1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

προσέθεντο λόγον πάντες ὁμοῦ προσέθεντο, ὅπου δὲ ἀφείλοντο πάντες ἐπ' ἴσης ἀφείλοντο. Καὶ ὧν μὲν ἀφείλοντο οὐκ ἔστι χρεία, ὧν δὲ προσέθεντο ἔστι χρεία. Εἰς δὲ τὸ γενέσθαι σοι σαφὲς τὸ εἰρημένον, ὅτι θαυμαστῶς κατὰ Θεοῦ οἰκονομίαν καὶ ἐκ συμφωνίας πνεύματος ἁγίου συμφώνως ἡρμήνευσαν, καὶ πρὸς ἀλλήλους οὐ διηνέχθησαν, ὅπως ἂν ἐκ τούτου γνοὺς καὶ πεισθεὶς συναινέσῃς τῷ ἡμετέρῳ λόγῳ παρέξω σοι ἐνταῦθα διὰ μικροῦ λόγου τὴν τούτων ἀπόδειξιν. Ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ ψαλμῷ ἔκειτο ἐν τῷ ἑβραϊκῷ οὕτως «Ἀδωναῒ ἐλὰχ καριθὶ ἰσμαὴλ ἰεββητὰ ἀκὼλ», ἅ ἐστιν ἑρμηνευόμενα «Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ». Οὐκ ἔχει δὲ τὸ ἑβραϊκὸν «τῆς δεήσεώς μου». Ὅρα οὖν, πῶς χωλὸν εὑρίσκεται. Οἱ δὲ ἑβδομήκοντα δύο ἑρμηνευταὶ προστεθεικότες τὸ «τῆς δεήσεώς μου» ἀχώλαντον ἐποίησαν τὸν στίχον καὶ ἡρμήνευσαν «Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου». Καὶ ὅρα πῶς εὐδιόρθωτος ᾄδεται ὁ ψαλμός. Ἐπίστηθι τοίνυν ἀπὸ τοῦ βραχυτάτου λόγου τοῖς ὁμοίοις αὐτῶν κατὰ τὴν προσθήκην πανταχοῦ ὑπὸ τῶν αὐτῶν ἑρμηνευτῶν κειμένοις, ὅτι καλῶς οἱ λόγοι προσετέθησαν εἰς φράσιν καὶ ὠφέλειαν τῶν μελλόντων ἐθνῶν εἰς τὴν τοῦ Θεοῦ πίστιν ἄγεσθαι καὶ τὴν ἐκ τῶν θείων λόγων τῆς παλαιᾶς καὶ νέας διαθήκης κτᾶσθαι ζωῆς κληρονομίαν. Τῷ δ' αὐτῷ τρόπῳ ὁ Ὠριγένης καλῶς ποιῶν, ὡς περὶ τοῦ ἀστερίσκου ἐποίησεν, οὕτως καὶ περὶ τοῦ ὀβελοῦ τὴν σημείωσιν ἐποιήσατο. Εἴθε οὖν καὶ τὰ ἄλλα οὕτω καλῶς ἐποίησε. Τὰς γὰρ ἓξ ἑρμηνείας καὶ τὴν ἑβραϊκὴν γραφὴν ἑβραϊκοῖς στοιχείοις καὶ ῥήμασιν αὐτοῖς ἐν σελίδι μιᾷ συντεθεικώς, ἄλλην σελίδα ἀντιπαρέθετο δι' ἑλληνικῶν μὲν γραμμάτων ἑβραϊκῶν δὲ λέξεων πρὸς κατάληψιν τῶν μὴ εἰδότων ἑβραϊκὰ στοιχεῖα εἰς τὸ διὰ τῶν ἑλληνικῶν εἰδέναι τῶν ἑβραϊκῶν λογίων τὴν