Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
μᾶλλον διακονιῶν. Εἴρηται δὲ καὶ ἄλλως. Παράθεσις ῥητῶν περὶ ἀνθρωπότητος Χριστοῦ, καὶ λύσις ἐφεξῆς. Ἄλλο ἐκ τῶν αὐτῶν, ὅτι καλὴ καὶ χρησιμωτάτη τῶν διακονιῶν ἡ σύγκρισις, τῆς τε τῶν ἀγγέλων καὶ τοῦ Υἱοῦ, τοῦ κρείττονος τὴν δύναμιν ἑρμηνεύουσα· πῶς γὰρ κρείττων ἀγγέλων ἐστὶ, καὶ πόσον, ἐξ αὐτῶν γνωσόμεθα. ΛΟΓ. ΚΑʹ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός. ΛΟΓ. ΚΒʹ. Εἰς τὸ, Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος. ΛΟΓ. ΚΓʹ. Εἰς τὸ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα 75.21 δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἰς τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ εἰς τὸ, Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, ἀλλὰ καθὼς ἀκούω, κρίνω· καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά. ΛΟΓ. Κ∆ʹ. Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, Ἔκλαυσε, καὶ εἰς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται, καὶ εἰς τὸ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ εἰς τὸ, Περίλυπός ἐστιν ἡ ψυχή μου, καὶ ὅσα τούτοις ὅμοια ῥητά. Παραθέσεις ἀποδεικτικαὶ ἀπὸ τῆς θείας Γραφῆς, καὶ Χριστομάχων ἀποτρέπουσαι τὴν κακόνοιαν. ΛΟΓ. ΚΕʹ. Εἰς τὸ, Πρωτότοκος πάσης κτίσεως· ὅτι οὐ κτίσμα ὁ Υἱός. ΛΟΓ. Κ ϛʹ. Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, Τὸ καθίσαι ἐκ δεξιῶν μου, ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι. ΛΟΓ. ΚΖʹ. Εἰς τὸ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ΛΟΓ. ΚΗʹ. Εἰς τὸ παρὰ τῷ Λουκᾷ κείμενον· Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. ΛΟΓ. ΚΘʹ. Εἰς τὸ, Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται [τῷ] ὑποτάξαντι αὐτῷ τὰ πάντα. ΛΟΓ. Λʹ. Εἰς τὸ, Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ΛΟΓ. ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν ἡμῶν πλέον ἐπίσταται, ἀλλ' ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως. ΛΟΓ. ΛΒʹ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς ∆ιαθήκης, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱός. Εἰ δὲ τοῦτο, οὐ ποίημα οὐδὲ κτίσμα. ΛΟΓ. ΛΓʹ. Ὅτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, δι' Υἱοῦ δὲ τῇ κτίσει χορηγούμενον. ΛΟΓ. Λ∆ʹ. Παραθέσεις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπιτηροῦντα θεωρεῖν, ὅτι Θεὸς, τὸ Πνεῦμα, καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ. Ὁμοῦ δὲ διδάσκουσιν, ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν ἡμῖν, τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν. ΛΟΓ. ΛΕʹ. Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐχὶ πεποιημένος.
75.24 Η ΒΙΒΛΟΣ ΤΩΝ ΘΗΣΑΥΡΩΝ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑ∆ΟΣ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
Περὶ γενητοῦ καὶ ἀγενήτου. Εἰ διερωτᾷν ἡμᾶς ἐπιχειροῖεν Ἀρειανοὶ, ἓν τὸ
ἀγένητον ἢ δύο, ἵνα δῆθεν ἓν εἰπόντες αὐτὸ, καὶ εἰς τὸν Πατέρα φέροντες, ἐν τοῖς γενητοῖς καταριθμήσωμεν τὸν Υἱὸν, ἀποκρίνασθαι χρὴ τοιῶσδε· πρῶτον μὲν οὖν ἀμαθὴς καὶ ἀπαίδευτος ἡ ἐρώτησις· κατὰ πολλὰ γὰρ σημαινόμενα τὸ ἀγένητον ἐκλαμβάνεται. Ἀγένητόν ἐστι τὸ μήπω μὲν γενόμενον, ἐνδεχόμενον δὲ γενέσθαι, ὡς ἀπὸ ξύλου σκάφος, ἢ ἐκ χαλκοῦ ἀνδριάς. Καὶ πάλιν ἀγένητον λέγεται τὸ μήτε γενόμενον πώποτε, μήτε μὴν γενέσθαι δυνάμενον· φέρε εἰπεῖν, τὸ τρίγωνον σχῆμα οὐ γέγονέ ποτε τετράγωνον, οὔτ' ἂν γένοιτό ποτε· ἅμα γὰρ ἀφανίζεται τοῦ τριγώνου τὸ σχῆμα, ἕτερόν τι παρ' ὅπερ ἦν γίνεται. Λέγεται πάλιν ἀγένητον, τὸ ὑπάρχον μὲν καὶ ὑφεστηκὸς, μὴ μὴν γεγενημένον ὑπό τινος. Κατὰ πολλοὺς τοιγαροῦν νοουμένου