1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

3

πνευματικὰ πράττειν οὐ δύνανται οὐδὲ οἱ πνευματικοὶ τὰ σαρκικά, ὥστε οὐδὲ ἡ πίστις τὰ τῆς ἀπιστίας οὐδὲ ἡ ἀπιστία τὰ τῆς πίστεως. ὑμεῖς δέ, πλήρεις ὄντες τοῦ ἁγίου πνεύματος, οὐδὲν σαρκικόν, ἀλλὰ πνευματικὰ πάντα πράσσετε. ἐν Χριστῷ Ἰησοῦ τελειοῦσθε, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Ἔγνων δέ τινας παροδεύσαντας δι' ὑμῶν, ἔχοντας κακὴν διδαχὴν ἀλλοκότου καὶ πονηροῦ πνεύματος, οἷς οὐκ ἐδώκατε πάροδον σπεῖραι τὰ ζιζάνια, βύσαντες τὰ ὦτα, εἰς τὸ μὴ παραδέξασθαι τὴν ὑπ' αὐτῶν καταγελλομένην πλάνην, πεπεισμένοι τὸ λαοπλάνον πνεῦμα οὐ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἴδια λαλεῖν· ψευδολόγον γάρ ἐστιν. τὸ δὲ ἅγιον πνεῦμα οὐ τὰ ἴδια, ἀλλὰ τὰ τοῦ Χριστοῦ, καὶ οὐκ ἀφ' ἑαυτοῦ, ἀλλὰ ἀπὸ τοῦ κυρίου, ὡς καὶ ὁ κύριος τὰ παρὰ τοῦ πατρὸς ἡμῖν κατήγγελλεν. ὁ λόγος γάρ, φησίν, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός. καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου· Oὐ λαλήσει, φησίν, ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ παρ' ἐμοῦ. καὶ περὶ ἑαυτοῦ φησι πρὸς τὸν πατέρα· Ἐγώ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα· ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. καὶ περὶ τοῦ ἁγίου πνεύματος· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. οὐκοῦν ἑκάτερος αὐτὸν δοξάζει, παρ' οὗ καὶ ἔλαβεν, ὃ ποιήσει· καὶ αὐτὸν κηρύττει καὶ αὐτοῦ τὰ ῥήματα καταγγέλλει. τὸ δὲ πλάνον πνεῦμα ἑαυτὸ κηρύττει, τὰ ἴδια λαλεῖ, αὐτάρεσκον γάρ ἐστιν· ἑαυτὸ δοξάζει, τύφου γάρ ἐστι μεστόν· ψευδολόγον ὑπάρχει, ἀπατηλόν, θωπευτικόν, κολακευτικόν, ὕπουλον, ·αψωδόν, φλύαρον, ἀσύμφωνον, ἀμετροεπές, γλίσχρον, ψοφοδεές, οὗτῆς ἐνεργείας ῥύσεται ἡμᾶς Ἰησοῦς ὁ Χριστός, ὁ θεμελιώσας ἡμᾶς ἐπὶ τὴν πέτραν, ὡς λίθους ἐκλεκτούς, εὐαρμολογουμένους εἰς οἰκοδομὴν θεοῦ πατρός, ἀναφερομένους εἰς τὰ ὕψη διὰ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος, σχοίνῳ χρωμένους τῷ ἁγίῳ πνεύματι, πίστει δὲ ἀναγομένους καὶ ἀγάπῃ κου-φιζομένους ἐκ γῆς πρὸς οὐρανόν, συνοδοιποροῦντας ἅμα ἀμώμοις. μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. ὁδὸς δέ ἐστιν ἀπλανὴς Ἰησοῦς ὁ Χριστός· ἐγὼ γάρ, φησίν, εἰμὶ ἡ ὁδὸς καὶ ἡ ζωή. ὁδηγεῖ δὲ ἡ ὁδὸς πρὸς τὸν πατέρα· οὐδεὶς γάρ, φησίν, ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι' ἐμοῦ. μακάριοι οὖν ἐστε ὑμεῖς οἱ θεοφόροι. πνευματοφόροι, ναοφόροι, ἁγιοφόροι, κατὰ πάντα κεκοσμημένοι ἐν ταῖς ἐντολαῖς Ἰησοῦ Χριστοῦ, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν· δι' οὓς ἀγαλλιώμενος ἠξιώθην, δι' ὧν γράφω προσομιλῆσαι τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, τοῖς πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. χαίρω οὖν ἐφ' ὑμῖν, ὅτι μὴ τῇ ματαιότητι προσέχετε οὐδὲ κατὰ σάρκα ἀγαπᾶτε, ἀλλὰ κατὰ θεόν.

Kαὶ ὑπὲρ τῶν ἄλλων δὲ ἀνθρώπων ἀδιαλείπτως προσεύχεσθε· ἔστιν γὰρ αὐτοῖς ἐλπὶς μετανοίας, ἵνα θεοῦ τύχωσιν. μὴ ὁ πίπτων γὰρ οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιτρέψατε οὖν αὐτοῖς μαθητευθῆναι ὑμῖν. γίνεσθε οὖν διάκονοι θεοῦ καὶ στόμα Χριστοῦ· λέγει γὰρ ὁ κύριος· Ἐὰν ἐξαγάγητε ἐξ ἀναξίου τίμιον, ὡς στόμα μου ἔσεσθε. γίνεσθε πρὸς τὰς ὀργὰς αὐτῶν ὑμεῖς ταπεινόφρονες, ἀντιτάξατε πρὸς τὰς βλασφημίας αὐτῶν ὑμεῖς τὰς ἐκτενεῖς εὐχάς, αὐτῶν πλανωμένων στήκετε ὑμεῖς ἐν τῇ πίστει ἑδραῖοι, νικήσατε τὸ ἄγριον ἦθος ἐν ἡμερότητι, τὸ ὀργίλον ἐν πραότητι. μακάριοι γὰρ οἱ πραεῖς, καὶ Mωσῆς πρᾶος παρὰ πάντας ἀνθρώπους, καὶ ∆αυὶδ πρᾶος σφόδρα· διὸ παραινεῖ Παῦλος, δοῦλον λέγων κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. μὴ σπουδάζοντες ἀμύνεσθαι τοὺς ἀδικοῦντας ὑμᾶς (εἰ ἀνταπέδωκα γάρ, φησί, τοῖς ἀνταποδιδοῦσί μοι κακά), ἀδελφοὺς αὐτοὺς ποιήσωμεν τῇ ἐπιεικείᾳ. εἴπατε γὰρ τοῖς μισοῦσιν ὑμᾶς· Ἀδελφοὶ ἡμῶν ἐστε, ἵνα τὸ ὄνομα τοῦ κυρίου δοξασθῇ. καὶ μιμησώμεθα τὸν κύριον, ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, σταυρούμενος οὐκ ἀντέτεινε, πάσχων οὐκ ἠπείλει, ἀλλ' ὑπὲρ τῶν