1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

3

ξενοκτονία ἣν λέγει ὁ θεῖος Γρηγόριος. Ὕστερον δὲ ὁ Ὀρέστης δειματούμενος ὑπὸ τῶν Ἐρινύων, καὶ ἐλθὼν παρὰ τοῖς Ταύροις, καὶ συλληφθεὶς ὡς ξένος ἐπ' ἀναιρέσει, καὶ προσενεχθεὶς ὡς ἱερείᾳ τῇ Ἰφιγενείᾳ, ἐπεγνώσθη διὰ τοῦ ἐλεφαντίνου ὤμου καὶ ἀφέθη τῆς θυσίας. οὕτω λοιπὸν λαβὼν ὁ Ὀρέστης τὴν ἰδίαν ἀδελφήν, λέγω δὴ τὴν Ἰφιγένειαν, κομίζει εἰς τὴν Ἑλλάδα. 4.8 Ὀγδόη ἐστὶν ἱστορία ἡ ἐπὶ Τροίαν θυσία τῆς βασιλικῆς κόρης. ἔστι δὲ ἡ κατὰ Πολυξένην. Πολυξένη ἐστὶ θυγάτηρ Πριάμου, ἣν ὁ Ἀχιλλεὺς βουληθεὶς γῆμαι, εἰσῆλθεν ἐν τῇ Τροίᾳ, καὶ κατὰ λόχον τινὰ τοξεύεται ὑπὸ Πάριδος ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος, καὶ θνήσκει. ἐν ὑστέρῳ οὖν χρόνῳ ἀνδρωθέντι Πύρρῳ τῷ υἱῷ αὐτοῦ ἐφάνη κατ' ὄναρ δεῖν αὐτῷ τυθῆναι τὴν Πολυξένην, δι' ἣν ἀπώλετο. καὶ ὁ Πύρρος, ὢν ἐν Τροίᾳ, καὶ ταύτην μετὰ τὴν νίκην λαβών, σφάττει ἐπὶ τῷ ταφῷ τοῦ Ἀχιλλέως, τοῦ οἰκείου πατρός. 4.9 Ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Μενοικέα. Μενοικεὺς Κρέοντός ἐστιν υἱός, βασιλέως Θηβῶν. πολεμουμένης οὖν τῆς ἰδίας πατρίδος τῶν Θηβῶν ὑπὸ τῶν ἕπτα στρατηγῶν, ἐχρησμῴδησε Τειρεσίας, μάντις ὤν, παραυτὰ παύσειν τὸν πόλεμον καὶ ἔσεσθαι αὐτοῖς νίκην, εἰ τοῦ βασιλικοῦ γένους τῶν αὐτοχθόνων, τῶν ἀναδοθέντων ἐκ τῶν ὀδόντων τοῦ δράκοντος, τὶς ἑαυτὸν δῷ πρὸς ἀναίρεσιν. μαθὼν τοῦτο ὁ Μενοικεύς, καὶ θέλων ἐλευθερῶσαι τῆς πολιορκίας τὴν πόλιν, δέδωκεν ἑαυτὸν πρὸς ἀναίρεσιν δίχα τοῦ πατρὸς αὐτοῦ Κρέοντος. 4.10 ∆εκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Σκεδάσου θυγατέρων. ἔστι δὲ αὕτη. Οἱ Λακεδαιμόνιοι ἐν τῷ Πελοποννησιακῷ πολέμῳ μετὰ τὸ κατὰ κράτος νικῆσαι τοὺς Ἀθηναίους ἠβουλήθησαν καὶ τοὺς ἰδίους συμμάχους πολεμῆσαι. καὶ ὁρμήσαντες κατὰ Θηβαίων, πρὶν προσεγγίσαι τῇ πόλει, γενόμενοι ἐν Λεύκτροις (πόλις δὲ αὕτη Θηβῶν) συμβαλόντες ἠτύχησαν, Ἐπαμινώνδου στρατηγοῦ Θηβαίων εὐδοκιμήσαντος. Τὸ δὲ πάθος τοῖς Λακεδαιμονίοις γέγονεν ἐν Λεύκτροις ἐξ αἰτίας τοιαύτης. Σκέδασος, Λευκτραῖος ὤν, εἶχε τρεῖς θυγατέρας. τινὲς δὲ τῶν