καὶ μετὰ ταῦτα ἄλλα πραγ ματεύεται πολλά, ὅπως χρὴ τούτων ποιεῖσθαι τὴν ἐπιμέλειαν. φησὶ δὲ καὶ δαιμόνιόν τινα φύσιν ἀπὸ λουτροῦ τινος διῶξαι καὶ ἐκβαλεῖν· Καυσάθαν τοῦτον ἔλεγον οἱ ἐπιχώριοι. 4.2.1 Συμφοιτηταὶ μὲν οὖν, ὡς αὐτὸς ἀναγράφει, κράτιστοί τινες ὑπῆρχον, Ὠριγένης τε καὶ Ἀμέριος καὶ Ἀκυλῖνος, καὶσυγγράμματά γε αὐτῶν περισώζεται, λόγος δὲ αὐτῶν οὐδὲ εἷς· πολὺ γὰρ τὸ ἀκύθηρον, εἰ καὶ τὰ δόγματα ἔχει καλῶς, 4.2.2 καὶ ἐπιτρέχει τοῖς λόγοις. ἀλλ' ὅ γε Πορφύριος ἐπαινεῖ τοὺς ἄνδρας τῆς δεινότητος, πᾶσαν μὲν αὐτὸς ἀνατρέχων χάριν, μόνος δὲ ἀναδεικνὺς καὶ ἀνακηρύττων τὸν διδάσκαλον, οὐδὲν δὲ παιδείας εἶδος παραλελοιπώς. ἔστι γοῦν ἀπορῆσαι καθ' ἑαυτὸν καὶ θαυμάσαι, τί πλεῖόν ἐστι τῶν ἐσπουδασμένων· πότερον τὰ εἰς ὕλην ῥητορικὴν τείνοντα, ἢ τὰ εἰς γραμματικὴν ἀκρίβειαν φέροντα, ἢ ὅσα τῶν ἀριθμῶν ἤρτηται, ἢ ὅσα νεύει πρὸς γεωμετρίαν, ἢ ὅσα πρὸς μουσικὴν ῥέπει. 4.2.3 τὰ δὲ εἰς φιλοσοφίαν, οὐδὲ τὰ περὶ λόγους καταληπτόν, οὔτε τὸ ἠθικὸν ἐφικτὸν λόγῳ· τὸ δὲ φυσικὸν καὶ θεουργὸν τελεταῖς ἀφείσθω καὶ μυστηρίοις· οὕτω παντομιγές τι πρὸς 4.2.4 ἅπασαν ἀρετὴν ὁ ἀνὴρ αὐτὸς χρῆμά τι γέγονεν. καὶ τὸ κάλλος αὐτοῦ τῶν λόγων, ἄν τις μᾶλλον ἢ *τὰ δόγματα 4.2.5 πλέον εἰς αὐτὰ ἀπιδὼν ἢ τὴν δύναμιν τοῦ λόγου. γάμοις τε ὁμιλήσας φαίνεται, καὶ πρὸς Μάρκελλάν γε αὐτοῦ γυναῖκα γενομένην βιβλίον φέρεται, ἥν φησιν ἀγαγέσθαι καὶ ταῦτα οὖσαν πέντε μητέρα τέκνων, οὐχ ἵνα παῖδας ἐξ αὐτῆς ποιήσηται, ἀλλ' ἵνα οἱ γεγονότες παιδείας τύχωσιν· ἐκ φίλου 4.2.6 γὰρ ἦν αὐτοῦ τῇ γυναικὶ τὰ τέκνα προϋπάρξαντα. φαίνεται δὲ ἀφικόμενος εἰς γῆρας βαθύ· πολλὰς γοῦν τοῖς ἤδη προπεπραγματευμένοις βιβλίοις θεωρίας ἐναντίας κατέλιπεν, περὶ ὧν οὐκ ἔστιν ἕτερόν τι δοξάζειν, ἢ ὅτι προϊὼν ἕτερα ἐδόξασεν. ἐν Ῥώμῃ δὲ λέγεται †μεταλαχεῖν† τὸν