενοι, τελέως ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς δι' ἀπόγνωσιν πίπτωμεν· μηδὲ εἰς κακῶν 36.368 βάθος ἐμπεσόντες, ὃ δὴ λέγεται, καταφρονῶμεν· ἀλλ' ὥσπερ οἱ μακρὰν ὁδὸν τέμνοντες, καταλύματι τοὺς πόνους διαναπαύσαντες, οὕτω τὸ ἑξῆς τῆς ὁδοῦ νεαροὶ καὶ πρόθυμοι διανύσωμεν. Αὕτη μὲν ἡ τοῦ βαπτίσματος χάρις καὶ δύναμις, οὐ κόσμου κατακλυσμὸν ὡς πάλαι, τῆς δὲ τοῦ καθ' ἕκαστον ἁμαρ τίας κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων συγχωσμάτων ἢ μολυ σμάτων.

Ηʹ. ∆ιττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύ σεως· διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ φημι καὶ Πνεύματος, τοῦ μὲν θεωρητῶς τε καὶ σωματικῶς λαμβανομένου, τοῦ δὲ ἀσωμάτως καὶ ἀθεω ρήτως συντρέχοντος· καὶ τοῦ μὲν τυπικοῦ, τοῦ δὲ ἀληθινοῦ, καὶ τὰ βάθη καθαίροντος· ὃ τῆς πρώτης γενέσεως ἐπικουρία τυγχάνον, καινοὺς ἀντὶ παλαιῶν, καὶ θεοειδεῖς ἀντὶ τῶν νῦν ὄντων ἐργάζεται, χω ρὶς πυρὸς ἀναχωνεῦον, καὶ ἀνακτίζον δίχα συντρίψεως. Εἰ γὰρ δεῖ συντόμως εἰπεῖν, συνθήκας πρὸς Θεὸν δευτέρου βίου καὶ πολιτείας καθαρωτέρας, ὑπο ληπτέον τὴν τοῦ βαπτίσματος δύναμιν. Ὃ δὴ καὶ μάλιστα φοβητέον, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον, μὴ ψεῦσται τῆς ὁμολο γίας ταύτης φαινώμεθα. Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπεδοῖ Θεὸς μέσος παραληφθεὶς, πόσος ὁ κίνδυνος, ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθη κῶν, τούτων παραβάτας εὑρίσκεσθαι· καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύ δους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ; Καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως, κἂν ὅτι μά λιστα ἐπιζητῶμεν ταύτην ἐν πολλοῖς στεναγμοῖς τε καὶ δάκρυσιν, ἐξ ὧν συνούλωσις μὲν ἔρχεται μόγις κατά γε τὸν ἐμὸν ὅρον καὶ νόμον (ἔρχεται γὰρ καὶ πιστεύομεν· εἰ δὲ καὶ τὰς οὐλὰς ἐξαλείφωμεν, ἀγαπῴην ἂν, ἐπειδὴ καὶ αὐτὸς χρῄζω φιλανθρωπίας)· πλὴν μὴ δευτέρας δεηθῆναι καθάρσεως, ἀλλὰ στῆναι μέχρι τῆς πρώτης ἄμεινον, ἣν κοινὴν οἶδα πᾶσι καὶ ἄμοχθον καὶ ὁμότιμον, δούλοις, δεσπόταις, πένησι, πλουσίοις, ταπεινοῖς, ὑψηλοῖς, εὐγενεστέροις, ἀγε νεστέροις, ὀφείλουσιν, οὐκ ὀφείλουσιν, ὡς ἀέρος πνεῦσιν, καὶ φωτὸς χύσιν, καὶ ὡρῶν ἀλλαγὰς, καὶ κτίσεως θέαν, τοῦ μεγάλου καὶ κοινοῦ πᾶσιν ἡμῖν ἐντρυφήματος, καὶ ἰσομοιρίαν πίστεως. 36.369

Θʹ. ∆εινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσιν. Πόσον γὰρ εἰσοίσομεν δάκρυον, ἵν' ἀντι σωθῇ τῇ πηγῇ τοῦ βαπτίσματος; τίς δὲ ὁ ἐγγυητὴς, ὅτι μενεῖ τὴν θεραπείαν τὸ τέλος, ἀλλ' οὐκ ὀφείλοντας ἡμᾶς ἔτι τὸ κριτήριον ὑποδέξεται, καὶ τῆς ἐκεῖσε δεομένους πυρώσεως; Σὺ μὲν δεήσῃ τοῦ ∆εσπό του τυχὸν, ὁ καλὸς καὶ φιλάνθρωπος γεωργὸς, ἔτι φείσασθαι τῆς συκῆς, καὶ μήπω ταύτην ἐκτεμεῖν ἐγκαλουμένην τὸ ἄκαρπον, ἀλλὰ συγχωρηθῆναι περι βαλεῖν κόπρια, δάκρυα, στεναγμοὺς, ἀνακλήσεις, χαμευνίας, ἀγρυπνίας, τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι' ἐξαγορεύσεως, καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπαν όρθωσιν· ἄδηλον δὲ, εἰ φείσεται ταύτης ὁ ∆εσπότης, ὡς καταργούσης τὸν τόπον, ἄλλου δεομένου φιλανθρωπίας, καὶ γινομένου χείρονος ἐκ τῆς εἰς τοῦτον μακροθυμίας. Συνταφῶμεν οὖν Χριστῷ διὰ τοῦ βαπτίσματος, ἵνα καὶ συναναστῶμεν· συγκατ έλθωμεν, ἵνα καὶ συνυψωθῶμεν· συνανέλθωμεν, ἵνα καὶ συνδοξασθῶμεν.

Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ· καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