οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ προφήτης φησί. Πῶς δ' ἂν ἑτέρως γενώμεθα τῶν τοιούτων ἐργάται· πῶς δὲ τὴν θείαν ἀποπληρώσαιμεν ἐντολὴν, ἢ πάντως, τὸ μὲν εἶναι κακὸν διαφεύγοντες, καὶ τοῖς αἰσχί στοις προσομιλεῖν φυλαττόμενοι, ὅσα δὲ τοὺς νη στεύοντας ἁγιάζειν ἐπίσταται, ταῦτα περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες; Οὕτω γὰρ οἱ καλῶς ἑορτά ζειν θέλοντες, τὸν ἀγαθὸν ἡμῶν θεραπεύσουσι Θεόν. γʹ Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ Χριστοῦ μαθητὴς, διδασκέτω τῆς νηστείας τὸν τρόπον, αὐτοῦ λέγοντος ἀκουσώμεθα· "Νηστεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν· ἐπισκέπτεσθαι ὀρ φανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν· ἄσπιλον ἑαυ 77.412 τὸν τηρεῖν ἀπὸ τοῦ κόσμου." Ὅπως δὲ, καὶ τίνα τρόπον τῶν εἰρημένων περιεσόμεθα, ῥᾴδιον ἐξευρεῖν. Ἀρκέσειν μὲν γὰρ ἔγωγε τοῖς εὖ φρονοῦσι καὶ αὐ τὸν οἶμαι τὸν τῆς φύσεως νόμον, διδάσκοντα μισεῖν μὲν ὅσα ταῖς θείαις ἐντολαῖς ὑπεναντίως ἔχειν δοκεῖ, τὴν δὲ τοῦ νομοθέτου βούλησιν κρατεῖν ἐν ἡμῖν ἀναπείθοντα. Εἰ δέ τῳ δοκεῖ καὶ σαφεστέρων ἡμᾶς ἐπὶ τοῦτο δεῖσθαι παραγγελμάτων, ἀκουέτω Παύλου λέγοντος· "Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν." Οὐ γὰρ δήπου ψιλαῖς ἀσιτίαις, καὶ μόνων βρωμάτων ἀποβολαῖς τὴν ἀληθεστέραν τῆς νηστείας εὑρήσομεν χάριν, οὐδὲ μόνων τούτων ἀπεσχημένοι, καθαροὶ καὶ ἅγιοι πάντως ἐσόμεθα, ἀλλ' ἐκεῖνα τῆς ἑαυτῶν δια νοίας ἀποπεμπόμενοι, δι' ἃ καὶ τὸ τῆς νηστείας ἐξεύρηται φάρμακον. Οὐκοῦν ὑπακούσωμεν τῷ ἁγίῳ λέγοντι· "Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνί σατε καρδίας, δίψυχοι." Οὗτος ἀληθῶς τῆς νη στείας ὁ τρόπος· ἐν τούτοις ἡ τῶν ἀρίστων ἔργων ἐπίδειξις. Μὴ τρέφε τὸν νοῦν ἀκολάστοις ἡδοναῖς· ἀργείτω παρὰ σοὶ τῆς πορνείας τὸ κέντρον· πάθους ἐλευθέραν ἔχε τὴν γνώμην· φεῦγε τῶν ἀκαθάρτων τὴν κοινωνίαν. ∆ιὰ τούτων σαυτὸν ἐπιδείξεις Θεῷ· ταῦτά σοι τῆς δικαιοσύνης προξενήσει τὸν στέφανον. Καλὸν μὲν οὖν καιρῷ καὶ βρωμάτων ἀπέχεσθαι περιττῶν, καὶ περιέργου τραπέζης ἀναχωρεῖν, ἵνα μὴ, τοῖς ὑπὲρ τὴν