βίον. 4.3.1 Κατὰ τούτους ἦσαν τοὺς χρόνους καὶ τῶν ῥητορικῶν οἱ ἐπ' Ἀθήνησι προεστῶτες Παῦλός τε καὶ Ἀνδρόμαχος ἐκ Συρίας. τούς τε χρόνους ἐς Γαλλίηνόν τε καὶ Κλαύδιον εἰκάζειν συνέβαινεν, Τάκιτόν τε καὶ Αὐρηλιανὸν καὶ Πρόβον, καθ' οὓς ἦν καὶ ∆έξιππος ὁ τὴν χρονικὴν ἱστορίαν συγγράψας, ἀνὴρ ἁπάσης παιδείας τε καὶ δυνάμεως λογικῆς ἀνάπλεως. ἸΑΜΒΛΙΧΟΣ. Μετὰ τούτους ὀνομαστότατος ἐπιγίνεται φιλόσοφος Ἰάμβλιχος, ὃς ἦν καὶ κατὰ γένος μὲν ἐπιφανὴς καὶ τῶν ἁβρῶν καὶ τῶν εὐδαιμόνων· πατρὶς δὲ ἦν αὐτῷ Χαλκίς· κατὰ τὴν Κοίλην προσαγορευομένην ἐστὶν ἡ πόλις. 5.1.2 οὗτος Ἀνατολίῳ τῶν κατὰ Πορφύριον τὰ δεύτερα φερομένῳ συγγενόμενος, πολύ γε ἐπέδωκε καὶ εἰς ἄκρον φιλοσοφίας ἤκμασεν· εἶτα μετ' Ἀνατόλιον Πορφυρίῳ προσθεὶς ἑαυτόν, οὐκ ἔστιν ὅ τι καὶ Πορφυρίου διήνεγκεν, πλὴν 5.1.3 ὅσον κατὰ τὴν συνθήκην καὶ δύναμιν τοῦ λόγου. οὔτε γὰρ εἰς ἀφροδίτην αὐτοῦ καὶ χάριν τὰ λεγόμενα βέβαπται, οὔτε ἔχει λευκότητά τινα καὶ τῷ καθαρῷ καλλωπίζεται· οὐ μὴν οὐδὲ ἀσαφῆ παντελῶς τυγχάνει, οὐδὲ κατὰ τὴν λέξιν ἡμαρτημένα, ἀλλ' ὥσπερ ἔλεγεν περὶ Ξενοκράτους ὁ Πλάτων, 5.1.4 ταῖς Ἑρμαϊκαῖς οὐ τέθυται Χάρισιν. οὔκουν κατέχει τὸν ἀκροατὴν καὶ γοητεύει πρὸς τὴν ἀνάγνωσιν, ἀλλ' ἀποστρέφειν καὶ ἀποκναίειν τὴν ἀκοὴν ἔοικεν. δικαιοσύνην δὲ ἀσκήσας, εὐηκοΐας ἔτυχε θεῶν τοσαύτης, ὥστε πλῆθος μὲν ἦσαν οἱ ὁμιλοῦντες, πανταχόθεν δὲ ἐφοίτων οἱ παιδείας ἐπιθυμοῦντες· ἦν δὲ ἐν αὐτοῖς τὸ κάλλιστον δύσκριτον. 5.1.5 Σώπατρος γὰρ ἦν ὁ ἐκ Συρίας, ἀνὴρ εἰπεῖν τε καὶ γράψαι δεινότατος, Αἰδέσιός τε καὶ Εὐστάθιος ἐκ Καππαδοκίας, ἐκ δὲ τῆς Ἑλλάδος Θεόδωρός τε καὶ Εὐφράσιος, οἱ κατ' ἀρετὴν ὑπερέχοντες, ἄλλοι τε πλῆθος, οὐ πολὺ λειπόμενοι κατὰ τὴν ἐν λόγοις δύναμιν, ὥστε θαυμαστὸν ἦν ὅτι πᾶσιν ἐπήρκει· 5.1.6 καὶ γὰρ ἦν πρὸς ἅπαντας