δύναμιν. Καὶ οὕτω τοῖς λεγομένοις ὑπ' αὐτοῦ ἑξαπλοῖς ἢ ὀκταπλοῖς τὰς μὲν δύο ἑβραϊκὰς σελίδας καὶ τὰς ἓξ τῶν ἑρμηνευτῶν ἐκ παραλλήλου ἀντιπαραθεὶς μεγάλην ὠφέλειαν γνώσεως ἔδωκε τοῖς φιλοκάλοις. Εἴθε δὲ καὶ ἐν τοῖς αὐτοῦ συντάγμασι μὴ παρέπεσε καὶ τὸν κόσμον καὶ ἑαυτὸν ἠδίκησε κακῶς δογματίσας τὰ περὶ πίστεως καὶ τὰ πλεῖστα τῶν γραφῶν κακῶς φράσας. Ἀλλὰ περὶ τοῦ ὀβελοῦ αὖθις ἐπιλήψομαι τῆς διηγήσεως. Ἔφαμεν οὖν, ὅτι ὁ ὀβελὸς λόγχη λέγεται· ξίφος δέ ἐστι τοῦτο ἀναιρετικόν. Ἔνθα τοίνυν ἡ λέξις εὑρίσκεται παρὰ μὲν τοῖς ἑβδομήκοντα δύο κειμένη ἐν δὲ τῷ ἑβραϊκῷ μὴ ἐμφερομένη, ἐκ τῆς τοῦ ὀβελοῦ σημειώσεως τοῦ τῇ λέξει παρακειμένου δηλοῦται ὅτι ἀνῄρηται ὁ λόγος ἀπὸ τοῦ γεννητικοῦ τόπου, ἤτοι τοῦ ἐδάφους τῆς γραφῆς, ὡς μὴ ὑπάρχων ἐν τῷ τόπῳ τῆς βίβλου. Καὶ ταῦτα μὲν περὶ τοῦ ἀστερίσκου καὶ τοῦ ὀβελοῦ διηγησάμην. Λοιπὸν καὶ περὶ τοῦ λιμνίσκου καὶ ὑπολιμνίσκου διηγητέον. Λιμνίσκον γοῦν, τὸν οὕτω γραφόμενον ὡς ἔχει τὸ προκείμενον σημεῖον, ὅ ἐστι γραμμὴ μία μεσολαβουμένη ὑπὸ κεντημάτων δύο, εἴτ' οὖν στιγμῶν, μιᾶς μὲν ἐπάνω οὔσης, τῆς δὲ ἄλλης ὑποκάτω, παρὰ ἰατροῖς φυσιολογικῶς ηὑρῆσθαί φασι, καὶ ὠνομάσθαι ἀπὸ τῆς κατὰ τὸ σῶμα χειρουργίας, δύο μὲν ἁπλῶν τομῶν διαιρουμένων εἴτ' οὖν τεμνομένων, μέσον δὲ τῶν δύο διαιρέσεων τοῦ τμηθέντος τόπου διὰ τὰς παρ' ἑκατέρας ἁπλᾶς δύο τομὰς ὀβελοῦ σχῆμα τοῦ σώματος ἀποτελοῦντος. Μοτοῦ δὲ ὅ ἐστι λινοῦν ῥάκος, εἰς λεπτὸν καὶ μακρὸν σχῆμα ἀποτμηθὲν ἐμβαλλομένου ἀπὸ τῆς μιᾶς διαιρέσεως καὶ εἰς τὴν ἄλλην διαπερῶντος, λιμνίσκος ὑπ' αὐτῶν τῶν ἰατρῶν καλῶς ἐκλήθη διὰ τὸ λιμνάζειν κλυζόμενον τὸν μοτὸν ἐν τοῖς τοῦ τόπου ὑγροῖς. ∆ιὸ καὶ τοῦτο τὸ τοῦ σημείου σχῆμα τοῖς θείοις λόγοις παρέθετο, ἵν', ὅτε σπανίως που εὕροις ἐν τῇ τῶν ἑβδομήκοντα δύο ἑρμηνείᾳ διαφωνοῦσαν λέξιν, οὐ μὴν δὲ ἐλλείπουσαν οὐδὲ προστεθειμένην ταῖς ὁμοίαις αὐτῇ