Λακεδαιμονίων πάλαι παρ' αὐταῖς ἐπιξενωθέντες, μίξει τὰς κόρας ἐνύβρισαν. φοβηθέντες οὖν οἱ Λακεδαιμόνιοι μήπως δημοσιεύσωσι τῷ ἰδίῳ πατρὶ τὴν ἀσέλγειαν, ἀναιροῦσιν αὐτάς. ἐπανελθὼν δὲ ἐν τῇ οἰκείᾳ πόλει τοῖς Λεύκτροις ὁ Σκέδασος, καὶ μαθὼν τὸ γεγονός, κατηράσατο πᾶσι Λακεδαιμονίοις παρ' αὐτὸν τὸν τάφον τῶν θυγατέρων αὐτοῦ ἀτυχῆσαι. διὸ καὶ ἡ ἀτυχία ἔφθασεν ἐν τοῖς Λεύκτροις τοὺς Λακεδαιμονίους. 4.11 Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Λακωνικοὺς ἐφήβους. ἔστι δὲ αὕτη. Οἱ Λακεδαιμόνιοι βουλόμενοι καρτερικοὺς καὶ ἀνδρείους εἶναι τοὺς ἑαυτῶν πολίτας καὶ παῖδας, ἐγύμναζον ταῖς διαμαστιγώσεσι, καὶ τῷ ἐπὶ πλέον καρτεροῦντι ἆθλον ἐδίδοτο. 4.12 ∆ωδεκάτη ἐστὶν ἱστορία τὸ ἐπιβώμιον αἷμα. ἔστι δὲ ἡ κατὰ τὴν Ἄρτεμιν. Αὕτη παρθένος οὖσα καὶ σώφρων ἡ θεός, ἔχαιρε τοῖς αἵμασι τῆς ξενοκτονίας τιμᾶσθαι. 4.13 Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ κωνείου τοῦ Σωκράτους. ἔστι δὲ αὕτη. Σωκράτης τὸ μὲν γένος ἦν Ἀθηναῖος, φιλόσοφος δὲ τὴν παίδευσιν. τοῦτον ὡς δαιμόνια καινὰ παρεισφέροντα τῇ πολιτείᾳ ᾐτιάσαντο Ἄνυτος καὶ Μέλητος. κατεκρίθη οὖν, ὡς διαφθείρων τοὺς νέους, ἀποθανεῖν πιὼν τὸ κώνειον· καὶ πιὼν ἀπέθανεν. 4.14 Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ Ἐπικτήτου σκέλος. Ἐπίκτητος φιλόσοφος ἦν. οὗτος ἐδέθη ὑπὸ τυράννου †Μακεδόνος τὸ σκέλος. ὕστερον δὲ ἠβουλήθη λῦσαι αὐτὸν ὁ τύραννος. ἤρετο οὖν αὐτὸν οὕτως· Θέλεις, ὦ Ἐπίκτητε, λύσω σε; ὁ δὲ ἀπεκρίνατο, Τί γάρ, δέδεμαι; ὡς τῆς ψυχῆς αὐτοῦ, δῆθεν, μὴ δεδεμένης. λέγεται οὖν μὴ τὸ σῶμα εἶναι ὁ ἄνθρωπος ἀλλ' ἡ ψυχή. 4.15 Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ Ἀνάξαρχον. ἔστι δὲ αὕτη. Ἀνάξαρχος φιλόσοφος ἦν. οὗτος συσχεθεὶς ὑπὸ Ἀρχελάου τοῦ τυράννου καὶ βληθεὶς ἐν ὅλμῳ, ἐπτίσσετο μοχλῷ ξυλίνῳ. πτίσσεσθαι δέ ἐστι τὸ δίκην πτισάνης τύπτεσθαι, ἔνθεν καὶ πτισάνη παρὰ τὸ πτίσσεσθαι. πτισσόμενος δὲ τοῦτο ἔφη· Πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, οὐ γὰρ πτίσσεις Ἀνάξαρχον, αἰνιττόμενος οἷα φιλόσοφος δῆθεν τοῦ σώματος μηδένα λόγον ποιεῖσθαι. 4.16 Ἑξκαιδεκάτη ἐστὶν