170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία ἀλλὰ τραῦμα καὶ μώλωψ ἡ ἀπειλῆς φλεγμαίνουσα· ὀργῆς οὖν εἶναι ταῦτα τὰ σημεῖα, τῆς δ' ὀργῆς πρόφασιν τὰς ἁμαρτίας, ὥστε εἰς αἴσθησιν ἄγει τῶν ἁμαρτιῶν τὰ παθήματα καὶ κατὰ τοῦτο ὠφελεῖ τὰς ψυχὰς ὥσπερ καὶ τὰ σώματα ἐξ ἀναισθησίας εἰς αἴσθησιν ἀγόμενα. 26 Ps 37,12 Φίλων ἀπόστασιν ὀδύρεται καὶ ἐχθρῶν ἐπανάστασιν, ἅπερ καὶ ἐν τοῖς τοῦ σωτῆρος παθήμασι θεωρεῖται, φόβῳ μὲν τῶν μαθητῶν σκεδασθέντων, πικρίᾳ δὲ πάσῃ καὶ κακοηθείᾳ τῶν πονηρῶν ἐπ' αὐτὸν κεχρημένων πρὸς οὓς καὶ τὴν σιωπὴν τὴν ἐνταῦθα προλεγομένην ἐπλήρωσεν. 27 Ps 37,14 Ἔχων μέν, φησίν, τὰ δίκαια ἀντειπεῖν πρὸς τοὺς συκοφαντοῦντας, εἰδὼς δὲ οὐκ ἐπ' ὠφελείᾳ τὸν λόγον ἐσόμενον ἀνεξικάκως ἔφερον τὰς ψευδολογίας. καὶ ὡς οὐκ ἀκούων ἐσιώπων καὶ ὡς οὐκ ἔχων ἐλέγχειν· τί γὰρ ἂν καὶ ἔλεγον καὶ ἀπεκρινόμην; εἰς οὐδὲν δὲ ὡς καὶ ἔλεγεν ὁ κύριος Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. ἀνθρώπων δὲ οὐκ ἀκουόντων πρὸς μὲν ἐκείνους ὁ λόγος ἄχρειος, χρήσιμος δὲ πρὸς τὸν ἀκούοντα θεόν. 28 Ps 37,22.23 Ἄνθρωποι μὲν οὐ ταῦτα λέγοιεν ὑπὲρ ἑαυτῶν, Χριστὸς δὲ ἀντ' ἀνθρώπων ἀνθρώποις καὶ πάσχων δίκαιος ἀπό περ ἀδίκων τὰ ἐκείνων εἰς ἑαυτὸν ἄγων ἂν λέγοι· ὅπου μὲν τὸ Ἵνα τί ἐγκατέλειπές με; ὅπου δὲ τὸ Μὴ ἐγκαταλείπῃς με, καὶ τὸ Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὡς ἐπ' αὐτοῦ γε τοῦτο ἀδύνατον. Οὐ γάρ εἰμι, φησίν, μόνος, ἐπεὶ ὁ πατήρ μου μετ' ἐμοῦ ἐστιν. τὴν σωτηρίαν γε τῶν ἀνθρώπων ὡς ἰδίαν αἰτεῖται, ἔχων μέν τι καὶ πρὸς τὴν αἴτησιν οἰκεῖον ὅσον πρὸς τὸ ἀνθρώπινον ἐν συμμίξει θεότητος (τοῦτο δὲ ἦν τὸ παθητικὸν τὸ σαρκὶ συμφυές), ἔχων δὲ καὶ τὸ τῆς ὑπερανεστηκυίας ἀξίωμα φύσεως ᾧ καὶ τὰ τῆς αἰτήσεως ἐξεπλήρου.
29 ps 38,4 Καὶ ἀκούων, φησίν, καὶ ἀναλογιζόμενος τὰ θρασέα καὶ λοίδορα τοῦ
ἐχθροῦ καὶ ὁρῶν, ὅσῃ τῇ ἐξουσίᾳ τῶν λόγων χρῆται ᾧ μηδὲ φθέγγεσθαι προσῆκον ἦν, ἐξηπτόμην ὑπὲρ τῆς ἀτιμαζομένης δικαιοσύνης. 30 Ps 38,8a Οὐ δὴ ἐν ἐμαυτῷ, φησίν, ἔχω τι προσδοκίας ἄξιον, ἀλλὰ παρὰ σοὶ καὶ τὰ σὰ προσδοκῶν ἀναμένω, διακαρτερῶν ἐν τοῖς παροῦσι πόνοις ἐπ' ἐλπίδι μελλόντων ἀγαθῶν. 31 Ps 38,9b Φέρω, φησίν, ὀνειδιζόμενος νῦν καὶ οὐδὲ ἀντιφθεγγόμενος, οὕτω πως εἰδὼς βουλομένου με τοῦ θεοῦ τοῖς ὀνείδεσιν ἐκγυμνάζεσθαι. οὕτως ἤνεγκεν αὐτὸς ὁ ∆αυὶδ ὑπὸ τοῦ Σεμεεὶ λοιδορούμενος λέγων ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν ∆αυίδ.
32 Ps 39,2-4b Τὴν ἐξ αἰῶνος ἀναμονὴν τῶν δικαίων ἐφ' ἑαυτοῦ λέγει καὶ τὰς
δεήσεις, δι' ὧν ἀκούσονται τὸν θεὸν ἐπιτελέσαι τὴν ἄνοδον τὴν ἐξ ᾅδου καὶ τὴν βεβαίαν εἰς αἰῶνα ζωὴν καὶ τὸν ἐν ταύτῃ στηριγμὸν ἐν εὐφροσύνῃ καὶ φαιδρότητι καὶ ὕμνοις θεοῦ, οἷα ἦν καὶ ἐν ΚΘ τὸ Ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με καὶ ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον, καὶ τὰ ἑξῆς· ἐν οἷς σαφῶς τὰ τοῦ Ἀδὰμ εἰς ἑαυτὸν ἀνέφερε. καὶ τὴν ἀνάστασιν ἐπαγαγὼν ἐν τέλει φησὶν Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. 33 Ps 39,4cd Εἰς γὰρ τὴν τῶν ἁπάντων σωτηρίαν διατείνει τὰ Χριστοῦ οὔτε δι' αὐτὸν γεγενημένα οὔτε ἐν αὐτῷ μόνῳ ἱστάμενα. διὸ ὁ Παῦλός φησιν Εἰ μὴ νεκροὶ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. εἰ γὰρ μὴ τὸ τέλος οὗ χάριν τὸ αἴτιον ἂν ἦν γεγονὸς ἡ Χριστοῦ ἀνάστασις, φοβερὸν δὲ τὸ μυστήριον θανάτου κατάλυσις καὶ ἡ ἐξ ᾅδου τῶν ψυχῶν ἀνάβασις ἡ καὶ τὰς ἀληθεῖς εἰς θεὸν ἐλπίδας ὑπάρχουσα· περὶ ἧς ἐλπίδος ὁ Παῦλος λέγει, συνάπτων αὐτῇ τὴν πίστιν καὶ τὴν ἀγάπην ἐπιφέρων τὴν πρὸς τὸν οὕτω μεγάλα
4