χρείαν ἐδέσμασιν ἐντρυφήσαντες, κοιμωμένην ἐφ' ἑαυτοῖς τὴν ἁμαρτίαν ἐγείρωμεν. Πιαινομένη γὰρ καὶ σπαταλῶσα διὰ τούτων ἡ σὰρξ, χαλεπή τέ ἐστι, καὶ ταῖς τοῦ πνεύματος ἐπιθυμίαις δυσανταγώνιστος· ἀσθενοῦσα δὲ, καὶ τῷ περιττῷ μὴ βοηθουμένη, ἐξ ἀνάγκης ἐκείνῳ δίδωσι τὸ νικᾷν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος διδάσκων ἡμᾶς, οὕτως φησί· "Κἂν γὰρ ὁ ἕξω ἡμῶν ἄνθρωπος διαφθείρηται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέραν καθ' ἡμέραν." Οἷς γὰρ γνώμης ἐναντιότης, καὶ τρόπος ἀσύμβατος τὴν φιλίαν ἀναιρεῖ, τούτοις τὸ δύνασθαι τοῦ ἑτέρου κρα τεῖν τὸ πλέον ἔχειν χαρίζεται. Τὸ δὲ νικᾷν ὅτι προσ ήκει τοῖς κρείττοσι, πάντες ἂν, οἶμαι, συμφήσειαν. Τοσοῦτον γὰρ ἡμῖν ἐκ τούτου προσέσται τὸ κέρδος, ὅσον εἰκὸς ἐξ ἐκείνου προσέσται τὸ βλάβος, εἰ λάβοι τὸ τῶν ἀμεινόνων ὑπερτερεῖν. δʹ. Ἀργείτω τοίνυν ἐν ἡμῖν τὸ κακὸν, καὶ πᾶσα μὲν βρωμάτων οἰχέσθω τρυφὴ, ἡ δὲ σώφρων ἡμῖν εἰσίτω νηστεία, ἡ πάσης ἁμαρτίας ἐχθρά· ἧς τὸ κάλ λος ἐξ ἀρχαίων ὑποδειγμάτων, καίπερ εἰδόσιν ὑμῖν, ἐπιδεῖξαι δεῖν ᾠήθην, ἀγαπητοί. Τί γὰρ, εἰπέ μοι, τὸν μακάριον Βαπτιστὴν, ἄνδρα τοσοῦτον καὶ τηλι κοῦτον ἀπέφηνε; Πόθεν δὲ τὴν ἀρίστην ἐκείνην ψῆ φον ἐκέρδανε, λέγοντος περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· "Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναι κῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ;" Τί δὲ τὸν ἱεροφάντην Μωσέα εἰς τὸν γνόφον εἰσελθεῖν, καὶ παραστῆναι Θεῷ παρεσκεύασεν; Οὐχὶ νηστεία, πά σης. ἡμῖν ἀρετῆς ἰδέαν ἀποτίκτουσα; Νηστεία, τῆς 77.413 ἰσαγγέλου πολιτείας τὸ μίμημα, σωφροσύνης πηγὴ, ἐγκρατείας ἀρχὴ, λαγνείας ἀναίρεσις. ∆ιὰ ταύτης καὶ οἱ τρεῖς νεανίαι φοβεροὶ καὶ ἀκαταμάχητοι τοῖς Βαβυλωνίοις εὑρίσκοντο, οἳ, μετέχειν ἐξὸν τραπέζης βασιλικῆς καὶ λαμπρῶν ἑστιάσεων, ἀπὸ τῶν σπερ μάτων τῆς γῆς οὐ τρέφεσθαι παρεκάλουν· πολυσαρ κίαν μὲν, καὶ σαρκὸς ἐπιθυμίαν Βαβυλωνίοις ἔχειν παραχωρήσαντες, καὶ τὸ κρατεῖν αὐτοῖς ἐπιτρέ ψαντες, ἐν ᾧ τὸ νικᾶσθαι καλὸν, ψιλὴν καὶ ἀπέριτ τον ἀγαπήσαντες τροφήν. Ἀλλ' ὅρα μοι τὸν ἐκ τού του καρπόν.